1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

33

εἰσιν οἷον τὸ ἅγιον θυ σιαστήριον ἐν τῷ ἀδύτῳ τῆς θεότητος καθιδρυμέναι· αἱ δέ τινες πάλιν καὶ τούτων ἐν ἐξοχῇ θεωροῦνται, κεράτων δίκην προβεβλημέναι, καὶ ἄλλαι περὶ ἐκεί νας κατά τινα τάξεως ἀκολουθίαν προτερεύουσί τε καὶ δευτερεύουσι. Τὸ δὲ τῶν ἀνθρώπων γένος διὰ τὴν ἐγγινομένην κακίαν ἔξω τῆς θείας περιβολῆς ἀπεώσθη· ὅπερ τῷ περιράντρῳ λουτρῷ καθη ράμενον ἐντὸς γίνεται. Ἀλλ' ἐπειδὴ μέλλει ποτὲ τὰ μετὰ ταῦτα πα ραφράγματα λύεσθαι, δι' ὧν ἡμᾶς ἡ κακία πρὸς τὰ ἐντὸς τοῦ καταπετάσματος ἀπετείχισεν, ὅταν σκη νοπηχθῇ πάλιν διὰ τῆς ἀναστάσεως ἡμῶν ἡ φύ σις, καὶ πᾶσα ἡ κατὰ κακίαν ἐγγινομένη διαφθο ρὰ ἐξαφανισθῇ τῶν ὄντων, τότε κοινὴ συστήσεται ἡ περὶ τὸν Θεὸν ἑορτὴ τοῖς διὰ τῆς ἀναστάσεως πυκα σθεῖσιν, ὡς μίαν τε καὶ τὴν αὐτὴν προκεῖσθαι πᾶσι τὴν εὐφροσύνην· μηκέτι διαφορᾶς τινος τῆς τῶν ἴσων μετουσίας, τὴν λογικὴν φύσιν διατεμνούσης, ἀλλὰ τῶν νῦν ἔξω διὰ τὴν κακίαν ὄντων ἐντὸς τῶν ἀδύτων τῆς θείας μακαριότητός ποτε γενησομένων, καὶ τοῖς κέρασι τοῦ θυσιαστηρίου, τουτέστι, ταῖς ἐξεχούσαις τῶν ὑπερκοσμίων δυνάμεσιν ἑαυτοὺς 46.136 συναπτόντων. Ὅπερ δὴ γυμνότερόν φησιν ὁ Ἀπόστολος, τὴν τοῦ παντὸς πρὸς τὸ ἀγαθὸν συμφω νίαν διερμηνεύων, ὅτι αὐτῷ πᾶν γόνυ κάμψει ἐπου ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός· ἀντὶ μὲν τῶν κεράτων λέγων τὸ ἀγγελικόν τε καὶ ἐπουράνιον, διὰ δὲ τῶν λοιπῶν σημαίνων τὴν μετ' ἐκείνους νοουμένην κτίσιν ἡμᾶς, οὓς πάντας μία καὶ σύμφωνος ἑορτὴ κατα κρατήσει. Ἑορτή ἐστιν ἡ τοῦ ὄντως ὄντος ὁμολογία τε καὶ ἐπίγνωσις. Ἔστι δὲ, φησὶ, καὶ ἄλλα πολλὰ τῆς ἁγίας Γραφῆς πρὸς σύστασιν τοῦ κατὰ τὴν ἀνάστασιν δόγματος ἀναλέξασθαι. Ὅ τε γὰρ Ἐζεκιὴλ τῷ προφητικῷ πνεύματι τὸν ἐν τῷ μέσῳ πάντα χρόνον, καὶ τὸ ἐν τούτῳ διάστημα ὑπερ βὰς, ἐπ' αὐτοῦ ἵσταται τοῦ καιροῦ τῆς ἀναστάσεως τῇ προγνωστικῇ δυνάμει καὶ τὸ ἐσόμενον ὡς ἤδη τεθεαμένος ὑπ' ὄψιν ἄγει τῷ διηγήματι.

