1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

31

προειπεῖν διὰ τῆς πρὸς Κορινθίους ἐπιστολῆς τὴν αἰφνίδιον τοῦ χρό νου στάσιν, καὶ τὴν εἰς τὸ ἔμπαλιν τῶν κινουμένων ἀνάλυσιν, ἐν οἷς φησιν· «Ἰδοὺ μυστήριον ὑμῖν λέ γω; Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλα γησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι.» Τοῦ γὰρ πληρώματος, ὡς οἶμαι, τῆς ἀνθρωπίνης φύσεως κατὰ τὸ προγνωσθὲν μέτρον εἰς πέρας ἐλθόντος, διὰ τὸ μηκέτι λείπειν τῷ τῶν ψυχῶν ἀριθμῷ μηδὲν εἰς ἐπαύξησιν, ἐν ἀκαρεῖ τοῦ χρόνου γενήσεσθαι τὴν ἐναλλαγὴν τῶν ὄντων ἐδίδαξεν, ἄτο μον ὀνομάσας καὶ ῥιπὴν ὀφθαλμοῦ τὸ ἀμερὲς ἐκεῖνο 208 τοῦ χρόνου καὶ ἀδιάστατον πέρας ὡς μηκέτι δυνα τὸν εἶναι τῷ κατὰ τὸ ἔσχατόν τε καὶ ἀκρότατον τῆς ἀκμῆς ἐπιβάντι τοῦ χρόνου, διὰ τὸ μηδὲν ὑπολείπε σθαι τῇ ἀκρότητι μέρος, τὴν περιοδικὴν ταύτην διὰ θανάτου μεταβολὴν κτήσασθαι, ἀλλ' εἰ μόνον ἠχή σειεν ἡ τῆς ἀναστάσεως σάλπιγξ, ἡ τὸ τεθνηκὸς ἀφυπνίζουσα, καὶ τοὺς ἐν τῇ ζωῇ καταλειφθέντας καθ' ὁμοιότητα τῶν ἐξ ἀναστάσεως ἀλλοιουμένων πρὸς ἀφθαρσίαν ἀθρόως μεταβάλλουσα, ὡς μηκέτι τὸ βάρος τῆς σαρκὸς ἐπὶ τὸ κάτω βρίθειν, καὶ τῇ γῇ παρακατ έχειν τὸν ὄγκον· ἀλλὰ μετάρσιον δι' ἀέρος φοιτᾷν. «Ἁρπαγησόμεθα γὰρ, φησὶν, ἐν νεφέλαις εἰς ἀπάν τησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.»

