43
ΚΕΦΑΛΑΙΟΝ Λʹ. Θεωρία τις ἰατρικωτέρα περὶ τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς δι' ὀλίγων.
Ἀλλὰ τὴν μὲν ἀκριβῆ τοῦ σώματος ἡμῶν δια σκευὴν διδάσκει μὲν ἕκαστος ἑαυτὸν, ἐξ ὧν ὁρᾷ τε καὶ ζῇ καὶ αἰσθάνεται, τὴν ἰδίαν ἑαυτοῦ φύ σιν διδάσκαλον ἔχων. Ἔξεστι δὲ καὶ τὴν ἐν βί βλοις φιλοπονηθεῖσαν τοῖς τὰ τοιαῦτα σοφοῖς περὶ τούτων ἱστορίαν ἀναλαβόντι, πάντα δι' ἀκριβείας μαθεῖν. Ὧν οἱ μὲν ὅπως ἔχει θέσεως τὰ καθέκαστον τῶν ἐν ἡμῖν, διὰ τῆς ἀνατομῆς ἐδιδάχθησαν· οἱ δὲ καὶ πρὸς ὅ τι γέγονε πάντα τὰ τοῦ σώματος μόρια κατενόησάν τε καὶ διηγήσαντο, ὡς ἀρκοῦσαν ἐντεῦθεν τῆς ἀνθρωπίνης κατασκευῆς τὴν γνῶσιν τοῖς φιλοπό νοις γενέσθαι. Εἰ δέ τις ἐπιζητοίη πάντων αὐτῶν τὴν ἐκκλησίαν διδάσκαλον γίνεσθαι, ὡς εἰς μηδὲν τῆς ἔξωθεν φωνῆς ἐπιδεῖσθαι (οὗτος γὰρ τῶν πνευματι κῶν προβάτων ὁ νόμος, καθώς φησιν ὁ Κύριος, τὸ ἀλλοτρίας μὴ ἀκούειν φωνῆς), διὰ βραχέων καὶ τὸν περὶ τούτων λόγον διαληψόμεθα.
Τρία περὶ τὴν τοῦ σώματος ἐνοήσαμεν φύσιν, ὧν χάριν τὰ καθ' ἕκαστον τῶν ἐν ἡμῖν κατεσκεύασται. Τὰ μὲν γὰρ διὰ τὸ ζῇν, τὰ δὲ διὰ τὸ καλῶς ζῇν, ἕτερα δὲ πρὸς τὴν διαδοχὴν τῶν ἐπιγινομένων ἐπιτηδείως ἔχει. Ὅσα μὲν οὖν ἐν ἡμῖν τοιαῦτά ἐστιν, ὧν ἄνευ συστῆναι τὴν ἀνθρω πίνην ζωὴν οὐκ ἐνδέχεται, ἐν τρισὶ μορίοις κατενο ήσαμεν· ἐν ἐγκεφάλῳ, καὶ καρδίᾳ, καὶ ἥπατι. Ὅσα δὲ προσθήκη τίς ἐστι τῶν ἀγαθῶν, καὶ φιλοτιμία τῆς φύσεως, τὸ εὖ ζῇν δι' ἐκείνων τῷ ἀνθρώπῳ χαριζο 241 μένης, τὰ περὶ τὴν αἴσθησίν ἐστιν ὄργανα. Τὰ γὰρ τοιαῦτα τὴν ζωὴν μὲν οὐ συνίστησιν, ἐπεὶ καὶ λιπόν των τινῶν πολλάκις, οὐδὲν ἧττον ἐν τῷ ζῇν ἐστιν ὁ ἄνθρωπος, ἀλλ' ἀμήχανον δίχα τούτων τῶν ἐνεργειῶν, τῶν κατὰ τὴν ζωὴν ἡδέων τὴν μετουσίαν ἔχειν. Ὁ δὲ τρίτος σκοπὸς πρὸς τὸ ἐφεξῆς τε καὶ τὴν διαδοχὴν βλέπει. Ἔστι δὲ καὶ ἄλλα τινὰ παρὰ ταῦτα, ἃ πρὸς διαμονὴν κοινὰ τοῖς πᾶσιν ὑπόκειται. τὰς καταλλήλους προσθήκας δι' ἑαυτῶν ἐπεισάγοντα, ὡς