1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

42

κατανοῆσαι. Τεκμήριον γὰρ τοῦ ζῇν ἐπὶ τῶν ἀνθρώπων ποιούμεθα, τὸ θερμὸν εἶναί τινα καὶ ἐνεργὸν καὶ κινούμενον. Τὸ δὲ κατεψυγμένον τε καὶ ἀκίνητον ἐπὶ τῶν σωμάτων, οὐδὲν ἕτερον εἰ μὴ νεκρότης ἐστίν. Ἐπειδὴ τοίνυν ἔνθερμόν τε καὶ ἐνερ γὸν θεωροῦμεν τοῦτο, περὶ οὗ τὸν λόγον ποιούμεθα, τὸ μηδὲ ἄψυχον εἶναι διὰ τούτων συντεκμαιρόμεθα. Ἀλλ' ὥσπερ κατὰ τὸ σωματικὸν αὐτοῦ μέρος οὐ σάρκα φαμὲν αὐτὸ, καὶ ὀστέα, καὶ τρίχας, καὶ ὅσα περὶ τὸ ἀνθρώπινον καθορᾶται, ἀλλὰ τῇ δυνάμει μὲν τούτων ἕκαστον εἶναι, οὔπω δὲ κατὰ τὸ ὁρώμενον φαίνεσθαι· οὕτω καὶ ἐπὶ τοῦ ψυχικοῦ μέρους οὔπω μὲν τὸ λογικὸν καὶ ἐπιθυμητικὸν καὶ θυμοειδὲς, καὶ ὅσα περὶ ψυχὴν καθορᾶται, καὶ ἐν ἐκείνῳ χώραν ἔχειν φαμὲν, ἀναλόγως δὲ τῆς τοῦ σώματος κατα σκευῆς τε καὶ τελειώσεως, καὶ τὰς τῆς ψυχῆς ἐνερ γείας τῷ ὑποκειμένῳ συναύξεσθαι. Ὥσπερ γὰρ τε λειωθεὶς ὁ ἄνθρωπος ἐν τοῖς μείζοσιν, ἔχει διαφαι νομένην τῆς ψυχῆς τὴν ἐνέργειαν· οὕτως ἐν ἀρχῇ τῆς συστάσεως τὴν κατάλληλόν τε καὶ σύμμετρον τῇ παρούσῃ χρείᾳ συνέργειαν τῆς ψυχῆς ἐφ' ἑαυτοῦ διαδείκνυσιν, ἐν τῷ κατασκευάζειν αὐτὴν ἑαυτῇ διὰ τῆς ἐντεθείσης ὕλης τὸ προσφυὲς οἰκητήριον. Οὐδὲ γὰρ εἶναι δυνατὸν λογιζόμεθα, ἀλλοτρίαις οἰκοδομαῖς τὴν ψυχὴν ἐναρμόζεσθαι, ὡς οὐκ ἔστι τὴν ἐν τῷ κηρῷ σφραγίδα πρὸς ἀλλοτρίαν ἁρμοσθῆναι γλυφήν. Καθάπερ γὰρ τὸ σῶμα ἐκ βραχυτάτου πρὸς τὸ τέλειον πρόεισιν, οὕτω καὶ ἡ τῆς ψυχῆς ἐνέργεια καταλλήλως ἐμφυομένη τῷ ὑποκειμένῳ, συνεπιδίδωσι καὶ συναύξεται.

