1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

34

συνθήσονται. Ὑπόλοιπον ἂν εἴη σκοπεῖν, φησὶν, εἰ ὥσπερ τὸ νῦν καὶ τὸ ἐλπιζόμενον ἔσται. Ὅπερ εἰ ὄντως εἴη, φευ κτὸν εἶπον τοῖς ἀνθρώποις τὴν ἐλπίδα τῆς ἀνα στάσεως εἶναι. Εἰ γὰρ οἷα γίνεται, ὅταν λήγε τοῦ ζῇν τὰ ἀνθρώπινα σώματα, τοιαῦτα τῇ ζωῇ πάλιν ἀποκαθίσταται· ἄρα τις ἀτέλεστος συμφορὰ διὰ τῆς ἀναστάσεως τοῖς ἀνθρώποις ἐλπίζεται. Τί γὰρ ἂν ἐλεεινότερον γένοιτο θέαμα, ἢ ὅταν ἐν ἐσχάτῳ γήρᾳ καταῤῥιγνυθέντα τὰ σώματα μετα ποιηθῇ πρὸς τὸ εἰδεχθές τε καὶ ἄμορφον, τῆς μὲν σαρκὸς αὐτῆς ἀναλωθείσης τῷ χρόνῳ, ῥυσοῦ δὲ τοῖς ὀστέοις περιεσκληκότος τοῦ δέρματος; Τῶν δὲ δὴ νεύρων συνεσπασμένων διὰ τὸ μηκέτι τῇ φυσικῇ ἰκμάδι ὑποπιαίνεσθαι, καὶ διὰ τοῦτο παντὸς συν ελκομένου τοῦ σώματος, ἄτοπόν τι καὶ ἐλεεινὸν θέαμα γίνεται, τῆς μὲν κεφαλῆς ἐπὶ τὸ γόνυ συγκεκλιμένης· τῆς δὲ χειρὸς ἔνθεν καὶ ἔνθεν πρὸς μὲν τὴν κατὰ φύ σιν ἐνέργειαν ἀπρακτούσης, ἐντρομῆς δὲ κατὰ τὸ ἀκούσιον ἀεὶ κραδαινομένης. Οἷα δὲ πάλιν τῶν ταῖς χρονίαις νόσοις ἐκτετηκότων τὰ σώματα; Ἃ τοσοῦτον διαφέρει τῶν γυμνωθέντων ὀστέων, ὅσον ἐπικαλύφθαι δοκεῖ λεπτῷ, καὶ ἐκδεδαπανημένῳ ἤδη τῷ δέρματι. Οἷα δὲ καὶ τῶν ἐν ταῖς ὑδερι 46.140 καῖς ἀῤῥωστίαις ἐξῳδηκότων, τῶν δὲ τῇ ἱερᾷ νόσῳ κεκρατημένων τὴν ἀσχήμονα λώβην τίς ἂν ὑπ' ὄψιν ἀγάγοι λόγος, ὡς κατ' ὀλίγον αὐτοῖς πάντα τὰ μέλη τὰ ὀργανικά τε καὶ αἰσθητὰ προσιοῦσα ἡ σηπεδὼν ἐπιβόσκεται; τῶν δὲ ἐν σεισμοῖς, ἢ πολέ μοις, ἢ ἐξ ἑτέρας τινὸς αἰτίας ἠκροτηριασμένων, καὶ πρὸ τοῦ θανάτου χρόνον τινὰ ἐν τῇ συμφορᾷ ταύτῃ ἐπιβιούντων, ἢ τῶν ἀπὸ γενέσεως λώβῃ τινὶ συναπο τελεσθέντων ἐν διαστρόφοις τοῖς μέλεσι, περιὸν, τί ἄν τις λέγοι; Περὶ τῶν ἀρτιγενῶν νηπίων τῶν τε ἐκτιθεμέ νων, καὶ τῶν καταπνιγομένων, καὶ τῶν κατὰ τὸ αὐ τόματον ἀπολλυμένων, τί ἐστι λογίσασθαι, εἰ τὰ τοιαῦτα πάλιν πρὸς τὴν ζωὴν ἐπανάγοιτο, ἄρα ἐναπομένῃ τῇ νηπιότητι, καὶ τί ἀθλιώτερον; ἀλλ' ἐπὶ τὸ ἄκρον ἥξει τῆς ἡλικίας, καὶ ποίῳ γάλακτι πάλιν ἡ φύσις αὐτὰ τιθηνήσεται; Ὥστε εἰ μὲν διὰ πάντων ταὐτὸν ἡμῖν τὸ σῶμα πάλιν ἀναβιώ σεται, συμφορὰ ἔσται τὸ προσδοκώμενον· εἰ δὲ μὴ ταὐτὸν, ἄλλος τις ὁ ἐγειρόμενος ἔσται παρὰ τὸν κεί μενον. Εἰ γὰρ πέπτωκε μὲν τὸ παιδίον, ἀνίσταται δὲ τέλειος, ἢ τὸ ἔμπαλιν, πῶς ἔστιν εἰπεῖν αὐτὸν ἀνωρθῶσθαι τὸν κείμενον, ἐν τῇ τῆς ἡλικίας διαφορᾷ τοῦ πεπτωκότος ὑπηλλαγμένου ὄντος· ἀντὶ γὰρ τοῦ παιδίου τέλειον, καὶ ἀντὶ τοῦ πρεσβυτέρου τὸν ἀκμη στὸν τίς ὁρῶν, ἕτερον ἀνθ' ἑτέρου τεθέαται, καὶ ἀντὶ τοῦ λελωβημένου τὸν ἄρτιον, καὶ ἀντὶ τοῦ ἐκτετη κότος τὸν εὔσαρκον, καὶ τὰ ἄλλα πάντα ὡσαύτως, ἵνα μὴ, τὰ καθ' ἕκαστόν τις διεξιὼν, ὄχλον ἐπεισάγῃ τῷ λόγῳ; Εἰ μὴ οὖν τοιοῦτον ἀναβιώσῃ τὸ σῶμα πάλιν, οἷον ἦν ὅτε τῇ γῇ κατεμίγνυτο, οὐ τὸ τεθνηκὸς ἀναστήσεται, ἀλλ' εἰς ἄλλον ἄνθρωπον ἡ γῆ διαπλα σθήσεται. Τί οὖν πρὸς ἐμὲ ἡ ἀνάστασις, εἰ ἀντ' ἐμοῦ τις ἄλλος ἀναβιώσεται; Πῶς γὰρ ἂν ἐπιγνοίην αὐτὸς ἐμαυτὸν, βλέπων ἐν ἐμαυτῷ οὐκ ἐμαυτόν; Οὐ γὰρ ἂν εἴην ἀληθῶς ἐγὼ, εἰ μὴ διὰ πάντων εἴην ὁ αὐτὸς ἐμαυτῷ. Καθάπερ γὰρ κατὰ τὸν παρόντα βίον εἴ τινος ἔχοιμι διὰ μνήμης τὸν χαρακτῆρα, ὑποκείσθω δὲ κατὰ τὸν λόγον ψεδνὸς ὁ τοιοῦτος εἶναι, προχειλὴς, ὑποσιμὸς, λευκόχρους, γλαυκόμματος, ἐν πο λιᾷ τῇ τριχὶ, καὶ ῥυσῷ τῷ σώματι· εἶτα ζητῶν τὸν 46.141 τοιοῦτον, ἐντύχοιμι νέῳ, κομήτῃ, γρυπῷ, μελανο χροῖ, καὶ τὰ λοιπὰ πάντα τοῦ κατὰ τὴν μορφὴν χαρακτῆρος ἑτέρως ἔχοντι. Ἆρα τοῦτον εἰδὼς ἐκεῖνον οἰήσομαι; μᾶλλον δὲ τί χρὴ ταῖς ἐλάττοσι τῶν ἐνστάσεων ἐνδιατρίβειν τὸν ἰσχυρότερον ἀφιέμε νον; Τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥοῇ τινι προσέοικεν ἡ ἀνθρωπίνη φύσις, ἀπὸ γενέσεως εἰς θάνατον ἀεὶ διά τινος κινήσεως προϊοῦσα, τότε τῆς κινήσεως λή γουσα, ὅταν καὶ τοῦ εἶναι παύσεται; Ἡ δὲ κίνησις αὕτη οὐ τοπική τίς ἐστι μετάστασις (οὐ γὰρ ἐκβαίνει ἑαυτὴν ἡ φύσις), ἀλλὰ δι' ἀλλοιώσεως ἔχει τὴν πρόοδον. Ἡ δὲ ἀλλοίωσις ἕως ἂν ᾖ τοῦτο ὃ λέγεται, οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ μένει· (πῶς γὰρ ἂν ἐν ταὐτότητι φυλαχθείη τὸ ἀλλοιούμενον;) ἀλλ' ὥσπερ τὸ ἐπὶ τῆς θρυαλλίδος πῦρ, τῷ μὲν δοκεῖν ἀεὶ τὸ αὐτὸ φαίνεται (τὸ γὰρ συνεχὲς ἀεὶ τῆς κινή σεως ἀδιάσπαστον αὐτὸ καὶ ἡνωμένον πρὸς