1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

37

τινὸς καταστάσεως κατὰ τὴν μέλλουσαν ζωὴν ἐλπιζομένης, διὰ τῶν μηδὲν αὐτῇ κοινωνούντων ἐνίστασθαι πρὸς τὸ δόγμα τῆς ἀναστάσεως.

Τί γὰρ κοινὸν ἔχει ἡ ῥικνότης καὶ πολυσαρκία καὶ τηκεδὼν, καὶ πληθώρα, καὶ εἴ τι ἄλλο τῇ ῥευστῇ φύσει τῶν σωμάτων ἐπισυμβαίνει πρὸς τὴν ζωὴν ἐκείνην, ἣ τῆς ῥοώδους τε καὶ παροδικῆς τοῦ βίου διαγωγῆς ἠλλοτρίωται; Ἓν ζητεῖ μόνον ὁ τῆς ἀνα στάσεως λόγος, τὸ φυῆναι διὰ γενέσεως ἄνθρω πον· μᾶλλον δὲ, καὶ καθώς φησι τὸ Εὐαγγέλιον, εἰ ἐγενήθη ἄνθρωπος εἰς τὸν κόσμον, τὸ δὲ μα κρόβιον ἢ ὠκύμορον, ἢ τὸν τοῦ θανάτου τρόπον τοιῶσ δε ἢ ἑτέρως συμβεβηκέναι, μάταιον τῷ τῆς ἀνα στάσεως λόγῳ συνεξετάζειν. Ὅπως γὰρ ἂν τοῦτο δῶμεν καθ' ὑπόθεσιν ἔχειν, ἐν τῷ ὁμοίῳ πάντως ἐστὶν, οὔτε δυσκολίας, οὔτε ῥᾳστώνης ἐκ τῆς τοιαύτης διαφορᾶς περὶ τὴν ἀνάστασιν οὔσης. Τὸν γὰρ τοῦ ζῇν ἀρξάμενον, ζῆσαι χρὴ πάντως, τῆς ἐν τῷ μέσῳ διὰ τοῦ θανάτου συμβάσης αὐτῷ διαλύσεως ἐν τῇ ἀναστάσει διορθωθείσης. Τὸ δὲ πῶς ἢ πότε ἡ διάλυ σις γίνεται, τί τοῦτο πρὸς τὴν ἀνάστασιν; Πρὸς ἕτερον γὰρ σκοπὸν βλέπει ἡ περὶ τούτου σκέψις, οἷον καθ' ἡδονήν τις ἐβίω, ἢ ἀνιώμενος, κατ' ἀρετὴν ἢ κακίαν, ἐπαινετὸς ἢ ὑπαίτιος, ἐλεεινῶς ἢ μα καρίως παρῆλθε τὸν χρόνον. Ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα ἐκ τοῦ μέτρου τῆς ζωῆς καὶ ἐκ τοῦ εἴ δους κατὰ τὸν βίον εὑρίσκεται, καὶ οὕτω πρὸς τὴν κρίσιν τῶν βεβιωμένων, ἀναγκαῖον ἂν εἴη τῷ κριτῇ πάθος καὶ λώβην, καὶ νόσον, καὶ γῆρας, καὶ ἀκμὴν, καὶ νεότητα, καὶ πλοῦτον, καὶ πενίαν διερευ νᾶσθαι· ὅπως τις δι' ἑκάστου τούτων γενόμενος, ἢ εὖ ἢ κακῶς τὸν συγκληρωθέντα βίον παρέδραμε, καὶ ἢ πολλῶν ἐγένετο δεκτικὸς ἀγαθῶν, ἢ κακῶν, ἐν μακρῷ τῷ χρόνῳ, ἢ οὐδὲ τὴν ἀρχὴν ὅλως ἑκατέρου τούτων ἐφήψατο, ἐν ἀτελεῖ τῇ διανοίᾳ τοῦ ζῇν παυσάμενος; Ὅταν δὲ πρὸς τὴν πρώτην τοῦ ἀνθρώπου κατασκευὴν δι' ἀναστάσεως ὁ Θεὸς ἐπανάγῃ τὴν φύσιν, ἀργὸν ἂν εἴη τὰ τοιαῦτα λέγειν, καὶ τὸ διὰ τῶν τοιούτων ἐνστάσεων οἴεσθαι τὴν τοῦ Θεοῦ δύναμιν πρὸς τὸν σκοπὸν ἐμποδίζεσθαι. 