1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

39

μένων, καθὼς ἐπὶ τῶν σπερμάτων, συμβαίνει οὕτως γίνεσθαι τὴν τοῦ οἰκείου ὁλκήν; Ὥστε ἐξ ἁπάντων δυνατὸν εἶναι μαθεῖν, μηδὲν ἔξω τῶν τῇ πείρᾳ γνωρι ζομένων τὸ κήρυγμα περιέχειν τῆς ἀναστάσεως. Καί τοιγε τὸ γνωριμώτατον τῶν ἡμετέρων ἐσιωπήσαμεν, αὐτὴν λέγω τὴν πρώτην τῆς συστάσεως ἡμῶν ἀφορ μήν. Τίς γὰρ οὐκ οἶδε τὴν θαυματοποιίαν τῆς φύσεως, τί λαβοῦσα ἡ μητρῴα νηδὺς, τί ἀπεργάζεται; Ἢ 229 οὐχ ὁρᾷς ὅπως ἀπλοῦν τρόπον τινὰ, καὶ ὁμοιομερές ἐστι τὸ εἰς ἀφορμὴν τῆς συστάσεως τοῦ σώματος τοῖς σπλάγχνοις καταβαλλόμενον; τὴν δὲ ποικιλίαν τοῦ κατασκευαζομένου συγκρίματος τίς λόγος ἐκδιηγή σεται; Τίς δ' ἂν μὴ τῇ κοινῇ φύσει τὸ τοιοῦτον μα θὼν, δυνατὸν ἡγήσαιτο τὸ γινόμενον, ὅτι τὸ βραχύ τε καὶ ἀντ' οὐδενὸς ἐκεῖνο τοῦ τοσούτου πράγματός ἐστιν ἀρχή; μέγα δέ φημι, οὐ μόνον εἰς τὴν κατὰ τὸ σῶμα βλέπων διάπλασιν, ἀλλ' ὃ πρὸ τούτου θαυμάζειν ἄξιον, αὐτὴν λέγω τὴν ψυχὴν, καὶ τὰ περὶ αὐτὴν θεωρούμενα.

ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ.

Πρὸς τοὺς λέγοντας προϋφεστάναι τὰς ψυχὰς τῶν σωμάτων, ἢ τὸ ἔμπαλιν

πρὸ τῶν ψυ χῶν διαπεπλᾶσθαι τὰ σώματα. Ἐν ᾧ τις καὶ ἀνατροπὴ τῆς κατὰ τὰς μετεμψυχώσεις μυθο ποιίας. Τάχα γὰρ οὐκ ἔξω τῆς προκειμένης ἡμῖν πραγμα τείας ἐστὶ, τὸ διεξετάσαι τὸ ἀμφιβαλλόμενον ἐν ταῖς ἐκκλησίαις περὶ ψυχῆς τε καὶ σώματος. Τοῖς μὲν γὰρ τῶν πρὸ ἡμῶν δοκεῖ, οἷς ὁ Περὶ τῶν ἀρχῶν ἐπρα γματεύθη λόγος, καθάπερ τινὰ δῆμον ἐν ἰδιαζούσῃ πο λιτείᾳ τὰς ψυχὰς προϋφεστάναι λέγειν. Προκεῖσθαι δὲ κἀκεῖ τά τε τῆς κακίας καὶ τῆς ἀρετῆς ὑποδείγματα. Καὶ παραμένουσαν μὲν ἐν τῷ καλῷ τὴν ψυχὴν, τῆς πρὸς τὸ σῶμα συμπλοκῆς μένειν ἀπείρατον· εἰ δὲ καὶ ἀποῤῥυῇ τῆς τοῦ ἀγαθοῦ μετουσίας, πρὸς τὸν τῇδε βίον κατολισθαίνειν, καὶ οὕτως ἐν σώματι γίνε σθαι. Ἕτεροι δὲ τῇ κατὰ τὸν Μωσέα τάξει τῆς κατα σκευῆς τοῦ ἀνθρώπου προσέχοντες, δευτέραν εἶναι τὴν ψυχὴν τοῦ σώματος κατὰ τὸν χρόνον φασίν. Ἐπειδὴ πρῶτον λαβὼν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, ἔπλασε τὸν ἄνθρωπον· εἶθ' οὕτως ἐψύχωσε διὰ τοῦ ἐμφυσήματος. Καὶ τούτῳ τῷ λόγῳ προτιμοτέραν ἀποδεικνύουσι τῆς ψυχῆς τὴν σάρκα, τῆς ἐπεισκρινο μένης τὴν προδιαπεπλασμένην.

