1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

36

Σύρων φωνῇ πρὸς τὴν τῶν Ἑβραίων γλῶτταν ἡ συγγένεια. Καὶ διὰ τί περάτης ἐλέγετο, φησίν; Ἡ Ἰουδαία χώρα,τουτέστιν, ἡ Παλαιστίνη πᾶσα, ἡ ἀπὸ τῆς Αἰγύπτου μέχρι τοῦ Εὐφράτου, κατ' ἀντικρὺ κεῖται τῆς Βαβυλωνίας, ὅθεν ἦν ὁ Ἀβραάμ· καὶ μέσος ῥεῖ δι' ἀμφοτέρων ὁ ποταμὸς, κοινὸν μεθόριον ὢν ἑκατέρας τῆς γῆς. Ἐπεὶ οὖν οὐκ ἀπὸ τῆς Παλαιστίνης ἦν, ἀλλ' ἀπὸ τοῦ πέραν ἦλθεν ἀπὸ τῆς Βαβυλωνίας, διὰ τοῦτο ἀπὸ τοῦ τόπου καὶ τοῦ πράγματος τὸ ὄνομα ἔλαβε, καὶ περάτης ἐλέγετο, ἐπειδὴ ἀπὸ τοῦ πέραν ἦλθε. ∆ιὰ τί δὲ ἀπὸ τοῦ πέραν ἦλθεν; Ἐπειδὴ ὁ Θεὸς ἐκέλευσε. Καὶ διὰ τί ὁ Θεὸς ἐκέλευσεν; Ἵνα δείξῃ τὴν ὑπακοὴν τοῦ δικαίου. Καὶ πῶς ἐδείκνυ τὴν ὑπακοὴν τοῦ δικαίου; Ὅτι διὰ τὸ αὐτοῦ πρόσταγμα τὴν οἰκείαν ἀφεὶς, τὴν ἀλλοτρίαν ἀντὶ ἐκείνης ἠλλάξατο. Εἶδες πόση πλέκεται σειρὰ ἀπὸ τῆς τοῦ δικαίου προσηγορίας; Ὁλόκληρον ἡμῖν πέλαγος ἱστορίας τὸ ὄνομα ἤνοιξε τοῦτο. Μάθε τοίνυν αὐτοῦ τὸ ὄνομα τὸ παλαιὸν, ἵνα ὅταν ἴδῃς αὐτὸν τὴν Παλαιστίνην οἰκοῦντα, διὰ τῆς προσηγορίας αὐτοῦ πρὸς τὴν ἀρχαίαν πατρίδα χειραγωγούμενος, καὶ μανθάνων τὴν αἰτίαν, δι' ἣν αὐτὴν ἐγκατέλιπεν, ἱκανὴν πρὸς τὸν αὐτὸν ζῆλον λάβῃς παράκλησιν. Ἄνθρωπος γὰρ πρὸ νόμου καὶ τῆς ἐννόμου πολιτείας ὢν, τὴν ἐν τῇ χάριτι φιλοσοφίαν ἐπεδείξατο, καὶ ὅπερ ἔλεγεν ὕστερον ὁ Χριστὸς τοῖς ἀποστόλοις· Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐκ ἔστιν, ὅστις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ὃς οὐχ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει· τοῦτο ἐκεῖνος διὰ τῶν ἔργων πρὸ τῆς χάριτος ἐποίησεν. Οὐκ ἀπὸ τούτου δὲ μόνον τὴν φιλοσοφίαν ἔστιν ἰδεῖν τοῦ δικαίου, ἀλλὰ καὶ ἀπὸ τῆς ὑποσχέσεως αὐτῆς τοῦ Θεοῦ. ∆εῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Εἰ γὰρ καὶ ἀμφότεραι αἰσθηταὶ αἱ πατρίδες, ἀλλ' ἡ μὲν οἰκεία ἦν, ἡ δὲ ἀλλοτρία· καὶ ἡ μὲν φανερὰ, ἡ δὲ ἄδηλος· καὶ ἡ μὲν ἐν χερσὶν, ἡ δὲ ἐν ἐλπίσι· καὶ ὅμως τὰ φανερὰ καὶ δῆλα καὶ τὰ ἐν χερσὶν ἀφεὶς, πρὸς τὰ ἀφανῆ καὶ ἄδηλα, καὶ ὧν οὐκ ἦν κύριος ἔτρεχεν, ἵνα σε πείσῃ καὶ παιδεύσῃ, ὅταν ὁ Θεὸς τὰ μὲν δῆλα ἀφεῖναι κελεύῃ, πρὸς δὲ τὰ ἄδηλα βλέπειν, μὴ ἀντιλέγειν, μηδὲ ἀμφισβητεῖν. Οὐ γὰρ οὕτω δῆλά ἐστι τὰ ἐν χερσὶν, ὡς ἐκεῖνα τὰ ἐν ἐλπίσιν· οὐχ οὕτω δήλη ἐστὶν ἡ παροῦσα ζωὴ, ὡς ἐκείνη ἡ μέλλουσα. Ταύτην μὲν γὰρ ὁρῶμεν τοῖς ἡμετέροις ὀφθαλμοῖς, ἐκείνην ὁρῶμεν τοῖς τῆς πίστεως ὀφθαλμοῖς· ταύτην ὁρῶμεν ἐν ταῖς ἡμετέραις χερσὶ κειμένην, ἐκείνην ὁρῶμεν καὶ ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ φυλαττομένην. δʹ. Αἱ δὲ ἐπαγγελίαι τοῦ Θεοῦ πολλῷ δυνατώτεραι τῶν ἡμετέρων χειρῶν. Βούλει μαθεῖν πῶς αὕτη μὲν ἡ ζωὴ ἡ παροῦσα ἐν ἀδήλῳ κεῖται διαπαντὸς, ἐκείνη δὲ ἡ μέλλουσα, ἡ δοκοῦσα ἄδηλος εἶναι, φανερωτέρα τῆς παρούσης ἐστὶ καὶ βεβαιοτέρα καὶ μόνιμος; Ἐξετάσωμεν, εἰ δοκεῖ, τὰ λαμπρὰ τῆς παρούσης ζωῆς, τὸν πλοῦτον, τὴν δόξαν, τὴν δυναστείαν, τὰς τιμὰς τὰς παρὰ ἀνθρώπων· καὶ ὄψει τούτων οὐδὲν ἀδηλότερον. Τί γὰρ ἀπιστότερον πλούτου, τοῦ μηδὲ μέχρι τῆς ἑσπέρας πολλάκις ἡμῖν παραμένοντος; Καθάπερ γὰρ δραπέτης ἀγνώμων ἀπὸ τούτου εἰς ἐκεῖνον συνεχῶς μεθίσταται, καὶ πάλιν ἀπὸ τούτου πρὸς ἄλλον. Τοιοῦτόν τι καὶ ἡ δόξα ἐστίν. Ὁ γὰρ πρὸ τούτου λαμπρὸς καὶ ἐπίσημος, ἄτιμος καὶ ἀνώνυμος ἐξαίφνης 54.626 γίνεται· καὶ τὸ ἐναντίον πάλιν. Καὶ καθάπερ τὸν τροχὸν συνεχῶς στρεφόμενον οὐκ ἔστιν ὁρᾷν ἐπὶ τοῦ αὐτοῦ τῆς ἄντυγος μέρους· τῇ γὰρ πυκνότητι τῆς δίνης διαπαντὸς τὰ ἄνω κάτω γίνεται, καὶ τοὐναντίον πάλιν· οὕτω καὶ ἡ τῶν πραγμάτων τῶν ἡμετέρων φορὰ συνεχῶς στρεφομένη, τὰ ἄνω κάτω ποιεῖ· οὕτω καὶ ἐπὶ τοῦ πλούτου καὶ ἐπὶ τῆς δυναστείας καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Οὐδέποτε ἐπὶ τῆς αὐτῆς ἕστηκεν ἕδρας, ἀλλὰ τὰ τῶν ποταμῶν μιμεῖται ῥεύματα, μηδαμοῦ ποτε ἱστάμενα. Τί οὖν τούτων γένοιτ' ἂν ἀδηλότερον, τῶν οὕτω συνεχῶς μεταβαλλομένων, καὶ πρὶν ἢ φανῆναι ἀφιπταμένων, πρὶν ἢ παραγενέσθαι