1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

35

άλληλον τῇ δυνάμει τοῦ προσφερομένου ἐποίησεν· εἶτα κατὰ προσθήκην τῆς δυνάμεως ἐπιδιδούσης, προσεθισθὲν τοῖς ἁπαλωτέροις ἠρέμα τὸ νήπιον προσάγει τῇ στερεωτέρᾳ τροφῇ· οὕτω τὴν ἀνθρωπί νην μικροψυχίαν ὁ Κύριος, οἷόν τι νήπιον ἀτελὲς διὰ τῶν θαυμάτων τρέφων καὶ τιθηνούμενος, πρῶτον μὲν ἐν ἀπεγνωσμένῃ νόσῳ τὴν τῆς ἀναστάσεως προοι μιάζεται δύναμιν, ὃ μέγα μὲν ἦν τῷ κατορθώματι, οὐ μὴν τοιοῦτον, οἷον ἀπιστεῖσθαι λεγόμενον. Ἐπιτι μήσας γὰρ τῷ πυρετῷ σφοδρῶς τὴν πενθερὰν τοῦ Σίμωνος καταφλέγοντι, τοσαύτην ἐποίησε τοῦ κακοῦ τὴν μετάστασιν, ὡς πρὸς τὸ διακονεῖν τοῖς παροῦσιν ἐνισχύσαι τὴν ἤδη προσδοκωμένην τεθνήξεσθαι. Εἴτα μικρόν τι τῇ δυνάμει προστίθησι, καὶ τοῦ βασιλικοῦ τὸν υἱὸν ἐν ὁμολογουμένῳ κινδύνῳ κείμενον (οὕτω γάρ φησιν ἡ ἱστορία, ὅτι ἔμελλε τελευτᾷν, τοῦ πα τρὸς βοῶντος· «Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παι δίον·») ἐνεργεῖ πάλιν τοῦ τεθνήξεσθαι πεπιστευμέ νου τὴν ἀνάστασιν, ἐν μείζονι τῇ δυνάμει τὸ θαῦμα κατεργασάμενος, τῷ μηδὲ πλησιάσαι τῷ τόπῳ, ἀλλὰ πόῤῥωθεν τῇ τοῦ προστάγματος ἰσχύϊ τὴν ζωὴν ἀπο στεῖλαι. Πάλιν δι' ἀκολουθίας τοῖς ὑψηλοτέροις ἐπαναβαίνει θαύμασι. Πρὸς γὰρ τὴν παῖδα τοῦ ἀρ χισυναγώγου ὁρμήσας, ἑκὼν ἔδωκε τῇ ὁδοιπορίᾳ σχο λὴν, τὴν ἴασιν τῆς αἱμοῤῥοΐας δημοσιεύων λαθοῦσαν, ὡς ἂν ἐν τῷ χρόνῳ τούτῳ κατακρατήσειε τῆς νοσού σης ὁ θάνατος. Ἄρτι τοίνυν τῆς ψυχῆς χωρισθείσης τοῦ σώματος, καὶ θορυβουμένων ἐν τῇ γοερᾷ κραυγῇ τῶν ἐπικωκυόντων τῷ πάθει, καθάπερ ἐξ ὕπνου τῷ προστακτικῷ λόγῳ διανίστησι πάλιν πρὸς τὴν ζωὴν τὸ κοράσιον, ὀδῷ τινι καὶ ἀκολουθίᾳ πρὸς τὸ μεῖζον ἀναλαμβάνων τὴν ἀνθρωπίνην ἀσθένειαν. Εἶτ' ἐπὶ τούτοις ὑπερβαίνει τῷ θαύματι, καὶ δι' ὑψηλοτέρας δυνάμεως ὁδοποιεῖ τοῖς ἀνθρώποις τὴν περὶ τῆς ἀναστάσεως πίστιν. Νάϊν τινὰ πόλιν κατὰ τὴν Ἰου δαίαν ἱστορεῖ ἡ Γραφή. Παῖς ἦν ἐν ταύτῃ μονογενὴς χήρᾳ τινὶ, οὐκέτι τοιοῦτος παῖς, οἷος ἐν μειρακίοις εἶναι, ἀλλ' ἤδη ἐκ παίδων εἰς ἄνδρας τελῶν. Νεανίαν αὐτὸν ὀνομάζει ὁ λόγος· πολλὰ δι' ὀλίγων διηγεῖται ἡ ἱστορία· θρῆνος ἄντικρύς ἐστι τὸ διήγημα. Χήρα, φησὶν, ἦν τοῦ τεθνηκότος ἡ μήτηρ. Ὁρᾷς τὸ βάρος τῆς συμφορᾶς, πῶς ἐν ὀλίγῳ τὸ πάθος ὁ λόγος ἐξετραγ 220 ῴδησε; Τί γάρ ἐστι τὸ λεγόμενον, ὅτι οὐκ ἦν αὐτῇ παιδοποιίας ἐλπὶς, τὴν ἐπὶ τῷ ἐκλείποντι συμφορὰν θεραπεύουσα· χήρα γὰρ ἡ γυνή. Οὐκ εἶχε πρὸς ἕτε ρον ἀντὶ τοῦ κατοιχομένου βλέπειν· μονογενὴς γὰρ ὁ τόκος. Ὅσον δὲ τὸ ἐπὶ τούτῳ κακὸν, παντὶ ῥᾴδιον συνιδεῖν τῷ μὴ ἀπεξενωμένῳ τῆς φύσεως.

