1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

30

ἐθαύμαζον τὴν ὅρασιν· καὶ οὐκ ἦν ὁ συνιών. Πόθεν ἐμαλακίσθη; Ὑπὸ τῆς ἀθυμίας ἴσως τῶν ἐσομένων δεινῶν, λογι σάμενος πρὸς ἑαυτὸν, ὅτι οὐδέπω τὰ παρόντα τέλος ἔχει. Καὶ τοσαῦτα, φησὶ, πάλιν δεινά. Ἢ πάλιν οὔπω κατήλλαξα αὐτοῖς τὸν Θεὸν, καὶ αὐτοὶ ἐκπολεμοῦσιν αὐτόν. Καὶ ἀνέστην, καὶ ἐποίουν τὰ ἔργα τοῦ βα σιλέως. Τουτέστιν, ὑπηρέτουν. Καὶ ἐθαύμαζον τὴν ὅρασιν· καὶ οὐκ ἦν ὁ συνιών. Μάλιστα τοῦτο φέρει τινὰ ὀδύνην, ὅταν μηδὲ ἐξενεγκεῖν ἐξῇ εἴς τινα τὰ λυπηρά· ἢ ὅτι πονηροὶ ἦσαν. Καὶ ἐποίουν, φησὶ, τὰ ἔργα τοῦ βασιλέως. Τουτέστιν, οὐδὲν παρελίμπα νον, ἀλλ' ἐποίουν τὰ ἔργα.

ΚΕΦΑL. Θʹ.

Ἐν τῷ πρώτῳ ἔτει ∆αρείου, τοῦ υἱοῦ Ἀσσουήρου, ἀπὸ τοῦ σπέρματος Μήδων,

ὃς ἐβασίλευσεν ἐπὶ τὴν βασιλείαν Χαλδαίων, ἐν ἔτει ἑνὶ τῆς βα σιλείας αὐτοῦ, ἐγὼ ∆ανιὴλ συνῆκα ἐν ταῖς βί βλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, περὶ οὗ ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως τῆς Ἱερουσαλὴμ ἑβδο μήκοντα ἔτη. Καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ. Οὗτος ὁ Μῆδος ∆αρεῖος. Πρῶτον δὲ ἔτος οὐχὶ τῆς βασιλείας αὐτοῦ φησι· οὐ γὰρ εἶπεν, ἐν τῷ πρώτῳ τῆς βασι λείας αὐτοῦ, ἀλλ', Ἐν τῷ πρώτῳ ἔτει ∆αρείου, ἐν ἑνὶ ἔτει τῆς βασιλείας αὐτοῦ, ὥστε δυνατὸν λέγε σθαι καὶ πρῶτον ἔτος, βασιλεύοντος μὲν αὐτοῦ, τότε δὲ ἀνελόντος ἴσως τοὺς περὶ Βαλτάσαρ. Ἐγὼ ∆ανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν. Τουτέστι, τὴν σφαγήν. Καὶ ἀνελογισάμην. Ὅρα αὐτὸν πρὸ τῆς προθεσμίας οὐ τολμῶντα προσελθεῖν τῷ ∆εσπότῃ. Ἀλλ' οἱ μὲν τρεῖς παῖδες ποιοῦσιν αὐτὸ ἐν τῇ καμίνῳ· οὗτος δὲ ἐν τῷ λάκκῳ οὐδὲν ἐποίησε. Τί οὖν; ἢ ἐκεῖνοι κακῶς, ἢ οὗτος; Οὐδέτεροι. Ἐκεῖνοι μὲν γὰρ τὴν φιλοστοργίαν, οὗτος δὲ τὴν σύνεσιν τοῦ καιροῦ παραγενομένου ἐδείκνυ. Ἆρ' οὖν συνετῶς ἀνεγίνωσκε τὰ προφητικά; Οἶμαι δ' αὐτὸν οὐκ ἐκ τῆς ἁλώσεως ἀριθμεῖν, ἀλλ' ἐκ τῆς αἰχμαλωσίας ἴσως τοῦ Ἰσραήl. Ἐρήμωσιν γὰρ εἰκότως ἄν τις εἴποι Ἱερουσαλὴμ καὶ τοὺς πολέμους. Ὅρα καὶ τὸν ἀριθμὸν σαββατικόν. Ὥσπερ γὰρ τότε τετρακόσια τριάκοντα καὶ διακόσια δεκαπέντε ἐποίησεν, οὕτως οἶμαι καὶ νῦν ἐλάττω εἶναι. Περὶ οὗ ἐγενήθη, φησὶ, λόγος πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ ἑβδομή κοντα ἔτη. Καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύ ριον τὸν Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ. Ὅρα εὐλάβειαν. Καὶ ἔδωκα, φησὶ, τὸ πρόσωπόν μου. Τουτέστι, κατ ησχυμμένος ἤμην πρὸ τούτου, πρὸ τῆς ταπεινώσεως· νῦν δὲ Ἔδωκα, ἀντὶ τοῦ ἐτόλμησα. Εἰ δὲ ὀφειλόμενον ἀπῄτει, οὐκ ἂν ἔλεγε, Ἔδωκα τὸ πρόσωπόν μου, 56.238 ὡς ἐπὶ παρακεκινδυνευμένῳ πράγματι. Εἰ ὑπὲρ ἄλλων τοσαύτῃ χρῆται σπουδῇ, εἰ τοσαύταις ἀπολαύων καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τοῦ βασιλέως εὐνοίαις, οὐκ ἔχει τινὰ αἴσθησιν τῶν πραγμάτων, ἀλλ' ὡς αὐτὸς ὢν ἐν τοῖς δεινοῖς, αὐτῶν τῶν ὄντων μᾶλλον ἐδάκνετο· πῶς ἄν τις αὐτὸν κατ' ἀξίαν θαυμάσειεν· Ὅρα δὲ καὶ μετὰ τὰς θλίψεις ἐκείνας οὐ θαῤῥοῦντα προσελ θεῖν, ἕως εἶδε τὸν χρόνον πληρωθέντα. Ποῦ τοίνυν κεισόμεθα λοιπὸν ἡμεῖς οἱ ἄθλιοι; Τί λέγεις, ὦ ∆α νιήλ; ἐν ἀγαθοῖς εἶ σὺ, τιμῆς ἀπολαύεις παρὰ Θεοῦ, παρὰ ἀνθρώπων· τί σοι μέλλει (l. μέλει) περὶ τῶν ἄλλων; Οὕτω καὶ Μωϋσῆς ἐποίει. Καὶ τί φησι; Ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ τὰ ὀφειλόμενα ἀπαιτῶν. Τί γὰρ, εἰ ὠφείλετο; Μήποτε καὶ τούτου ἀναξίους ἑαυτοὺς ἐποίησαν. Οὐ γάρ ἐστιν ἀνάγκη παρὰ Θεῷ· ἀνώτερος νόμων ἐστί. Τοῦ ζητῆσαι, φησὶ, προσευχὴν καὶ δέησιν. Πρῶτον τοῦτο ἐπιζητεῖ. Εἰ ἐπιτρέπει μοι, φησὶ, εὔξασθαι ὑπὲρ αὐτῶν· ἐπειδὴ ἤκουσεν Ἱερεμίου τοῦτο ἀκούοντος, ὅτι Μὴ προσεύ χου ὑπὲρ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου ὑπὲρ αὐτῶν. Ἔχων (f. add. τὴν) ἀπὸ τῆς αἰχμαλωσίας, τὴν ἀπὸ τῶν χρόνων συμμαχίαν,