Λέγουσι γὰρ διὰ τὸ σῶμα τὴν ψυχὴν γενέσθαι, ὡς ἂν μὴ ἄπνουν τε καὶ ἀκίνητον εἴη τὸ πλάσμα. Πᾶν δὲ τὸ διά τι γινόμενον, ἀτιμότερον πάντως ἐστὶ τοῦ δι' ὃ γίνεται. Καθὼς τὸ Εὐαγγέλιον λέγει, ὅτι πλεῖόν ἐστι τῆς τροφῆς ἡ ψυχὴ, καὶ τὸ σῶμα τοῦ ἐνδύματος, διότι τούτων ἕνεκεν ἐκεῖνα. Οὐ γὰρ διὰ τὴν τροφὴν ἡ ψυχὴ, οὐδὲ τοῦ ἐνδύματος χάριν κατεσκευάσθη τὰ σώματα, ἀλλὰ Ἐπεὶ οὖν ἐν ἀμφοτέραις ταῖς ὑπολήψεσιν ὁ λόγος ὑπαίτιος, τῶν τε προβιοτεύειν τὰς ψυχὰς ἐν ἰδίᾳ τινὶ καταστάσει μυθολογούντων, καὶ τῶν ὑστέρας τῶν σωμάτων κατασκευάζεσθαι νομιζόντων· ἀναγκαῖον ἂν εἴη μηδὲν τῶν λεγομένων ἐν τοῖς δόγμασι περιιδεῖν ἀνεξέταστον. Ἀλλὰ τὸ μὲν δι' ἀκριβείας τοὺς ἑκατέ ρωθεν γυμνάζειν λόγους, καὶ πάσας ἐκκαλύπτειν τὰς ἐγκειμένας ἀτοπίας ταῖς ὑπολήψεσι, μακροῦ ἂν δέοιτο καὶ χρόνου καὶ λόγου· δι' ὀλίγων δὲ, καθώς ἐστι δυνατὸν, ἑκάτερον τῶν εἰρημένων ἐπισκεψάμε 232 νοι, πάλιν τῶν προκειμένων ἀντιληψόμεθα. Οἱ τῷ προτέρῳ παριστάμενοι λόγῳ, καὶ πρεσβυτέραν τῆς ἐν σαρκὶ ζωῆς τὴν πολιτείαν τῶν ψυχῶν δογματίζον τες, οὔ μοι δοκοῦσι τῶν Ἑλληνικῶν καθαρεύειν δηγμάτων, τῶν περὶ τῆς μετενσωματώσεως αὐτοῖς μεμυθολογημένων. Εἰ γάρ τις ἀκριβῶς ἐξετάσειε, πρὸς τοῦτο κατὰ πᾶσαν ἀνάγκην τὸν λόγον αὐτοῖς εὑρήσει κατασυρόμενον, ὅν φασί τινα τῶν παρ' ἐκείνοις σοφῶν εἰρηκέναι, ὅτι ἀνὴρ γέγονεν ὁ αὐτὸς, καὶ γυναικὸς σῶμα μετημφιάσατο, καὶ μετ' ὀρνέων ἀνέπτη, καὶ θάμνος ἔφυ, καὶ τὸν ἔνυδρον ἔλαχε βίον. Οὐ πόῤῥω τῆς ἀληθείας κατά γε τὴν ἐμὴν κρίσιν φερόμενος, ὁ περὶ αὐτοῦ