1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

33

ἐνδεδυμένος Βαδὶμ, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὀφὰζ, καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. Καὶ εἶδον ἐγὼ ∆ανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ' ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν, ἀλλ' ἢ ἔκ στασις μεγάλη ἐπέπεσεν ἐπ' αὐτοὺς, καὶ ἔφυγον ἐν φόβῳ. Καὶ ἐγὼ ἀπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχὺς, καὶ ἡ δόξα μου μετ εστράφη εἰς διαφθορὰν, καὶ οὐκ ἐκράτησα ἰσχύος. Καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ· καὶ ἐν τῷ ἀκοῦσαί με ἤμην κατανενυγμένος ἐπὶ πρόσ ωπόν μου, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν. Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ ἐπὶ τὰ ἴχνη τῶν ποδῶν μου. Καὶ εἶπε πρός με· ∆ανιὴλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σὲ, καὶ στῆθι ἐν τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην ἐγὼ πρὸς σέ. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρὸς μὲ τὸν λόγον τοῦτον, ἀνέστην ἔντρομος. Καὶ εἶπε πρός με· Μὴ φοβοῦ, ∆ανιὴλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνεῖ ναι καὶ κακωθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Ὁρᾷς ὅπερ ἔφην, καὶ τοῦτον ἀπολογού μενον αὐτῷ σχεδόν; Ἀπὸ πρώτης ἡμέρας, φησὶν, 56.242 ἀπεστάλην. Τίνος οὖν ἕνεκεν ἐβράδυνας; Καὶ ὁ ἄρ χων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν. Ἤκουσας ὅτι Ἔθηκεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ; Καὶ ἕκαστον ἔθνος ἔχει τὸν ἐφεστῶτα, καὶ βούλεται αὐτὸς εἶναι δυνατώτερος. Καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ. Οὐ γὰρ ἤρκει τὰ ῥήματα διδάξαι τὰ λεγό μενα. Ὁρᾷς ἑτέρως παιδευομένους τοὺς προφήτας; Καὶ δύναμις μεγάλη τῆς ὄψεως. Ὄντως γὰρ με γάλη, τὸ τοὺς ἠσθενηκότας ἐκείνου τοῦ τοσαῦτα πε ριγενομένου περιγενέσθαι Ἀντιόχου. Καὶ ἀληθινὸς ὁ λόγος. Ἐπειδή τινες ἔμελλον ἀπιστεῖν. Οὗ τὸ ὄνομα Βαλτάσαρ. Ἀναμιμνήσκει σε τῶν πρώτων, ἵνα ἀξιόπιστος φανῇ. Ἰδοὺ καὶ τὸ πάσχα ἔλυσεν. Εἰ γὰρ ἐν τῷ πρώτῳ μηνὶ τὸ πάσχα γίνεται, οὗτος δὲ μέχρι τῆς τετάρτης εἰκάδος τοῦ μηνὸς ἐνήστευσεν. Ἐμπίπτει δὲ εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης ἐπὶ τὴν πρώτην εἰκάδα, καὶ ἑτέ ρας δύο ἡμέρας. Ὅρα τὰ νόμιμα ἤδη καταλυόμενα. Οὐκ ἐνέτρεψέ σε ὁ φόβος, ὦ ∆ανιήλ; Οὐχὶ, φησί. Ὅρα ποῦ τὴν ὀπτασίαν βλέπει· ἐπὶ τῆς ἐρήμου, καθάπερ καὶ Μωϋσῆς. Αἱ γὰρ πόλεις θορύβων γέμουσι, καὶ ταραχῆς. Οὕτω καὶ ὁ Χριστὸς ἐπὶ τοῦ ὄρους μετα μορφοῦται. Καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόν των πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατ έλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περ σῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ πάντας τοὺς λόγους τούτους, ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ κατενύγην. Καὶ ἰδοὺ ὡς ὁμοίωμα υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου. Καὶ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησα, καὶ εἶπον πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε, ἐν τῇ ὁράσει σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοὶ, καὶ ἰδοὺ οὐκ ἔχω ἰσχύν. Καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τού του; Καὶ ἐγὼ, ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχὺς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. Καὶ προσ έθετο, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέ με, καὶ εἶπέ μοι· Μὴ φοβοῦ, ἀνὴρ ἐπι θυμιῶν, εἰρήνη σοι, ἀνδρίζου, καὶ ἴσχυε. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ, ἐνίσχυσα, καὶ εἶπον· Λαλήτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με. Καὶ εἶπεν, Εἰ οἶδας τί ἦλθον πρὸς σέ; Καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν. Καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ τεταγμένον ἐν γραφῇ ἀληθείας· καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ' ἐμοῦ περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν. Καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος στολήν. Ἴσως ἱερατικήν. Ἡ ὄψις αὐτοῦ ὡς ἀστραπὴ ἦν πυρὸς ἀπὸ ὀφθαλμῶν αὐτοῦ. Πῶς ἐν ἀστραπῇ ἐκείνοις ἔφαινε; τίνος ἕνεκεν οὕτω φαίνεται