1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

46

ἄπρακτόν τε καὶ ἀνόνητον πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν καταλειφθείη. ∆ιὰ τοῦτο κατόπιν μὲν ὑποβᾶσα τὸν πνεύμονα, διὰ τῆς διηνεκοῦς κινήσεως, καθέλκουσά τε πρὸς ἑαυτὴν τὸ σπλάγχνον, ἀνευρύνει πρὸς τὴν ὁλκὴν τοῦ ἀέρος τοὺς πόρους, ἀνοχλίζουσά τε πάλιν ἐκπνεῖσθαι τὸ ἐναπει λημμένον παρασκευάζει. Ἐν δὲ τοῖς ἔμπροσθεν ἑαυ τῆς προσφυεῖσα τῷ χωρήματι τῆς ἄνω γαστρὸς, ἔν θερμον αὐτὴν, καὶ πρὸς τὰς ἰδίας ἐνεργείας κινουμέ νην ποιεῖ· οὐκ εἰς πνεύματος ὁλκὴν ἀνεγείρουσα, ἀλλ' εἰς ὑποδοχὴν τῆς καταλλήλου τροφῆς. Πλησίον μὲν γὰρ πεφύκασιν ἀλλήλων αἱ εἴσοδοι τοῦ πνεύματός τε καὶ τῆς τροφῆς· ἀντιπαρεξιοῦσαι δὲ κατὰ τὸ πρό μηκες ἡ ἑτέρα πρὸς τὴν ἑτέραν, καὶ τῷ ἴσῳ μέτρῳ κατὰ τὸ ἄνω συναπαρτίζονται, ὥστε καὶ συνεστομῶ σθαι πρὸς ἀλλήλας, καὶ ἑνὶ στόματι τοὺς πόρους ἐναπο λήγειν, ὅθεν τῷ μὲν τῆς τροφῆς, τῷ δὲ τοῦ πνεύματος ἡ εἴσοδος γίνεται. Ἀλλ' ἐπὶ τὸ βάθος οὐκέτι διαπαντὸς τὸ προσφυὲς παραμένει τῆς συζυγίας τῶν πόρων. Μέση γὰρ τῆς ἑκατέρων ἕδρας ἡ καρδία παρεμπε σοῦσα, τῷ μὲν πρὸς ἀναπνοὴν, τῷ δὲ πρὸς τροφὴν, τὰς δυνάμεις ἐντίθησιν. Πέφυκε γὰρ τὸ πυρῶδες ἐπιζητεῖν τὴν ὑπεκκαίουσαν ὕλην, ὃ δὴ καὶ περὶ τὸ δοχεῖον τῆς τροφῆς κατ' ἀνάγκην συμβαίνει. Ὅσῳ γὰρ ἔμπυρον διὰ τῆς γείτονος γίνεται θερμασίας, τοσούτῳ μᾶλλον ἐφέλκεται τὰ τὸ θερμὸν ὑποτρέ φοντα· τὴν δὲ τοιαύτην ὁρμὴν, ὄρεξιν ὀνομάζομεν. 249 Εἰ δὲ περιδράξαιτο τῆς ἀρκούσης ὕλης τὸ περιεκ τικὸν τῆς τροφῆς, οὐδὲ οὕτως ἠρεμεῖ τοῦ πυρὸς ἡ ἐνέργεια. Ἀλλὰ καθάπερ ἐν χωνευτηρίῳ σύντηξίν τινα τῆς ὕλης ποιεῖ, καὶ διαλύσασα τὰ συνεστῶτα καὶ ἀναχέασα, καθάπερ ἐκ χοάνης τινὸς μεταχεῖ πρὸς τοὺς ἐφεξῆς πόρους. Εἶτα τὸ παχυμερέστερον τοῦ εἰλικρινοῦς διακρίνασα, τὸ μὲν λεπτὸν δι' ὀχετῶν τινων ἐπὶ τὰς τοῦ ἥπατος ἄγει πύλας· τὴν δὲ ὑλώδη τῆς τροφῆς ὑποστάθμην, εἰς τοὺς εὐρυχωροτέρους τῶν ἐντέρων πόρους ἀπώσατο, καὶ τοῖς πολυτρόποις αὐτῶν ἑλιγμοῖς ἀναστρέφουσα