1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

35

οὐ βλέπει, ἀλλὰ πρὸ τῶν αὑτῆς τὰ τοῦ πλησίον ὁρᾷ, ἵνα δι' ἐκείνων τὰ αὑτῆς ἴδῃ. Ἐπεὶ καὶ ἐγὼ νῦν οὐχὶ δι' ἐμαυτὸν ἀποτείνω τοσούτους λόγους, ἀλλὰ δι' ὑμᾶς. Καὶ ὑμεῖς τοίνυν μὴ δι' ἑαυτοὺς ἀκούετε μόνον, ἀλλὰ καὶ δι' ἑτέρους τοὺς παρ' ὑμῶν παιδεύεσθαι μέλλοντας. Κατὰ γὰρ τὴν ἀκολουθίαν τῶν μελῶν καὶ τὸ τῆς Ἐκκλησίας τρέφεται σῶμα. Ὥσπερ οὖν τὸ μέλος, ἐὰν κατάσχῃ παρ' ἑαυτῷ τὴν τροφὴν πᾶσαν, καὶ μὴ μεταδῷ τῷ πλησίον, καὶ ἑαυτὸ λυμαίνεται, καὶ τὸ λοιπὸν διαφθείρει σῶμα· οἷον ὁ στόμαχος, ἐὰν τὴν τροφὴν αὐτὸς κατάσχῃ μόνος, καὶ τὸ λοιπὸν σῶμα 54.624 τῷ λιμῷ κατατήκει, καὶ ἑαυτὸν ὑπὸ τῆς ἀμετρίας διαφθείρει· ἂν δὲ τὸ ἀρκοῦν λαβὼν κατὰ τὴν φυσικὴν ἀκολουθίαν, τὸ λοιπὸν τοῖς ἑτέροις παραπέμψῃ μέλεσι, καὶ ἑαυτὸν καὶ τὸ λοιπὸν σῶμα ἐν ὑγιείᾳ διατηρεῖ· οὕτω καὶ σὺ νῦν, ἂν ἀκούσας τὰ παρ' ἡμῶν κατάσχῃς, ἑτέρῳ δὲ μὴ μεταδῷς, κἀκεῖνον ἐζημίωσας καὶ σεαυτὸν διέφθειρας, χαλεπώτατα νοσήματα ἐπισπασάμενος, νωθείαν καὶ φθόνον. Ἢ γὰρ διὰ πονηρίαν, ἢ δι' ἀργίαν καὶ ῥᾳθυμίαν οὐ μεταδίδωμεν ἑτέροις. Ὁπότερον δὲ ἂν ᾖ τούτων, ἱκανὸν ἀπολέσαι τὸν ἔχοντα. Ἂν δὲ ἀφθόνως καὶ εἰς ἑτέρους παραπέμψῃς τὴν τροφὴν, καὶ ἑαυτὸν καὶ ἐκεῖνον ὠφέλησας. Ἀλλ' ὑπὲρ μὲν τούτων ἱκανὰ τὰ εἰρημένα. γʹ. ∆εῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀκολουθίαν ἐλθεῖν τῶν πρώην λεχθέντων. Τίνα οὖν ἦν ἐκεῖνα; Περὶ Σαύλου καὶ Παύλου τότε ἐζητοῦμεν, διὰ τί ποτὲ μὲν Σαῦλος, ποτὲ δὲ Παῦλος ἐλέγετο· εἶτα ἐξέβημεν ἐκ τῆς ἀκολουθίας ταύτης εἰς ὀνομάτων ἱστορίαν πολλήν. Καὶ ἐπειδὴ ἐξέβημεν ἀπ' αὐτῶν, οὐκ ἔδοξεν ἡμῖν ἄξιον εἶναι παραδραμεῖν τὴν ἐμπορίαν ἐκείνην. Εἰ γὰρ καὶ διὰ Παῦλον ἤλθομεν ἐπὶ τὴν ὑπόθεσιν ταύτην, ἀλλ' ὅμως καὶ τὴν τῶν ἄλλων ὀνομάτων εὕρεσιν ἐμπορεύσασθαι ἔγνωμεν. Οὕτω καὶ οἱ τὴν θάλατταν πλέοντες κατ' ἐμπορίαν ποιοῦσι πολλάκις, ὑπὲρ πραγματείας ὀλίγων τινῶν ἐπιδημήσαντες· ἐπειδὰν