1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

36

τὴν ζωὴν ἐκείνην δημιουργήσει ὁ ἐνεργῶν τὴν ἀνάστασιν. Ἀλλὰ μὴν καὶ εἶναι πιστεύειν χρὴ τὴν ἀνάστασιν, καὶ μὴ ματαίαν εἶναι. Οὐκοῦν προσεκτέον τῷ λόγῳ, ὅπως ἂν ἡμῖν διὰ πάντων ἐν τῷ δόγματι τὸ εἰκὸς διασώζοιτο.

{Μ.} Ἐμοῦ δὲ ταῦτα διεξελθόντος, Οὐκ ἀγεννῶς, φησὶν ἡ διδάσκαλος, κατὰ τὴν λεγομένην ῥητορικὴν τῶν τῆς ἀναστάσεως δογμάτων κατεπεχείρησας, πιθανῶς τοῖς ἀνασκευαστικοῖς τῶν λόγων ἐν κύκλῳ περιδραμὼν τὴν ἀλήθειαν, ὥστε τοὺς μὴ λίαν ἐπεσκεμμένους τὸ τῆς ἀληθείας μυστήριον παθεῖν ἄν πως τὸ κατὰ τὸ εἰκὸς πρὸς τὸν λόγον, καὶ οἰηθῆναι μὴ ἔξω τοῦ δέον τος ἐπῆχθαι τοῖς εἰρημένοις τὴν ἐπαπόρησιν. Ἔχει δὲ οὐχ οὕτω, φησὶν, ἡ ἀλήθεια, κἂν ἀδυνάτως ἔχωμεν ἐκ τῶν ὁμοίων ἀντιρητορεύειν τῷ λόγῳ, ἀλλ' ὁ μὲν ἀληθὴς περὶ τούτων λόγος ἐν τοῖς ἀποκρύφοις σοφίας θησαυροῖς τεταμίευται, τότε εἰς τὸ ἐμ φανὲς ἥξων, ὅταν ἔργῳ τὸ τῆς ἀναστάσεως διδαχθῶμεν μυστήριον, ὅτε οὐκέτι δεήσει ῥημάτων ἡμῖν πρὸς τὴν ἐλπιζομένων φανέρωσιν. Ἀλλ' ὥσπερ ἐν νυκτὶ πολλῶν κινουμένων τοῖς διαγρυπνοῦσι λόγοις περὶ τῆς τοῦ ἡλίου λαμπηδόνος, οἵα ἐστὶν, ἀργὴν ποιεῖ τὴν τοῦ λόγου ὑπογραφὴν προφανεῖσα μόνον τῆς ἀκτῖνος ἡ χάρις, οὕτω πάντα λογισμὸν στοχαστικῶς τῆς μελλούσης καταστάσεως ἐφαπτόμενον, ἀντ' οὐδε νὸς ὑποδείκνυσιν, ὅτε γένηται ἡμῖν ἐν τῇ πείρᾳ τὸ προσδοκώμενον. Ἐπειδὴ δὲ χρὴ μὴ παν τάπασιν ἀνεξετάστους ἐαθῆναι τὰς ἀντυπεν εχθείσας ἡμῖν ἐνστάσεις, οὑτωσὶ τὸν περὶ τούτων λό γον διαληψόμεθα. Νοῆσαι χρὴ πρῶτον τίς ὁ σκο πὸς τοῦ κατὰ τὴν ἀνάστασιν δόγματος, καὶ ὅτου χάριν καὶ εἴρηται τοῦτο παρὰ τῆς ἁγίας φωνῆς καὶ πεπίστευται. Οὐκοῦν, ὡς ἄν τις ὅρῳ τινὶ τὸ τοιοῦτον περιλαβὼν ὑπογράψειεν, οὕτως ἐροῦ 46.148 μεν· ὅτι ἀνάστασίς ἐστιν ἡ εἰς τὸ ἀρχαῖον τῆς φύ σεως ἡμῶν ἀποκατάστασις.

