1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

39

Νῶε πατὴρ, τοῦ Νῶε ἐκείνου, ἐφ' οὗ ὁ κατακλυσμὸς ἐγένετο, οὐκ ἦν δίκαιος, οὐκ ἦν εὐάρεστος τῷ Θεῷ, οὐκ ἦν δόκιμος τῷ Θεῷ· εἰ γὰρ ἦν δίκαιος, εἰ ἦν εὐάρεστος, εἰ ἦν εὐδόκιμος τῷ Θεῷ, οὐκ ἂν εἶπεν, ὅτι Νῶε μόνος εὑρέθη τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· οὐκ ἂν παρέδραμε τοῦ δικαίου τὸν πατέρα, εἰ δίκαιος ἦν. Τί οὖν ἐκεῖνος; Ἐπέθηκεν ὄνομα τῷ παιδίῳ, πολλὴν ἔχον τῶν μελλόντων πραγμάτων τὴν ἱστορίαν, καὶ αὐτὸ προφητεία ἦν ἡ προσηγορία τοῦ δικαίου. Τὸ γὰρ ὄνομα τοῦτο τὸν μέλλοντα κατακλυσμὸν ἔσεσθαι ἐδήλου. Καὶ πῶς τὸν μέλλοντα ἔσεσθαι κατακλυσμὸν ἐδήλου τὸ ὄνομα τοῦ Νῶε; Τὸ, Νῶε, τοῦτο τὸ ὄνομα Ἑβραϊκῆ λέγεται γλώττῃ καὶ ἑρμηνεύεται, ὁ ἀναπαύων. Τὸ γὰρ, Νία, τῇ Σύρων φωνῇ, ἀνάπαυσίς ἐστιν. Ὥσπερ οὖν ἐκεῖ ἀπὸ τοῦ Ἄβαρ, ὅπερ ἐστὶ πέρα, Ἀβραὰμ ἐλέγετο, καὶ ἀπὸ τοῦ Αἰδὲμ, ὅπερ ἐστὶ γῆ, Ἀδὰμ ἐλέγετο, ὅπερ ἐστὶ γήϊνος· οὕτω καὶ ἐνταῦθα ἀπὸ τοῦ Νία, ὅπερ ἐστὶν ἀνάπαυσις, Νῶε ἐκλήθη, ὅπερ ἐστὶν ἀναπαύων δηλοῖ δὲ τοῦτο καὶ ἡ ἐπαγωγή. Ἐκάλεσε γὰρ αὐτὸν Νῶε, λέγων· Οὗτος ἡμᾶς διαναπαύσει, ἀνάπαυσιν τὸν κατακλυσμὸν καλῶν. Ἐπειδὴ γὰρ ἔμελλεν ἐπ' αὐτοῦ ὁ κατακλυσμὸς γίνεσθαι, ὁ δὲ κατακλυσμὸς θάνατος ἦν, Θάνατος δὲ ἀνδρὶ ἀνάπαυσις, διὰ τοῦτο τὸν ἄνθρωπον, ἐφ' οὗ γέγονεν ὁ κατακλυσμὸς, τὴν ἀναπαύοντα ἐκάλεσε. ςʹ. Καὶ ὅτι οὐ βιάζομαι τὴν ἑρμηνείαν, ἀπ' αὐτῆς τῆς Γραφῆς ἀκούσωμεν τοῦτο. Ἔζησε Λάμεχ ἔτη ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν, καὶ ἐγέννησεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων· Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν πόνων ἡμῶν, καὶ τῶν λυπῶν, καὶ τῶν ἔργων τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο ὁ Θεός. Τί λέγεις, Ἀναπαύσει ἡμᾶς; Καὶ διὰ τί μὴ εἶπε, φησὶν, Οὗτος ἀποκτενεῖ ἡμᾶς, οὗτος ποιήσει τὸν κατακλυσμὸν γενέσθαι· ἀλλ' εἶπεν, Ἀναπαύσει