45
ζητούντων "ἠδυνήθημεν." 125 Οὕτω τούτου τὰς μιαιφόνους ἐκείνων διαφυγόντος χεῖρας, Γεώρ γιος μὲν λύκος ἕτερος τῶν προβάτων ἐκείνων ἐπιστεύθη τὴν ἐξουσίαν, ὠμότερον δὲ λύκου παντὸς καὶ ἄρκτου καὶ παρδάλεως τοῖς προβάτοις ἐχρῆτο. τὰς μὲν γὰρ διὰ βίου τὴν παρθενίαν ὑπεσχημένας οὐ τὴν Ἀθανασίου μόνον ἀρνεῖσθαι κοινωνίαν ἀλλὰ καὶ τῶν πατέρων ἀνα θεματίζειν τὴν πίστιν ἠνάγκαζε. σύνεργον δὲ τῆς ὠμότητος εἶχε Σεβαστιανόν τινα τῶν στρατιωτικῶν καταλόγων ἡγούμενον, ὃς ἐν μέσῃ τῇ πόλει πυρὰν ἀνάψας καὶ ταύτῃ τὰς παρθένους γυμνὰς παρα στήσας ἀρνεῖσθαι τὴν πίστιν ἐκέλευεν. αἱ δὲ θέαμα δεινὸν ὁμοῦ καὶ ἐλεεινὸν πιστοῖς ὁμοῦ καὶ ἀπίστοις προκείμεναι, καὶ τὴν ἐσχάτην ἀτιμίαν τιμὴν μεγίστην ἐνόμιζον καὶ τὰς ὑπὲρ τῆς πίστεως μάστιγας ἀσμένως ὑπέμενον. καὶ ταῦτα δὲ σαφέστερον ὁ τούτων ποιμὴν διηγήσεται. "Εἶτα ἐλθὼν τῇ Τεσσαρακοστῇ ὁ παρ' αὐτῶν ἀποσταλεὶς ἐκ "Καππαδοκίας Γεώργιος ηὔξησεν ἃ παρ' αὐτῶν μεμάθηκε κακά. μετὰ "γὰρ τὰ ἕβδομα τοῦ Πάσχα παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο, "ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι, ὀρφανῶν καὶ χηρῶν "ἡρπάζοντο αἱ οἰκίαι, καὶ ἁρπαγαὶ καὶ ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγί "νοντο καὶ νυκτὸς Χριστιανοὶ κατεφέροντο, ἐπεσφραγίσθησαν οἰκίαι "καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον. καὶ δεινὰ "μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τολμήματα. τῇ γὰρ ἑβδομάδι "μετὰ τὴν ἁγίαν Πεντηκοστὴν ὁ λαὸς νηστεύσας ἐξῆλθε περὶ τὸ 126 "κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς "Γεώργιον κοινωνίαν. ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς "παροξύνει τὸν στρατηλάτην Σεβαστιανόν, Μανιχαῖον ὄντα. καὶ "λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν ὅπλα καὶ ξίφη γυμνὰ καὶ "τόξα καὶ βέλη φερόντων ὥρμησεν ἐν αὐτῇ τῇ κυριακῇ κατὰ τῶν "λαῶν. καὶ ὀλίγους εὑρὼν εὐχομένους (οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ "τὴν ὥραν ἀναχωρήσαντες ἦσαν), τοιαῦτα εἰργάσατο οἷα παρ' αὐτῶν "ἔπρεπεν ἀκούσαντα πρᾶξαι. πυρκαϊὰν γὰρ ἀνάψας καὶ στήσας παρ "θένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως "εἶναι. ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε, γυμνώσας λοιπὸν οὕτως κατέ "κοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον αὐτὰς μόλις ἐπιγνωσθῆναι. "ἄνδρας δὲ κρατήσας τεσσαράκοντα καινοτέρῳ τρόπῳ κατέκοψεν. "ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων <εὐθὺς τεμὼν> ἐν αὐταῖς ἐχούσας "ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν ὡς τινὰς μὲν "πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἀποπαγέντας ἐν αὐτοῖς σκόλοπας, "τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν. πάντας μὲν οὖν τοὺς περι "λειφθέντας ἀθρόως καὶ τὰς παρθένους ἐξώρισαν εἰς τὴν μεγάλην "Ὄασιν· τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ "τὴν ἀρχὴν ἀποδοθῆναι πεποιήκασιν, ἀλλ' ἔκρυψαν ὡς ἠθέλησαν, 127 "ἄταφα βαλόντες, ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην "ὠμότητα. πράττουσι δὲ τοῦτο πεπλανημένοι τῇ διανοίᾳ οἱ παρά "φρονες· τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων, χαιρόντων μὲν διὰ "τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα, μείζων ἐξηχεῖτο κατ' "αὐτῶν ὁ τῆς ὠμότητος ἔλεγχος. καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου "καὶ τῶν Λιβυῶν ἐξώρισαν μὲν ἐπισκόπους Ἀμμώνιον, Μούϊον, Γάϊον, "Φίλωνα, Ἑρμῆν, Πλήνιον, Ψενόσιριν, Νειλάμμωνα, Ἄγαθον, Ἀνάγαμ"φον, Μάρκον, Ἀμμώνιον ἕτερον, Μάρκον ἕτερον, ∆ρακόντιον, Ἀδέλφιον, "Ἀθηνόδωρον, καὶ πρεσβυτέρους Ἱέρακα καὶ ∆ιόσκορον. καὶ οὕτω "πικρῶς ἤλασαν αὐτοὺς ὡς τινὰς μὲν αὐτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ "ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν. ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους "ἢ τριάκοντα. σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαάβ, εἰ δυνατόν, "ἐξᾶραι τὴν ἀλήθειαν." Καὶ παραμυθητικοὺς δὲ λόγους ταῖς παρθένοις ἐκείναις αἳ τὰ παγχάλεπα ἐκεῖνα ὑπέμειναν γράφων, καὶ ταῦτα ἐντέθεικε· "∆ιὰ τοῦτο μηδὲ γινέσθω τις ὑμῶν περίλυπος, εἰ καὶ θαπτο "μέναις ὑμῖν φθονοῦσιν οἱ δυσσεβεῖς καὶ κωλύουσι τὰς ἐκφοράς. καὶ 128 "μέχρι γὰρ τούτων ἡ καταστροφὴ τῶν Ἀρειανῶν ἔφθασε· καὶ τὰς "μὲν πύλας κλείουσι, περὶ δὲ τὰ μνήματα ὡς δαίμονες καθέζονται, "ἵνα μή τις τῶν