Ἀλλ' ἐν τῇ πρώτῃ ζωῇ, ἧς αὐτὸς γέγονε δημιουργὸς ὁ Θεὸς, οὔτε γῆρας ἦν, ὡς εἰκὸς, οὔτε νηπιότης, οὔτε κατὰ τὰς πολυτρόπους ἀῤῥωστίας πάθη, οὔτε ἄλλο τῆς σωματικῆς ταλαιπωρίας οὐδὲν (οὔτε γὰρ εἰκὸς ἦν τὰ τοιαῦτα δημιουργεῖν τὸν Θεὸν), ἀλλὰ θεῖόν τι χρῆμα ἦν ἡ ἀνθρωπίνη φύσις πρὶν ἐν ὁρμῇ γίνεσθαι τοῦ κακοῦ τὸ ἀνθρώπινον. Ταῦτα δὲ πάντα τῇ εἰσόδῳ τῆς κακίας ἡμῖν συνεισέβαλεν. Οὐκοῦν οὐδεμίαν ἀνάγκην ἕξει ὁ ἄνευ κακίας βίος ἐν τοῖς διὰ ταῦτα συμβεβηκόσιν εἶναι. Ὥσπερ γὰρ ἐπακολουθεῖ τῷ διὰ κρυμῶν ὁδοιπο ροῦντι τὸ ψύχεσθαι τὸ σῶμα, ἢ τῷ διὰ θερμῶν ἀκτί νων πορευομένῳ τὸ μελαίνεσθαι τὴν ἐπιφάνειαν εἰ δὲ ἐκτὸς ἑκατέρου γένοιτο τούτων συναπαλλα γήσεται πάντως καὶ τοῦ μελασμοῦ καὶ τῆς ψύ ξεως, καὶ οὐκ ἄν τις εὐλόγως ἐπιζητοίη τὸ ἔκ τι νος αἰτίας συμβαῖνον, τῆς αἰτίας οὐκ οὔσης· οὕ τως ἡ φύσις ἡμῶν ἐμπαθὴς γενομένη, τοῖς ἀναγ καίως ἐπακολουθοῦσι τῇ παθητικῇ ζωῇ συνηνέχθη. Πρὸς δὲ τὴν ἀπαθῆ μακαριότητα πάλιν ἀναδρα μοῦσα, οὐκέτι τοῖς ἐπακολουθοῦσι τῆς κα κίας συνενεχθήσεται. Ἐπεὶ οὖν ὅσα ἐκ τῆς ἀλόγου ζωῆς τῇ ἀνθρωπίνῃ κατεμίχθη φύσει, οὐ πρότερον ἦν ἐν ἡμῖν πρὶν εἰς πάθος διὰ κακίας πεσεῖν τὸ ἀνθρώπινον, ἀναγκαίως καταλιπόντες τὸ πάθος, καὶ πάντα ὅσα μετ' αὐτοῦ καθορᾶται συγκαταλείψομεν. Ὥστε οὐκ ἄν τις εὐλόγως ἐν τῷ βίῳ ἐκείνῳ τὰ ἐκ τοῦ πάθους ἡμῖν συμβεβηκότα ζητήσειεν. Ὥσπερ γὰρ εἴ τις ῥωγαλέον περὶ αὐτὸν ἔχων χιτῶνα, γυμνωθείη τοῦ περιβλήματος, οὐκέτι ἂν τὴν τοῦ ἀποῤῥιφέντος ἀσχημοσύνην ἐφ' ἑαυτοῦ βλέποι, οὕτω καὶ ἡμῶν ἀποδυσαμένων τὸν νεκρὸν ἐκεῖνον καὶ εἰ δεχθῆ χιτῶνα, τὸν ἐκ τῶν ἀλόγων δερμάτων ἡμῖν ἐπιβληθέντα (δέρμα δὲ ἀκούων τὸ σχῆμα τῆς ἀλόγου φύσεως νοεῖν μοι δοκῶ, ᾧ πρὸς τὸ πάθος οἰκειωθέντες περιεβλήθημεν), πάντα ὅσα τοῦ ἀλόγου δέρματος περὶ ἡμᾶς ἦν ἐν τῇ ἀπεκδύσει τοῦ χιτῶνος συναποβαλλόμεθα. Ἔστι δὲ ἃ προσέλαβεν ἀπὸ τοῦ ἀλόγου δέρματος, ἡ μίξις, ἡ σύλληψις, ὁ τόκος, ὁ ῥύπος, ἡ θηλὴ, ἡ τροφὴ, ἡ ἐκ 46.149 ποίησις, ἡ κατ' ὀλίγον ἐπὶ τὸ τέλειον αὔξησις, ἡ ἀκμὴ, τὸ γῆρας, ἡ νόσος, ὁ θάνατος. Εἰ οὖν ἐκεῖνο περὶ ἡμᾶς οὐκ ἔσται, πῶς ἡμῖν τὰ ἐξ ἐκείνου ὑπολειφθήσεται; Ὥστε μάταιον ἄλλης