ἡμᾶς; Ἀνεστοιχειώθη ἡ κτίσις ἅπασα, ἄβυσσοι ἀνεῤῥάγησαν κάτωθεν, καταῤῥάκται ἀνεῴχθησαν ἄνωθεν, ἅπαντα πέλαγος ἦν ξένον καὶ παράδοξον καὶ φρικῶδες, καὶ ἐν τάφῳ κοινῷ τῇ ἰλύϊ καὶ σώματα ἀνθρώπων καὶ σώματα ἵππων καὶ θηρίων ἐκρύπτετο· καὶ τοσαῦτα κακὰ, εἰπέ μοι, καὶ τοσαύτην συμφορὰν ἀνάπαυσιν καλεῖς; Ναὶ, φησίν. Ἐπειδὴ γὰρ ἐν κακίᾳ ἔζων οἱ ἄνθρωποι, ὁ δὲ κατακλυσμὸς τὴν κακίαν ἀνέκοψεν, οἱ τῆς κακίας ἀπαλλαγέντες ἀνέπαυσαν. Καθάπερ γὰρ σῶμα ποικίλοις νοσήμασι κατεχόμενον, καὶ ἰατρείαν οὐδεμίαν εὑρίσκον, ἐὰν ἐπελθὼν ὁ θάνατος λαβῇ, ἀνέπαυσεν· οὕτω δὴ καὶ τὴν τῶν ἀνθρώπων ἐκείνων γενεὰν, καθάπερ σῶμα ἀνίατα νόσουν καὶ πολλοῖς προκατειλημμένον δεινοῖς παραμυθίαν οὐδεμίαν ἔχουσιν, 54.630 ἐπελθὼν ὁ κατακλυσμὸς ἐξήρπασε καὶ ἀνέπαυσεν. Εἰ γὰρ Θάνατος ἀνδρὶ ἀνάπαυσις, πολλῷ μᾶλλον τοῖς ἐν κακίᾳ ἀδιορθώτως ζῶσιν ἀνάπαυσις ὁ θάνατος, τῶν πόνων αὐτοὺς ἀπαλλάττων, καὶ οὐκ ἐῶν περαιτέρω τῆς πονηρίας τὴν νομὴν προελθεῖν, οὐδὲ βαρύτερον τοῦ ὄντος γενέσθαι τῶν ἁμαρτημάτων τὸ φορτίον. Οὐδὲν γὰρ οὕτω βαρὺ καὶ δυσβάστακτον, ὡς ἁμαρτίας φύσις· οὐδὲν οὕτω κάματον καὶ πόνον ἡμῖν παρέχει, ὡς τὸ τῆς πονηρίας εἶδος καὶ τὰ πλημμελήματα. ∆ιὰ τοῦτο ὁ Χριστὸς τοῖς ἐν ἁμαρτίαις ζῶσι ἔλεγε· ∆εῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ∆ιὰ τοῦτο καὶ ὁ Λάμεχ ἀνάπαυσιν τὸν κατακλυσμὸν ἐκάλεσεν, ἐπελθόντα καὶ στήσαντα τὴν πονηρίαν. Ἐβουλόμην περαιτέρω τὸν λόγον ἐκτεῖναι τοῦτον· καὶ γὰρ πολλὰ ὑπολέλειπται ἀπὸ τῆς προσηγορίας τοῦ Νῶε· ἀλλὰ τέως ταῦτα τῇ μνήμῃ τῆς ὑμετέρας διανοίας ἐναποθέμενοι, καὶ πρὸς τοὺς ἡμετέρους ἀδελφοὺς τοὺς ἀπολειφθέντας εἰπόντες, ἵνα μὴ πάλιν ἀναγκαζώμεθα μακρότερα ποιεῖν τὰ προοίμια, τῶν εἰρημένων τὴν ἀκολουθίαν ἀναλαμβάνοντες, εἰς εὐχὰς τὸν λόγον καταλύσωμεν, εὐχαριστοῦντες τῷ ταῦτα δεδωκότι εἰπεῖν Θεῷ, ὅτι αὐτῷ ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.