χρόνῳ, παρακατέχει τὴν τροφὴν τοῖς σπλάγχνοις, ὡς ἂν μὴ δι' εὐθύτητα τοῦ πόρου ῥᾳδίως ἀποβαλόμενον, εὐθὺς ἀνακινοίη τὸ ζῶον πρὸς ὄρεξιν, καὶ μηδέποτε παύοιτο τῆς τοιαύ της ἀσχολίας κατὰ τὴν τῶν ἀλόγων φύσιν ὁ ἄνθρω πος. Ἐπεὶ δὲ καὶ τῷ ἥπατι μάλιστα τῆς τοῦ θερμοῦ συνεργίας ἦν χρεία πρὸς τὴν τῶν ὑγρῶν ἐξαιμά τωσιν, ἀφέστηκε δὲ τοῦτο τῆς καρδίας κατὰ τὴν θέ σιν (οὐ γὰρ ἦν, οἶμαι, δυνατὸν ἀρχήν τινα καὶ ῥίζαν ζωτικῆς οὖσαν δυνάμεως, περὶ τὴν ἑτέραν ἀρχὴν στενοχωρεῖσθαι), ὡς ἂν μή τι τῆς οἰκονομίας ἐν τῇ ἀποστάσει τῆς θερμαντικῆς οὐσίας παραβλαβείη· πόρος νευρώδης (ἀρτηρία δὲ τοῦτο παρὰ τῶν ταῦτα σοφῶν ὀνομάζεται) ἀναδεξάμενος τῆς καρδίας τὸ ἔμπυρον πνεῦμα, φέρει παρὰ τὸ ἧπαρ, αὐτοῦ που παρὰ τὴν εἴσοδον τῶν ὑγρῶν συνεστομωμένος, καὶ ἀναζέσας διὰ τῆς θερμότητος τὴν ὑγρασίαν, ἐναπο τίθεταί τι τῷ ὑγρῷ τῆς τοῦ πυρὸς συγγενείας, τῇ πυροειδεῖ χρόᾳ τὸ τοῦ αἵματος εἶδος καταφοινίξας. Εἶτα ἐκεῖθεν ἀφορμηθέντες δίδυμοί τινες ὀχετοὶ, τὸ οἰκεῖον ἑκάτερος σωληνοειδῶς περιέχοντες πνεῦμά τε καὶ αἷμα, ὡς ἂν εὐπόρευτον εἴη, τὸ ὑγρόν τε τοῦ θερμοῦ κινήσει συμπαροδεῦον καὶ κουφι ζόμενον, ἐφ' ἅπαν τὸ σῶμα πολυσχιδῶς κατα σπείρονται, εἰς μυρίας ὀχετῶν ἀρχάς τε καὶ διαφύ σεις κατὰ πᾶν μέρος διασχιζόμενοι. Μιχθεῖσαι δὲ πρὸς ἀλλήλας τῶν ζωτικῶν δυνάμεων αἱ δύο ἀρχαὶ, ἤ τε τὸ θερμὸν πανταχῆ κατὰ τὸ σῶμα, καὶ ἡ τὸ ὑγρὸν ἐπιπέμπουσα, καθάπερ τινὰ δανεισμὸν ἀναγ καῖον ἐκ τῶν οἰκείων τῇ ἀρχηγικωτέρᾳ τῆς ζωτικῆς οἰκονομίας δυνάμει δωροφοροῦσιν. Ἔστι δ' αὕτη ἡ κατὰ τὰς μήνιγγας καὶ τὸν ἐγκέφαλον θεωρουμένη, ἀφ' ἧς πᾶσα μὲν ἄρθρου κίνησις, πᾶσα δὲ μυῶν συνολκὴ, πᾶν δὲ προαιρετικὸν πνεῦμα καὶ τοῖς κα θέκαστον μορίοις ἐπιπεμπόμενον, ἐνεργόν τε καὶ κινούμενον τὸν γήϊνον ἡμῶν ἀνδριάντα, καθάπερ ἐκ μηχανῆς τινος ἀποδείκνυσι. Τοῦ τε γὰρ θερμοῦ τὸ καθαρώτατον, καὶ τοῦ ὑγροῦ τὸ λεπτότατον παρ' ἑκατέρας δυνάμεως διά τινος μίξεώς τε καὶ ἀνακρά σεως ἑνωθέντα, τρέφει τε καὶ συνίστησι διὰ τῶν ἀτμῶν τὸν ἐγκέφαλον.