κοιλία καὶ πνεύμων, ὁ μὲν τῷ πνεύματι τὸ ἐγκάρ διον πῦρ ἀναῤῥιπίζων, ἡ δὲ τοῖς σπλάγχνοις τὴν τροφὴν εἰσοικίζουσα. Οὕτω τοίνυν τῆς κατασκευῆς τῆς ἐν ἡμῖν διῃρημένης, ἔστιν ἀκριβῶς κατανοῆσαι, ὅτι οὐ μονοειδῶς ἡμῖν δι' ἑνός τινος ἡ πρὸς τὸ ζῇν δύναμις διεξάγεται· ἀλλὰ πλείοσι μορίοις ἡ φύσις τὰς πρὸς τὴν σύστασιν ἡμῶν ἀφορμὰς ἐπινείμασα, ἀναγκαίαν ποιεῖ πρὸς τὸ ὅλον τὴν παρ' ἑκάστου συν εισφοράν. Ὥστε καὶ ὅσα πρὸς ἀσφάλειαν τῆς ζωῆς καὶ κάλλος ἡ φύσις ἐπετεχνάσατο, πλείω τέ ἐστι ταῦτα, καὶ πολλὴν πρὸς ἄλληλα τὴν διαφορὰν ἔχει. Ἀλλ' οἶμαι διελέσθαι πρότερον ἐν ὀλίγῳ χρῆναι τῶν πρὸς τὴν σύστασιν τῆς ζωῆς συντελούντων ἡμῖν τὰς πρώτας ἀρχάς. Ἡ μὲν οὖν τοῦ παντὸς σώματος ὕλη κοινὴ τοῖς καθ' ἕκαστον μέλεσιν ὑποκειμένη, σι γάσθω τανῦν· οὐδὲν γὰρ πρὸς τὸν σκοπὸν ἡμῖν συντελέσει ἡ καθόλου φυσιολογία πρὸς τὴν μερικὴν θεωρίαν. Ὁμολογουμένου τοίνυν παρὰ πᾶσι τοῦ πάντων ἐν ἡμῖν εἶναι τῶν στοιχειωδῶς ἐν τῷ κόσμῳ θεωρουμένων τὴν μοῖραν, τοῦ τε θερμοῦ καὶ τοῦ ψύχοντος, καὶ τῆς ἑτέρας συζυγίας τῆς κατὰ τὸ ὑγρόν τε καὶ ξηρὸν νοουμένης, τὰ καθ' ἕκαστον ἡμῖν διαληπτέον. Οὐκοῦν ὁρῶμεν τρεῖς τὰς διοικητικὰς τῆς ζωῆς δυνάμεις, ὧν ἡ μὲν διαθάλπει τὸ πᾶν τῇ θερμότητι, ἡ δὲ ὑπονοτίζει τῇ ἰκμάδι τὸ θερμαινόμενον, ὡς ἂν τῇ ἰσοκρατείᾳ τῆς τῶν ἐναντίων ποιότητος, ἐπὶ τοῦ μέσου συντηροῖτο τὸ ζῶον, μήτε τοῦ ὑγροῦ κατα φρυγομένου τῷ πλεονασμῷ τῆς θερμότητος, μήτε τοῦ θερμοῦ σβεννυμένου τῇ ἐπικρατείᾳ τοῦ καθυ γραίνοντος. Ἡ δὲ τρίτη δύναμις συνέχει δι' ἑαυτῆς κατά τινα συμβολήν τε καὶ ἁρμονίαν τὰ διακεκρι μένα τῶν ἄρθρων τοῖς παρ' ἑαυτῆς συνδέσμοις ἁρ μόζουσα, καὶ πᾶσιν ἐπιπέμπουσα τὴν αὐτοκίνητόν τε καὶ προαιρετικὴν δύναμιν· ἧς ἐπιλειπούσης, πέρατον γίνεται, καὶ νεκρῶδες τὸ μέρος, τοῦ προαιρετικοῦ πνεύματος ἀμοιρῆσαν. Μᾶλλον δὲ πρὸ τούτων ἄξιον κατανοῆσαι τὸ τεχνικὸν τῆς φύσεως ἡμῶν ἐν αὐτῇ τῇ δημιουργίᾳ τοῦ