1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

32

"θως δὲ τῷ ἐκκλησιαστικῷ καὶ ἀποστολικῷ κανόνι, τοῖς πλημμελη "θεῖσιν εἴτ' οὖν κατὰ σφάλμα συμβεβηκόσι τὴν ἁρμόττουσαν θεραπείαν 85 "ἐπινοῆσαι, ἵνα καὶ πάσης βλασφημίας ἐλευθερώσητε τὴν ἐκκλησίαν "καὶ τὰς ἐμὰς ἐπικουφίσητε φροντίδας καὶ τὴν τῆς εἰρήνης χάριν "τοῖς νῦν στασιαζομένοις ἀποδόντες μεγίστην εὔκλειαν ὑμῖν αὐτοῖς "προξενήσητε. ὁ θεὸς ὑμᾶς διαφυλάττοι, ἀδελφοὶ ἀγαπητοί." Οὕτω δὴ τῶν ἐπισκόπων εἰς τὴν Τύρον συναλισθέντων, ἀφί κοντο μὲν καὶ ἄλλοι τινὲς δογμάτων διαφθορὰν ἐγκαλούμενοι, ὧν εἷς ἦν καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος· ἀφίκετο δὲ καὶ ὁ θαυμάσιος Ἀθανάσιος. βούλομαι δὲ πρῶτον τὴν τῆς κατηγορίας διηγήσασθαι τραγῳδίαν, εἶθ' οὕτως συγγράψαι τὰ κατὰ τὸ πολυθρύλητον δι καστήριον. Ἀρσένιός τις τῶν Μελιτίου κοινωνικῶν ἐπίσκοπος ἦν. τοῦτον οἱ τῆς ἐκείνου συμμορίας κατακρύψαντες λαθεῖν ἐπὶ πλεῖστον ἠξίωσαν. εἶτα χεῖρα δεξιὰν ἀπό τινος σώματος ἐκτεμόντες νεκροῦ καὶ ταύτην ἐν λάρνακι ξυλίνῃ τεταριχευμένην ἐνθέντες, πάντοσε περιέφερον, κατατετμῆσθαι λέγοντες τὸν Ἀρσένιον καὶ μιαιφόνον ἀποκαλοῦντες τὸν Ἀθανάσιον. ἀλλ' ὁ πάντα ἐφορῶν ὀφθαλμὸς οὐκ εἴασεν ἐπὶ πλεῖστον λαθεῖν τὸν Ἀρσένιον. ἀλλὰ πρῶτον μὲν ἐν Αἰγύπτῳ καὶ Θηβαΐδι δῆλος γέγονεν ὅτι ζῇ, ἔπειτα δὲ αὐτὸν εἰς τὴν Τύρον ἤγαγεν ἔνθα ἡ τραγῳδουμένη χεὶρ ἐπὶ τῶν κριτῶν προεφέρετο. τοῦτον οἱ Ἀθανασίου θηρεύσαντες σύνοικοι ἤγαγόν τε καὶ ἐν τῇ καταγωγῇ τέως λαθεῖν ἠνάγκασαν· αὐτὸς δὲ ὁ μέγας Ἀθανάσιος ὑπὸ τὴν ἕω κατέ λαβε τὸ συνέδριον. καὶ πρῶτον μὲν γύναιον εἰσήγαγον ἀκολασίᾳ 86 συνεζηκός. ἡ δὲ ἀναίδην ἐβόα, παρθενίαν μὲν ἐπηγγέλθαι λέγουσα, τὸν δὲ Ἀθανάσιον ἐπιξενωθέντα βιάσασθαι καὶ ἄκουσαν διαφθεῖραι. τούτων ὑπ' ἐκείνης εἰρημένων, εἰσῆλθε μὲν ὁ κατηγορούμενος. συνῆν δὲ αὐτῷ καὶ πρεσβύτερος ἀξιέπαινος· Τιμόθεος τούτῳ ὄνομα ἦν. τῶν δὲ δικαστῶν ἀπολογήσασθαι πρὸς τὴν γραφὴν προστεταχότων τὸν Ἀθανάσιον, ὁ μὲν ἐσίγησεν, ὡς δῆθεν οὐκ ὢν Ἀθανάσιος. ὁ δὲ Τιμόθεος ἔφη πρὸς τὴν