1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

45

τοῦτο οἱ τοῦ αἵματος ὀχετοὶ, καθάπερ ἐκ πηγῆς τινος τοῦ ἥπατος ἀφορμηθέντες τῷ θερμῷ πνεύματι πανταχῆ κατὰ τὸ σῶμα συμπαροδεύουσιν, ὡς ἂν μὴ μονωθὲν τοῦ ἑτέρου τὸ ἕτερον, διαφθείρῃ τὴν φύσιν, πάθος γενόμενον.

Παιδευέτω τοῦτο τοὺς ἀτακτοῦντας περὶ τὸ ἴσον, διδαχθέντας παρὰ τῆς φύσεως, ὅτι ἡ πλεονεξία φθοροποιόν τι πάθος ἐστίν. Ἀλλ' ἐπειδὴ μόνον ἀπροσδεές ἐστι τὸ Θεῖον, ἡ δὲ ἀνθρωπίνη πτω χεία τῶν ἔξωθεν πρὸς τὴν ἰδίαν σύστασιν ἐπιδέεται, διὰ τοῦτο ταῖς τρισὶ ταύταις δυνάμεσι, δι' ὧν ἔφαμεν ἅπαν οἰκονομεῖσθαι τὸ σῶμα, ἐπίῤῥυτον ἔξωθεν ἐπεισάγει τὴν ὕλην, διαφόροις εἰσόδοις τὸ κατάλληλον αὐταῖς εἰσοικίζουσα. Τῇ μὲν γὰρ πηγῇ τοῦ αἵματος, ἤ τις τὸ ἧπάρ ἐστι, τὴν διὰ τῆς τροφῆς χορηγίαν ὑπέθηκε. Τὸ γὰρ ἐπεισαγόμενον ἀεὶ διὰ ταύτης, τὰς τοῦ αἵματος πηγὰς βρύειν διὰ τοῦ ἥπατος παρασκευάζει, καθάπερ ἡ ἐπὶ τοῦ ὅρους χιὼν διὰ τῆς οἰκείας ἰκμά δος τὰς κατὰ τὴν ὑπώρειαν αὔξει πηγὰς, διὰ τοῦ βάθους τὸ οἰκεῖον ὑγρὸν ἐπὶ τὰς κάτω φλέβας συνθλίβουσα. Τὸ δὲ ἐγκάρδιον πνεῦμα διὰ τοῦ γείτονος ἐπεισ άγεται σπλάγχνου, ὃ καλεῖται μὲν πνεύμων, ἐστὶ δὲ τοῦ ἀέρος δοχεῖον, διὰ τῆς ἐγκειμένης ἀρτηρίας τῆς ἐπὶ τὸ στόμα διηκούσης, τὸ ἔξωθεν πνεῦμα ταῖς ἀναπνοαῖς ἐφελκόμενον. Ὧ κατὰ τὸ μέσον ἡ καρδία ἐνειλημμένη, κατὰ μίμησιν τῆς τοῦ ἀεικινήτου πυρὸς ἐνεργείας, ἀδιαλείπτως καὶ αὐτὴ κινουμένη, οἷόν τι ποιοῦσιν ἐν τοῖς χαλκείοις αἱ φύσαι, ἕλκει τε πρὸς ἑαυτὴν ἐκ τοῦ παρακειμένου πνεύμο νος πληροῦσα τῇ διαστολῇ τὰς κοιλότητας, καὶ τὸ πυρῶδες ἑαυτῆς ἐκριπίζουσα, ταῖς ἐχομέναις ἀρτη ρίαις ἐμπνεῖ. Καὶ τοῦτο ποιοῦσα οὐ διαλείπει, τὸ μὲν ἔξωθεν διὰ τῆς διαστολῆς εἰς τὰς ἰδίας κοιλότη τας ἕλκουσα, τὸ δὲ παρ' ἑαυτῆς διὰ τῆς συμπτώσεως ταῖς ἀρτηρίαις εἰσκρίνουσα. Ὅ μοι δοκεῖ καὶ τῆς αὐτομάτου ταύτης ἀναπνοῆς αἴτιον ἡμῖν γίνεσθαι. Πολλάκις γὰρ ὁ μὲν νοῦς ἄσχολός ἐστι πρὸς ἑτέρους ἣ καὶ παντάπασιν ἠρεμεῖ, λυθέντος ἐν τῷ ὕπνῳ τοῦ σώματος, ἡ δὲ ἀναπνοὴ τοῦ ἀέρος οὐ διαλείπει, μηδ' ὁτιοῦν συνεργούσης εἰς τοῦτο τῆς προαιρέσεως. Οἶμαι γὰρ, ἐπειδὴ περιείληπται τῷ πνεύμονι ἡ καρδία, καὶ προσπέφυκεν αὐτῷ κατὰ τὸ ὀπίσθιον ἑαυτῆς μέρος, ταῖς ἰδίαις διαστολαῖς καὶ συμπτώσεσι συγκινοῦσα τὸ σπλάγχνον, τὴν τοῦ ἀέρος ὁλκήν τε καὶ ἐμπνοὴν ἐκμηχανᾶσθαι τῷ πνεύμονι. Ἀραιὸς γάρ τις ὢν καὶ πολύπορος, καὶ πάσας τὰς ἐν αὐτῷ κοιλότητας πρὸς τὸν πυθμένα τῆς ἀρτηρίας ἀνεστομω 248 μένας ἔχων, συστελλόμενος μὲν καὶ συμπίπτων τὸ ἐναπολειφθὲν τοῖς κοίλοις πνεῦμα κατ' ἀνάγκην ἐκπιέζων προΐεται. Ὑποχωρῶν δὲ καὶ ἀνοιγόμενος, ἐπισπᾶται τῇ διαστάσει πρὸς τὸ κενούμενον διὰ τῆς ὁλκῆς τὸν ἀέρα. Καὶ αὕτη ἐστὶ τῆς ἀπροαιρέτου ταύ της ἀναπνοῆς αἰτία, ἡ τοῦ ἀτρεμεῖν τὸ πυρῶδες ἀδυ ναμία. Ἐπειδὴ γὰρ ἴδιόν ἐστι τοῦ θερμοῦ ἡ κατὰ τὴν κίνησιν ἐνέργεια, τούτου δὲ τὰς ἀρχὰς ἐν τῇ καρδίᾳ κατενοήσαμεν, τὸ διηνεκὲς τῆς ἐν τῷ μέρει τούτῳ κινήσεως τὴν ἀδιάλειπτον τοῦ ἀέρος ὁρμήν τε καὶ ἐμπνοὴν διὰ τοῦ πνεύματος ἀπεργάζεται. ∆ιὸ καὶ παρὰ φύσιν ἐπιταθέντος τοῦ πυρώδους, τὸ ἆσθμα τῶν διακαιομένων τῷ πυρετῷ συνεχέστερον γίνεται, ὥσπερ ἐπειγομένης τῆς καρδίας τὸν ἐγκείμενον ἐν αὐτῇ φλογμὸν τῷ νεαρωτέρῳ πνεύματι κατασβεν νύειν.

