1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

47

Ἀφ' οὗ πάλιν ἐπὶ καθαρώ τατον ἐκλεπτυνομένη ἡ ἀπ' ἐκείνου ἀνάδοσις, ὑπα λείφει τὸν περιεκτικὸν τοῦ ἐγκεφάλου ὑμένα, ὃς ἄνωθεν ἐπὶ τὸ βάθος αὐλοειδῶς διήκων, διὰ τῶν κα θεξῆς σπονδύλων, ἑαυτὸν δὲ καὶ τὸν ἐγκείμενον αὐτῷ μυελὸν διεξάγων, τῇ βάσει συναπολήγει τῆς ῥάχεως· πάσαις ὀστέων τε καὶ ἁρμονιῶν συμβολαῖς, καὶ μυῶν ἀρχαῖς οἷόν τις ἡνίοχος αὐτὸς ἐνδιδοὺς τῆς καθέκαστον κινήσεώς τε καὶ στάσεως τὴν ὁρμὴν καὶ τὴν δύνα 252 μιν. ∆ιὰ τοῦτό μοι δοκεῖ καὶ ἀσφαλεστέρας ἠξιῶσθαι φρουρᾶς, καὶ κατὰ μὲν τὴν κεφαλὴν διπλαῖς ὀστέων περιβολαῖς ἐν κύκλῳ διειλημμένος, ἐν δὲ τοῖς σπον δύλοις ταῖς τε τῶν ἀκανθῶν προβολαῖς καὶ ταῖς πο λυτρόποις κατὰ τὸ σχῆμα διαπλοκαῖς, δι' ὧν ἐν ἀπα θείᾳ πάσῃ φυλάττεται, διὰ τῆς περιεχούσης αὐτὸν φρουρᾶς τὸ ἀσφαλὲς ἔχων. Ὁμοίως δ' ἄν τις καὶ περὶ τῆς καρδίας στοχάσαιτο, ὅτι καθάπερ τις οἶκος ἀσφαλὴς αὕτη διὰ τῶν στεῤῥο τάτων περιηρμόσθη ταῖς τῶν ὀστέων ἐν κύκλῳ πε ριοχαῖς ὠχυρωμένη. Κατόπιν μὲν γάρ ἐστιν ἡ ῥάχις ταῖς ὠμοπλάταις ἑκατέρωθεν ἠσφαλισμένη. Καθ' ἑκάτερον δὲ πλάγιον ἡ τῶν πλευρῶν θέσις περιπτύσ σουσα τὸ μέσον δυσπαθὲς ἀπεργάζεται. Ἐν δὲ τοῖς ἔμπροσθεν, τὸ στέρνον καὶ ἡ τῆς κλειδὸς συζυγία προβέβληται, ὡς ἂν πανταχόθεν αὐτῇ τὸ ἀσφαλὲς ἀπὸ τῶν ἔξωθεν διοχλούντων φυλάσσοιτο. Οἷον δὲ κατὰ τὴν γεωργίαν ἔστιν ἰδεῖν, τῆς ἐκ νεφῶν ἐπομβρίας, ἢ τῆς τῶν ὀχετῶν ἐπιῤῥοῆς διάβροχον ποιούσης τὸ ὑποκείμενον. Κῆπος δέ τις ὑποκείσθω τῷ λόγῳ, μυ ρίας μὲν δένδρων διαφορὰς, παντοδαπὰς δὲ τῶν ἐκ γῆς φυομένων ἰδέας ἐν ἑαυτῷ τρέφων, ὧν καὶ τὸ σχῆμα, καὶ ἡ ποιότης, καὶ ἡ τῆς χρόας ἰδιότης ἐν πολλῇ διαφορᾷ τοῖς καθέκαστον ἐνθεωρεῖται. Τοσού των τοίνυν κατὰ τὸν ἕνα χῶρον τῷ ὑγρῷ τρεφομένων, ἡ μὲν ὑπονοτίζουσα τὰ καθ' ἕκαστον δύναμις, μία τις κατὰ τὴν φύσιν ἐστίν· ἡ δὲ τῶν τρεφομένων ἰδιότης, εἰς διαφόρους τὸ ὑγρὸν μεταβάλλει ποιότη τας. Τὸ γὰρ αὐτὸ πικραίνεται μὲν ἐν τῇ ἀψίνθῳ· εἰς φθοροποιὸν δὲ χυμὸν ἐν τῷ κωνείῳ μεθίσταται· καὶ ἄλλο ἐν ἄλλῳ γίνεται, ἐν κρόκῳ, ἐν βαλσάμῳ, ἐν μήκωνι. Τῷ μὲν γὰρ ἐκθερμαίνεται, τῷ δὲ κα ταψύχεται, τῷ δὲ μέσην ἔχει ποιότητα. Καὶ ἐν δάφνῃ, καὶ ἐν σχοίνῳ, καὶ τοῖς τοιούτοις εὔπνουν ἐστὶν ἐν συκῇ δὲ καὶ ὄχνῃ κατεγλυκάνθη. Καὶ διὰ τῆς ἀμπέλου βότρυς καὶ οἶνος ἐγένετο· καὶ ὁ τοῦ μήλου χυλὸς, καὶ τὸ τοῦ ῥόδου ἐρύθρημα, καὶ τὸ τοῦ κρίνου λαμ πρὸν, καὶ τὸ κυανίζον τοῦ ἴου, καὶ τὸ πορφυραῖον τῆς ὑακίνθου βαφῆς, καὶ πάνθ' ὅσα κατὰ τὴν γῆν ἔστιν ἰδεῖν, ἐκ μιᾶς καὶ τῆς αὐτῆς ἰκμάδος ἀναβλα στάνοντα, εἰς τοσαύτας διαφορὰς κατά τε τὸ σχῆμα, καὶ τὸ εἶδος, καὶ τὰς ποιότητας διακρίνεται. Τοιοῦτόν τι καὶ κατὰ τὴν ἔμψυχον ἡμῶν ἄρουραν θαυματοποιεῖται παρὰ τῆς φύσεως, μᾶλλον δὲ παρὰ τοῦ ∆εσπότου φύσεως. Ὀστέα καὶ χόνδροι, φλέβες, ἀρτηρίαι, νεῦρα, σύνδεσμοι, σάρκες, δέρμα, πιμε λαὶ, τρίχες, ἀδένες, ὄνυχες, ὀφθαλμοὶ, μυκτῆρες, ὦτα, πάντα τὰ τοιαῦτα, καὶ μυρία πρὸς τού τοις ἄλλα διαφόροις ἰδιότησιν ἀπ' ἀλλήλων κε χωρισμένα, μιᾷ τῇ τῆς τροφῆς ἰδέᾳ καταλλήλως τῇ ἑαυτῶν τρέφεται φύσει, ὡς ἑκάστῳ τῶν ὑπο κειμένων τὴν τροφὴν προσεγγίσασαν, ᾧπερ ἂν ἐμπελάσῃ, κατ' ἐκεῖνο καὶ ἀλλοιοῦσθαι, οἰκείαν καὶ συμφυῆ τῇ τοῦ μέρους ἰδιότητι γινομένην. Εἰ γὰρ κατὰ τὸν ὀφθαλμὸν γένοιτο, τῷ ὁρατικῷ μορίῳ συγ 253 κατεκράθη, καὶ τῶν περὶ τὸν ὀφθαλμὸν χιτώνων ταῖς διαφοραῖς οἰκείως εἰς ἕκαστον κατεμερίσθη.