γυναῖκα· "ἐγώ σοι, ὦ γύναι, συνέτυχον πώ ποτε, εἰς δὲ τὴν σὴν εἰσελήλυθα οἰκίαν;" ἡ δὲ ἀναιδέστερον ἐβόα, τῷ Τιμοθέῳ διαμαχομένη καὶ τὴν χεῖρα ἐξάγουσα καὶ τῷ δακτύλῳ δεικνῦσα καὶ λέγουσα· "σύ μου τὴν παρθενίαν ἀφείλου, σύ με τῆς σωφροσύνης ἐγύμνωσας" καὶ τἄλλα ὅσα λέγειν εἰώθασιν αἱ δι' ἀκο λασίας ὑπερβολὴν οὐκ ἔχουσαι τὴν αἰδῶ. οὕτω δὴ τῶν τὸ δρᾶμα συντεθεικότων καταισχυνθέντων, ἐρυθριασάντων δὲ καὶ τῶν δι καστῶν ὅσοι συνίστορες ἦσαν, ἐξήγετο ἡ γυνή. τότε δὴ ὁ μέγας Ἀθανάσιος ἔλεγε μὴ χρῆναι ἀφεθῆναι τὸ γύναιον, ἀλλ' ἐξετάσαι καὶ μαθεῖν τὸν ταῦτα συντεθεικότα. οἱ δὲ ἐβόων ἕτερα εἶναι κατηγορή ματα χαλεπώτερα, οὐδαμῶς τέχνῃ τινὶ καὶ δεινότητι διαλυθῆναι δυνάμενα. ὄψις γάρ, οὐκ ἀκοή, δικάσει τοῖς δεικνυμένοις. ταῦτα εἰπόντες τὴν πολυθρύλητον ἐκείνην ὑπέδειξαν λάρνακα καὶ τὴν τεταριχευμένην ἐγύμνωσαν χεῖρα. τῶν δὲ θεασαμένων ἕκαστος ἀνε βόησεν, οἱ μὲν ἀληθὲς εἶναι τὸ μύσος ὑπειληφότες, οἱ δὲ τὸ μὲν ψεῦδος εἰδότες, κεκρύφθαι δὲ τὸν Ἀρσένιον ἔτι νομίζοντες. μόλις δὲ βραχείας γενομένης σιγῆς, ἤρετο τοὺς δικάζοντας ὁ κατηγορούμενος εἴ τις ἐν αὐτοῖς εἴη τὸν Ἀρσένιον ἐπιστάμενος. πολλῶν δὲ εἰρηκότων ἀκριβῶς εἰδέναι τὸν ἄνδρα, ἐκέλευσε τοῦτον ἀχθῆναι. καὶ πάλιν ἤρετο εἰ οὗτος ἐκεῖνος εἴη Ἀρσένιος, ὁ παρ' ἐμοῦ μὲν ἀνῃρημένος, παρὰ δὲ τούτων ἐπιζητούμενος, μετὰ σφαγὴν δὲ ὑβρισμένος καὶ τῆς δεξιᾶς 87 ἐστερημένος. συνομολογησάντων δὲ αὐτὸν εἶναι, τῆς ἐφεστρίδος αὐ τὸν γυμνώσας ὁ Ἀθανάσιος ὑπέδειξεν ἄμφω τὼ χεῖρε, καὶ τὴν δεξιὰν καὶ τὴν εὐώνυμον. "ἄλλην δέ", ἔφη, "ζητείτω μηδείς· δύο γὰρ ἀνθρώ πων ἕκαστος παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐδέξατο χεῖρας". ἀλλὰ καὶ τούτων οὕτω δειχθέντων, καταδύεσθαι δέον τοὺς κατηγοροῦντας καὶ τῶν δικαζόντων τοὺς συνειδότας καὶ εὔχεσθαι χῆναι σφίσι τὴν γῆν, θορύβου καὶ στάσεως ἐνέπλησαν τὸ συνέδριον, γόητα καλοῦντες τὸν Ἀθανάσιον καί τισι μαγγανείαις ἐξαπατᾶν αὐτὸν λέγοντες τῶν ἀνθρώπων τὰς ὄψεις. καὶ διασπᾶν ἐπεχείρουν καὶ κατασφάττειν οἱ τῆς μιαιφονίας πρὸ βραχέος