Οὐκοῦν ἀναμεινάτω τὸν χρόνον τὸν ἀναγκαίως τῇ ἀνθρωπίνῃ αὐξήσει συμπαρατεί νοντα. Καὶ γὰρ οἱ περὶ τὸν Ἀβραὰμ πατριάρχαι, τοῦ μὲν ἰδεῖν τὰ ἀγαθὰ τὴν ἐπιθυμίαν ἔσχον, καὶ οὐκ ἀνῆκαν ἐπιζητοῦντες τὴν ἐπουράνιον πατρίδα, καθώς φησιν ὁ Ἀπόστολος· ἀλλ' ὅμως ἐν τῷ ἐλπίζειν ἔτι τὴν χάριν εἰσὶ, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προ βλεψαμένου, κατὰ τὴν τοῦ Παύλου φωνήν· «Ἵνα μὴ,» φησὶ, «χωρὶς ἡμῶν τελειωθῶσιν.» Εἰ οὖν ἐκεῖνοι φέρουσι τὴν ἀναβολὴν οἱ πόῤῥωθεν, διὰ μόνης πίστεως καὶ τῆς ἐλπίδος ἰδόντες τὰ ἀγαθὰ, καὶ ἀσπασάμενοι, καθὼς μαρτυρεῖ ὁ Ἀπόστολος, τὸ ἀσφαλὲς τῆς τῶν ἐλπισθέντων ἀπολαύσεως ἐν τῷ πι στὸν ἡγήσασθαι τὸν ἐπαγγειλάμενον θέμενοι· τί χρὴ πράττειν τοὺς πολλοὺς ἡμᾶς, οἷς τυχὸν οὐδὲ ἡ πρὸς τὸ κρεῖττον ἐλπὶς ἐκ τῶν βεβιωμένων ἐστίν; Ἐξέλιπε δι' ἐπιθυμίας καὶ ἡ τοῦ Προφήτου ψυχὴ, καὶ ὁμολογεῖ διὰ τῆς ψαλμῳδίας τὸ ἐρωτικὸν τοῦτο πάθος, ἐπιπο θεῖν λέγων καὶ ἐκλείπειν αὐτοῦ τὴν ψυχὴν, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου γενέσθαι, κἂν ἐν τοῖς ἐσχάτοις δέῃ παραῤῥιπτεῖσθαι, ὡς μεῖζον ὃν καὶ προτιμότερον τὸ ἐν ἐκείνοις ἔσχατον εἶναι. τοῦ πρωτεύειν ἐν τοῖς ἁμαρτωλοῖς τοῦ βίου σκηνώμασιν. Ἀλλ' ὅμως ἠνεί χετο τῆς ἀναβολῆς, μακαρίζων μὲν τὴν ἐκεῖ διαγωγὴν, καὶ τὴν ἐν βραχεῖ μετουσίαν χιλιάδων χρόνου προτι μοτέραν ποιούμενος· «Κρεῖσσον,» φησὶν, «ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας·» ἀλλ' οὐκ ἐδυσχέ ραινε τῇ ἀναγκαίᾳ περὶ τῶν ὄντων οἰκονομίᾳ, ἱκανόν τε εἰς μακαρισμὸν ᾤετο τοῖς ἀνθρώποις καὶ τὸ δι' ἐλπίδος ἔχειν τὰ ἀγαθά. ∆ιό φησιν ἐπὶ τέλει τῆς ψαλμῳδίας· «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Οὐ τοίνυν οὐδὲ ἡμᾶς στενοχωρεῖσθαι χρὴ περὶ τῆς ἐν βραχεῖ τῶν ἐλπιζο μένων ἀναβολῆς, ἀλλ' ὅπως ἂν μὴ ἀπόβλητοι τῶν ἐλπιζομένων γενοίμεθα, τὴν σπουδὴν ἔχειν. Ὥσπερ γὰρ εἴ τις προείποι τινὶ τῶν ἀπειροτέρων, ὅτι κατὰ τὸν καιρὸν τοῦ θέρους ἡ τῶν καρπῶν γενήσεται συλ λογὴ, καὶ πλήρεις μὲν αἱ ἀποθῆκαι, μεστὴ δὲ τῶν ἐδωδίμων ἡ τράπεζα τῷ τῆς εὐθηνίας ἔσται καιρῷ· μάταιος ἂν εἴη ὁ ἐπισπεύδων τοῦ καιροῦ τὴν παρου 209 σίαν, δέον σπέρματα καταβάλλειν καὶ δι' ἐπιμελείας ἑαυτῷ τοὺς καρποὺς ἑτοιμάζεσθαι. Ὁ μὲν γὰρ και ρὸς καὶ βουλομένου, καὶ μὴ, πάντως κατὰ τὸν τε ταγμένον ἐπιστήσεται χρόνον. Οὐχ ὁμοίως δὲ αὐτὸν ὄψονται, ὅ τε προετοιμάσας ἑαυτῷ τὴν τῶν καρπῶν ἀφθονίαν, καὶ ὁ πάσης παρασκευῆς ἔρημος κατα λειφθεὶς ὑπὸ τῆς ὥρας. Οὕτως οἶμαι δεῖν, προδήλου πᾶσι διὰ τοῦ θείου κηρύγματος ὄντος, ὅτι ἐνστήσεται τῆς ἐναλλαγῆς ὁ καιρὸς, μὴ χρόνους πολυπραγμο νεῖν (οὐδὲ γὰρ ἡμῶν εἶπεν εἶναι τὸ καιροὺς γνῶναι καὶ χρόνους), μηδὲ λογισμούς τινας ἀναζητεῖν, δι' ὧν σαθρώσει τις τὴν ψυχὴν περὶ τὴν ἐλπίδα τῆς ἀνα στάσεως; ἀλλὰ τῇ πίστει τῶν