Πεδίον μέγα καὶ εἰς ἄπειρον εἶδε διηπλωμένον, ὀστέων σωρείαν ἐπὶ τούτῳ πολλὴν, ἄλλων ἀλλαχῆ πρὸς τὸ συμβὰν διεῤῥιμμένων· εἶτα θείᾳ δυνάμει πρὸς τὰ συγγενῆ καὶ ἴδια συγκινουμένων, καὶ ταῖς οἰκείαις ἁρμονίαις ἐμφυομένων. Εἶτα νεύροις καὶ σαρξὶ καὶ δέρμασι καλυπτομένων (ὅπερ ἡ ψαλμῳδία πυκαζο μένων λέγει), καὶ πνεῦμα ζωοποιοῦν τε καὶ διεγεῖρον ἅπαν τὸ κείμενον. Τὴν δὲ τοῦ Ἀποστόλου κατὰ τὴν ἀνάστασιν θαυμάτων διασκευὴν, ὡς πρόχειρον οὖσαν τοῖς ἐν τυγχάνουσιν, τί ἄν τις λέγοι; Ὅπως ἐν κελεύ σματί τινι καὶ σαλπίγγων ἤχει φησὶν ὁ λόγος ἐν ἀκαρεῖ τοῦ χρόνου ἅπαν ἀθρόως τὸ τεθνηκός τε καὶ κείμενον, εἰς ἀθανάτου φύσιν ὑπαμειφθή σεσθαι; Ἀλλὰ καὶ τὰς ἀγγελικὰς φωνὰς, ὡς προδήλους ἅπασιν οὔσας, παρήσαμεν. Οὐ γὰρ μόνῳ λόγῳ φησὶν ὁ Κύριος τοὺς νεκροὺς ἀναστήσεσθαι, ἀλλὰ καὶ αὐτὴν ἐνεργεῖ τὴν ἀνάστασιν, ἀπὸ τῶν ἐγγυτέρων ἡμῖν καὶ ἧττον ἀπιστεῖσθαι δυ ναμένων τῆς θαυματοποιίας ἀρξάμενος. Πρῶτον μὲν 46.137 γὰρ ἐν τοῖς ἐπιθανασίοις τῶν νοσημάτων τὴν ζωοποιὸν δείκνυσι δύναμιν, ἀπελαύνων προστάγματι καὶ λόγῳ τὰ πάθη· εἶτα ἀρτιθανὲς ἐγείρει παιδίον, εἶτα νεανίαν τοῖς τάφοις ἤδη προσκομιζόμε νον τῆς σοροῦ διαναστήσας τῇ μητρὶ δίδωσι· μετὰ τοῦτο διαπεπτωκότα ἤδη τετραημέρῳ χρόνῳ τὸν Λά ζαρον νεκρὸν ἐξάγει τοῦ τάφου φωνῇ καὶ προστάγματι ζωοποιήσας τὸν κείμενον· εἶτα τὸν ἑαυτοῦ ἄνθρωπον ἥλοις καὶ λόγχῃ διαπεπαρμέ νον ἐκ νεκρῶν διὰ τρίτης ἡμέρας διανίστησι, τοὺς τύπους τῶν ἥλων καὶ τὴν πληγὴν τῆς λόγχης εἰς μαρτυρίαν τῆς ἀναστάσεως ἐπαγόμενος. Περὶ ὧν οὐδὲν οἶμαι χρῆναι διεξιέναι, μὴ μιᾶς ἀμφιβολίας ἐν τοῖς τὰ προγεγραμμένα παραδε δειγμένοις εἰπούσης.

{Γ.} Ἀλλ' οὐ τοῦτο, εἶπον ἐγὼ, τὸ ζητούμενον ἦν· τὸ γὰρ ἔσεσθαί ποτε τὴν ἀνάστασιν, καὶ τὸ ὑπαχθή σεσθαι τῇ ἀδεκάστῳ κρίσει τὸν ἄνθρωπον, διά τε τῶν γραφικῶν ἀποδείξεων, καὶ τῶν ἤδη προεξητασμένων, οἱ πολλοὶ τῶν ἀκουόντων