Εἰ δὲ τοῖς κατὰ τὴν ἀκοὴν μέρεσιν ἐπιῤῥυῇ, τῇ ἀκουστικῇ καταμίγνυται φύσει· καὶ ἐν χείλει γενόμενον, χεῖ λος ἐγένετο· καὶ ἐν ὀστέῳ πήγνυται, καὶ ἐν μυελῷ ἁπαλύνεται, καὶ τονοῦται μετὰ τοῦ νεύρου, καὶ τῇ ἐπιφανείᾳ συμπεριτείνεται, καὶ εἰς ὄνυχας διαβαίνει, καὶ εἰς τριχῶν γένεσιν λεπτοποιεῖται τοῖς καταλλήλοις ἀτμοῖς. Εἰ μὲν διὰ σκολιῶν προάγοιτο πόρων, οὐλοτέ ρας τε καὶ κατηγκυλωμένας τὰς τρίχας ἐκφύουσα, εἰ δὲ δι' εὐθείας ἡ τῶν τριχοποιῶν ἀτμῶν γένοιτο πρόοδος, τεταμένας τε καὶ εὐθείας προάγουσα. Ἀλλὰ πολὺ τῶν προκειμένων ὁ λόγος ἡμῖν ἀποπεπλάνηται, τοῖς ἔργοις ἐμβαθύνων τῆς φύσεως, καὶ ὑπογράφειν