1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

34

λοιπῶν ὠφέλειαν ἀσχολεῖσθαι ἠβούλετο.Ro+m 15,24 Τὸ ἀπὸ μέρους εἶπεν ὡς καὶ αὖθις πρὸς αὐτοὺς γενησόμενος ἐπείπερ οὐχ ἅπαξ μόνον εἰς τὴν Ῥώμην ἀφίκετο ὁ μακάριος Παῦλος.Ro+m 15,28 Καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀντὶ τοῦ πληρώσας αὐτὸν λέγει, ἵνα εἴπῃ ἀποκομίσας καὶ δεδωκώς· εἰ γὰρ καὶ τῇ γνώμῃ τῶν δεδωκότων τέλειος ἦν ὁ καρπός, ἀλλὰ τῇ χρείᾳ ἀτελὴς οὔπω δεξαμένων ὧνπερ οὖν ἕνεκεν ἐδόθη. θαυμαστὴ μὲν οὖν ἡ πρόγνωσις τοῦ μακαρίου Παύλου οὕτως ἀκριβῶς ὑποσχομένου τὸ ἀπελεύσεσθαι πρὸς αὐτοὺς καὶ ἀπ' αὐτῶν εἰς τὴν Σπανίαν , καὶ τοῦτο οὐκ εἰς ἅπαξ ἐμφήναντος ἔσεσθαι, ὅπερ οὖν τὸ ἀπὸ μέρους ἐμήνυσεν. ὑπερβολὴν δὲ ἔχει θαύματος τὸ ἑξῆς.Ro+m 15,29 Σαφῶς δείκνυσιν ὡς καὶ τὸν τρόπον ἠπίστατο καθ' ὃν ἔμελλεν ἀπιέναι πρὸς αὐτούς· τοῦτο δὲ ἦν τὸ δέσμιον αὐτὸν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Ῥώμην ὑπὲρ τῆς εὐσεβείας ἀχθῆναι. ἦν δὲ καὶ τοῦτο οὐ μικρὸν εἰς ἀπόδειξιν τῆς γνώσεως ἣν περὶ τῶν μελλόντων ἐκέκτητο.Ro+m 15,30- 33 Ὡς αὐτὸς ἐν πολλοῖς ἐξετάζεσθαι μέλλων θορύβοις, παρακαλέσας τε αὐτοὺς εἰκότως καὶ προσεύχεσθαι, τούτου γε ἕνεκεν ἐπεύχεται ἐκείνοις τὸ τῆς εἰρήνης ἀπολαύειν ἀεί, δεικνὺς ὅτι κἂν αὐτὸς ἐν τούτοις ὑπὲρ ἑτέρων ᾖ, τοὺς γοῦν λοιποὺς μετὰ πάσης ἀνέσεως τὴν εὐσέβειαν μετιέναι εὔχεται 172.Ro+m 16,3 Ἔοικεν οὗτος εἶναι οὗ καὶ ἐν ταῖς Πράξεσιν ὁ μακάριος μέμνηται Λουκᾶς, ὡς ἐλλογίμου καὶ ἀπὸ τῆς γνώσεως τῶν θείων γραφῶν συνέχοντος τοὺς Ἰουδαίους ἐν τοῖς ἐλέγχοις. Ro+m 16,18 Τὸ μὲν τῆς εὐλογίας, ἵνα εἴπῃ τῆς εὐφημίας καὶ τῆς κολακείας ἣν ἐπ' ἀπάτῃ πολλάκις ἐποιοῦντο. λέγει δὲ περὶ τῶν ἀπὸ Ἰουδαίων, οἳ ἁπανταχόσε περιϊόντες τοὺς ἀπ' ἐθνῶν πιστεύοντας τῆς νομικῆς ἔχεσθαι παρατηρήσεως πείθειν ἐπειρῶντο, οὓς αὐτάρκως διέσυρεν τῷ εἰπεῖν ὅτι τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, εἴγε ὑπὲρ τοῦ ἀπατῶντας δύνασθαι τὴν ἑαυτῶν γαστέρα πληροῦν πάντα ποιοῦσιν. ἔδειξε δὲ κἀν τούτῳ ὅτι σφόδρα ἐπαινεῖ τὰ Πέτρου διδάγματα, ὅπου γε ἐπ' ἐκείνων αὐτοὺς βούλεται μένειν καὶ ἀποστρέφεσθαι τοὺς παρ' ἐκεῖνά τι διδάσκειν ἐπιχειροῦντας.Ro+m 16,23 Οἰκονόμον τῆς πόλεως καλεῖ τὸν βιωτικήν τινα ἐγκεχειρισμένον φροντίδα παρὰ τῶν ἔξωθεν ἀρχόντων ἐπὶ διορθώσει τῆς πόλεως. ἦν δὲ καὶ οὗτος τῶν πεπιστευκότων δηλονότι Χριστῷ.