Μόνον ἐν ὠδῖσιν ἐκεῖνον ἐγνώρισε, μόνον ταῖς θηλαῖς ἐτιθηνή σατο· μόνος αὐτῇ φαιδρὰν ἐποίει τὴν τράπεζαν· μόνος ἦν τῆς κατὰ τὸν οἶκον φαιδρότητος ἡ ὑπόθεσις· παίζων, σπουδάζων, ἀσκούμενος, φαιδρυνόμενος, ἐν προόδοις, ἐν παλαίστραις, ἐν συλλόγοις νεότητος· πᾶν ὅ τι μητρὸς ὀφθαλμοῖν γλυκύ τε καὶ τίμιον, μόνος ἐκεῖνος ἦν. Ἤδη τοῦ γάμου τὴν ὥραν ἄγων, ὁ τοῦ γένους ὅρπηξ, ὁ τῆς διαδοχῆς κλάδος, ἡ βακτη ρία τοῦ γήρους. Ἀλλὰ καὶ ἡ τῆς ἡλικίας προσθήκη, ἄλλος θρῆνος ἦν. Ὁ γὰρ νεανίαν εἰπὼν, τὸ ἄνθος εἶπε τῆς μαρανθείσης ὥρας, ἄρτι τοῖς ἰούλοις ὑπο χλοάζοντα, οὔπω τοῦ πώγωνος διὰ βάθους ὑποπιμ πλάμενον, ἔτι τῷ κάλλει τῶν παρειῶν ὑποστίλβοντα. Τί τοίνυν πάσχειν εἰκὸς ἦν ἐπ' αὐτῷ τὴν μητέρα; οἱονεὶ πυρὶ τοῖς σπλάγχνοις ἐγκαταφλέγεσθαι, ὡς πικρῶς ἐπ' αὐτῷ παρατείνειν τὸν θρῆνον, περιπλε κομένην προκειμένῳ τῷ πτώματι, ὡς μὴ ἂν ἐπι σπεῦσαι τῷ νεκρῷ τὴν κηδείαν, ἀλλ' ἐμφορεῖσθαι τοῦ πάθους, ἐπιπλεῖστον αὐτῷ τοὺς ὀδυρμοὺς παρα τείνουσαν· οὐδὲ τοῦτο παρῆκεν ὁ λόγος·» Ἰδὼν γὰρ αὐτὴν ὁ Ἰησοῦς,» φησὶν, «ἐσπλαγχνίσθη. καὶ προσ ελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάσαντες ἔστησαν. Καὶ λέγει τῷ νεκρῷ· Νεανία, σοὶ λέγω, ἐγέρθητι· καὶ παρέδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ ζῶντα.» Ἤδη τοίνυν οὐκ ἐν ὀλίγῳ διαστήματι τοῦ νεκροῦ γεγενη μένου, καὶ ὅσον οὐδέπω ἐναποτεθέντος τῷ τάφῳ, γίνεται παρ' αὐτοῦ Κυρίου τὸ μὲν θαῦμα μεῖζον, τὸ δὲ πρόσταγμα ἶσον. Ἔτι πρὸς τὸ ὑψηλότερον ἡ θαυματοποιία προέρχεται, ὡς ἂν