Ἀλλ' ἐπειδὴ πενιχρά τίς ἐστιν ἡμῶν ἡ φύσις, καὶ τῶν πρὸς τὴν ἰδίαν σύστασιν διὰ πάντων ἐπιδεὴς, οὐκ ἀέρος μόνον ἰδίου πτωχεύει, καὶ πνεύματος, τοῦ τὸ θερμὸν διεγείροντος, ὅπερ ἔξωθεν πρὸς τὴν τοῦ ζώου συντήρησιν διηνεκῶς ἐπεισάγεται· ἀλλὰ καὶ τὴν ὑπερείδουσαν τὸν τοῦ σώματος ὄγκον τροφὴν ἐπίκτη τον ἔχει. ∆ιὰ τοῦτο σιτίοις τε καὶ ποτοῖς ἀναπληροῖ τὸ ἐνδέον, ἑλκτικήν τινα τοῦ λείποντος δύναμιν καὶ ἀπωστικὴν τοῦ περιττεύοντος ἐνθεῖσα τῷ σώματι, οὐδὲ πρὸς τοῦτο τοῦ ἐγκαρδίου πυρὸς μικρὰν παρεχο μένου τῇ φύσει συνέργειαν. Ἐπειδὴ γὰρ τὸ κυριώ τατον τῶν ζωτικῶν μορίων κατὰ τὸν ἀποδοθέντα λό γον ἡ καρδία ἐστὶν, ἡ τῷ θερμῷ πνεύματι ζωπυροῦσα τὰ καθέκαστον μέρη, πανταχόθεν αὐτὴν ἐνεργὸν εἶναι τῷ δραστικῷ τῆς δυνάμεως, ὁ πλάστης ἡμῶν ἐποίησεν, ὡς ἂν μηδὲν αὐτῆς μέρος