Προηγεῖται μὲν γὰρ αὐτῆς ἐν τῇ πρώτῃ κατασκευῇ οἶον ῥίζης τινὸς ἐν τῇ γῇ κατα κρυφθείσης ἡ αὐξητική τε καὶ θρεπτικὴ δύναμις μόνη. Οὐ γὰρ χωρεῖ τὸ περισσότερον ἡ τοῦ δεχομέ νου βραχύτης. Εἶτα προελθόντος εἰς φῶς τοῦ φυτοῦ, καὶ ἡλίῳ τὴν βλάστην δείξαντος, ἡ αἰσθητικὴ χάρις ἐπήνθησεν. Ἁδρυνθέντος δὲ ἤδη καὶ εἰς σύμμετρον μῆκος ἀναδραμόντος, καθάπερ τις καρπὸς διαλάμπειν ἡ λογικὴ δύναμις ἄρχεται, οὐ πᾶσα ἀθρόως ἐκφαι νομένη· ἀλλὰ τῇ τοῦ ὀργάνου τελειώσει δι' ἐπιμε λείας συναύξουσα, τοσοῦτον ἀεὶ καρποφοροῦσα, ὅσον χωρεῖ τοῦ ὑποκειμένου ἡ δύναμις. Εἰ δὲ ζητεῖς ἐν τῇ τοῦ σώματος πλάσει τὰς ψυχικὰς ἐνεργείας, πρόσεχε σεαυτῷ, φησὶ Μωσῆς, καὶ ἀναγνώσῃ καθά περ ἐν βίβλῳ τῶν τῆς ψυχῆς ἔργων τὴν ἱστορίαν. Αὐτὴ γάρ σοι διηγείται ἡ φύσις, λόγου παντὸς ἐναρ γέστερον, τὰς ποικίλας ἐν τῷ σώματι τῆς ψυχῆς ἀσχολίας, ἔν τε ταῖς καθόλου καὶ ἐν ταῖς ἐπὶ μέρους διασκευαῖς. Ἀλλὰ περιττὸν οἶμαι λόγῳ τὰ καθ' ἡμᾶς αὐτοὺς διεξιέναι, καθάπερ τι τῶν ὑπερορίων διηγουμένους θαυμάτων. Τίς γὰρ ἑαυτὸν βλέπων, 240 λόγῳ δεῖται τὴν οἰκείαν φύσιν διδάσκεσθαι; δυνατὸν γάρ ἐστι τὸν τῆς ζωῆς τρόπον κατανοήσαντα, καὶ ὡς πρὸς πᾶσαν ζωτικὴν ἐνέργειαν ἐπιτηδείως ἔχει τὸ σῶμα καταμαθόντα, γνῶναι περὶ τί κατησχολήθη τὸ φυσικὸν τῆς ψυχῆς παρὰ τὴν πρώτην τοῦ γινομένον διάπλασιν. Ὥστε καὶ διὰ τούτου φανερὸν εἶναι τοῖς οὐκ ἀνεπισκέπτοις, τὸ μὴ νεκρόν τε καὶ ἄψυχον ἐν τῷ ἐργαστηρίῳ γενέσθαι τῆς φύσεως, ὃ πρὸς τὴν τοῦ ζώου φυτείαν ἐκ τοῦ ζῶντος σώματος ἀποσπα σθὲν ἐνετέθη. Καὶ γὰρ καὶ τῶν καρπῶν τὰς ἐντε ριώνας, καὶ τὰς τῶν ῥιζῶν ἀποσπάδας οὐ νεκρωθεί σας τῆς ἐγκειμένης τῇ φύσει ζωτικῆς δυνάμεως τῇ γῇ καταβάλλομεν, ἀλλὰ συντηρούσας ἐν ἑαυταῖς κε κρυμμένην μὲν, ζῶσαν δὲ πάντως τοῦ πρωτοτύπου τὴν ἰδιότητα. Τὴν δὲ τοιαύτην δύναμιν οὐκ ἐντίθη σιν ἡ περιέχουσα γῆ ἔξωθεν παρ' ἑαυτῆς ἐπεισκρί νουσα· ἦ γὰρ ἂν καὶ τὰ νεκρὰ τῶν ξύλων εἰς βλάστην προήγετο· ἀλλὰ τὴν ἐπικειμένην ἔκδηλον ἀπεργά ζεται, διὰ τῆς οἰκείας ἰκμάδος τιθηνουμένη εἰς ῥί ζαν, καὶ φλοιὸν, καὶ ἐντεριώνην, καὶ τὰς τῶν κλά δων ἐκφύσεις τὸ φυτὸν τελειοῦσα. Ὅπερ οὐχ οἷόν τε ἦν γίνεσθαι, μή τινος φυσικῆς δυνάμεως συνεν τεθείσης, ἥτις τὴν συγγενῆ καὶ κατάλληλον ἐκ τῶν παρακειμένων τροφὴν εἰς ἑαυτὴν ἕλκουσα, θάμνος, ἢ δένδρον, ἢ στάχυς, ἤ τι τῶν φρυγανικῶν βλαστημάτων ἐγένετο.