46.152 Σκοπὸς δὲ αὐτῷ εἷς, τὸ τελειωθέντος ἢ διὰ τῶν καθ' ἕκαστον ἀνθρώπων, παντὸς τοῦ τῆς φύσεως ἡμῶν πληρώματος, τῶν μὲν εὐθὺς ἤδη κατὰ τὸν βίον τοῦτον ἀπὸ κακίας κεκαθαρμένων, τῶν δὲ μετὰ ταῦτα διὰ τοῦ πυρὸς τοῖς καθήκουσι χρόνοις ἰατρευθέντων, τῶν δὲ ἐπίσης καὶ τοῦ καλοῦ καὶ τοῦ κακοῦ τὴν πεῖραν παρὰ τὸν τῇδε βίον ἀγνοησάντων, πᾶσι προθεῖναι τὴν μετουσίαν τῶν ἐν αὐτῷ καλῶν, ἅπερ φησὶν ἡ Γραφὴ, μήτε ὀφθαλμὸν ἰδεῖν, μήτε ἀκοὴν δέξασθαι, μήτε λογισμοῖς ἐφικτὸν γενέ σθαι. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶ, κατά γε τὸν ἐμὸν λόγον, ἢ τὸ ἐν αὐτῷ τῷ Θεῷ γενέσθαι· τὸ γὰρ ἀγα θὸν τὸ ὑπὲρ ἀκοὴν καὶ ὀφθαλμὸν καὶ καρδίαν, αὐτὸ ἂν εἴη τὸ τοῦ παντὸς ὑπερκείμενον. Ἡ δὲ τοῦ κατ' ἀρετὴν ἢ κακίαν βίου διαφορὰ ἐν τῷ μετὰ ταῦτα κατὰ τοῦτο δειχθήσεται μάλιστα, ἐν τῷ θᾶττον ἢ σχολαιό τερον μετασχεῖν τῆς ἐλπιζομένης μακαριότητος. Τῷ γὰρ μέτρῳ τῆς ἐγγενομένης ἑκάστῳ κακίας ἀναλογήσεται πάντως καὶ ἡ τῆς ἰατρείας παρά τασις. Ἰατρεία δὲ ἂν εἴη ψυχῆς τὸ τῆς κακίας καθάρσιον· τοῦτο δὲ ἄνευ ἀλγεινῆς διαθέσεως κατορ θωθῆναι οὐχ οἷόν τε, καθὼς ἐν τοῖς προλαβοῦσιν ἐξήτασται. Μᾶλλον δὲ ἄν τις ἐπιγνοίη τῶν ἐνστάσεων τὸ περιττὸν καὶ ἀνοίκειον, εἰς τὸ βάθος τῆς ἀποστο λικῆς διακύψας σοφίας. Τοῖς γὰρ Κορινθίοις τὸ περὶ τούτων σαφηνίζων μυστήριον, τάχα ταῦτα προτεινόντων αὐτῷ κἀκείνων, ἃ παρὰ τῶν νῦν κατ επιχειρούντων τοῦ δόγματος ἐπὶ ἀνατροπῇ τῶν πε πιστευμένων προφέρεται, τῷ ἰδίῳ ἀξιώματι τὸ τῆς ἀμαθίας αὐτῶν ἐπικόπτων θράσος, οὑτωσὶ λέγει. «Ἐρεῖς οὖν μοι· Πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρων,» φησὶ, «σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἢ ἄλλου τινὸς τῶν σπερμάτων· ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν.» Ἐνταῦθα γὰρ ἐπιστομίζειν μοι δοκεῖ τοὺς ἀγνοοῦντας τὰ οἰκεῖα μέτρα τῆς φύσεως, καὶ πρὸς τὴν ἑαυτῶν ἰσχὺν τὴν θείαν ἀντεξετάζοντας δύναμιν, καὶ οἰομένους τοσοῦ