εἰς τὴν πόλιν ἐλθόντες, εἰς ἣν ἐστέλλοντο, ἴδωσι καὶ ἑτέρων ἀγωγίμων ἔχουσαν ἀφθονίαν, πολλῷ πλείονα τῆς παρεσκευασμένης ποιοῦνται τὴν ἐμπορίαν. Κἂν ἐγκαλέσῃ τις, ταῦτα λέγουσι τὰ ῥήματα· Μακρὰν, φασὶν, ἤλθομεν ὁδὸν, πολλοὺς χειμῶνας ὑπεμείναμεν, πολλοὺς κινδύνους, διαπόντιον ἀποδημίαν ἐστειλάμεθα· τί δὴ κωλύει ἀφθονωτέραν γενέσθαι τὴν πραγματείαν ἡμῖν; Ταῦτα δὴ καὶ ἡμεῖς ἀπολογώμεθα. Καὶ γὰρ ἡμεῖς ζητοῦντες περὶ τῶν ὀνομάτων τοῦ Παύλου, εὕρομεν ἐκ τῆς ἀκολουθίας καὶ ἑτέραν ἐμπορίαν ὀνομάτων, οἷόν τι ὁ Πέτρος Σίμων ἐκαλεῖτο πρὸ τούτου, καὶ οἱ υἱοὶ Ζεβεδαίου Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ βροντῆς ὠνομάσθησαν. Εὕρομεν καὶ ἐν τῇ Παλαιᾷ τὸν Ἀβραὰμ πρὸ τούτου μὲν Ἄβραμ καλούμενον, μετὰ δὲ ταῦτα Ἀβραὰμ, καὶ τὸν Ἰακὼβ Ἰσραὴλ μετακληθέντα, καὶ τὴν Σάῤῥαν Σάραν. Εὕρομεν πρὸς τούτοις, ὅτι ἕτεροί τινες οὐ μετωνομάσθησαν, ὥσπερ οὗτοι, ἀλλ' ἐξαρχῆς ἔλαβον τὰ ὀνόματα, ὥσπερ Ἰωάννης ὁ βαπτιστὴς, ὡς ὁ Ἰσαὰκ, ὡς ὁ Ἀδάμ. Ἄτοποντοίνυν ἡμῖν ἔδοξεν εἶναι καὶ βλακείας ἐσχάτης, τοσοῦτον ἀπὸ τῶν χειρῶν ῥῖψαι θησαυρόν. ∆ιὰ τοῦτο μακρότερον ἐποιήσαμεν τὸν λόγον, καὶ περὶ τῶν ἐξαρχῆς ὀνομασθέντων πρώην εἰπόντες, σήμερον διανοούμεθα περὶ τῶν διωνύμων εἰπεῖν, ὡς εἷς ἐστιν ὁ Ἀβραάμ. Ὁ μὲν γὰρ Ἀδὰμ τοῦτο ἐκλήθη διαπαντὸςτὸ ὄνομα, καὶ οὐκ ἔσχεν ἕτερον· καὶ ὁ Ἰσαὰκ οὕτω πάλιν οὐκ ἐδέξατο δευτέραν προσηγορίαν, ἀλλ' ἐξ ἀρχῆς μέχρι τέλους Ἰσαὰκ ἐλέγετο· ὁ δὲ τοῦ Ἰσαὰκ πατὴρ Ἄβραμ πρὸ τούτου μὲν ἐλέγετο· μετὰ δὲ ταῦτα Ἀβραάμ. Εἶπε γὰρ πρὸς αὐτὸν ὁ Θεὸς, φησὶν, Οὐκέτι ἔσται τὸ ὄνομά σου Ἄβραμ, ἀλλὰ Ἀβραὰμ κληθήσεται τὸ ὄνομά σου. Καὶ γὰρ Ἄβραμ ἐκαλεῖτο τὸ πρότερον, ἀλλὰ τοῦτο τὸ ὄνομα οὐκ ἔστιν Ἑλληνικὸν, οὐδὲ τῇ ἡμετέρᾳ γλώττῃ, ἀλλὰ τῇ τῶν Ἑβραίων οὕτω λέγεται. Τί οὖν ἐστιν ἑρμηνευόμενον τὸ ὄνομα τοῦτο; Περάτης. Καὶ γὰρ τὸ Ἄβραμ τῇ 54.625 Σύρων φωνῇ τὸ πέραν λέγεται, καὶ ἴσασιν ὅσοι τῆς φωνῆς ταύτης εἰσὶν ἔμπειροι. Πολλὴ δὲ τῇ