1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

47

κεφαλῆς ὑπο "στῆναι τιμωρίαν· καὶ τάχα ἂν ἀπεθάνομεν οὕτως, εἰ μὴ παρὰ "γνώμην αὐτῶν ἐφύγομεν καὶ τότε. τοιαῦτα γάρ ἐστι τὰ μὲν κατὰ "τῶν περὶ Ὀλύμπιον πρὸς τὸν ἀνθύπατον ∆ονάτον τὰ δὲ καθ' ἡμῶν "πρὸς Φιλάγριον δοθέντα γράμματα." Ταῦτα τῆς δυσσεβοῦς συμμορίας τὰ κατὰ τῶν ἁγίων τολμήματα. 131 Ὅσιος δὲ οὗτος Κορδούβης ἐπίσκοπος ἦν, καὶ ἐν τῇ μεγάλῃ δια πρέψας κατὰ Νίκαιαν συνόδῳ καὶ τῶν ἐν Σαρδικῇ συνεληλυθότων πρωτεύσας. Ἐγὼ δέ γε Λιβερίου τοῦ πανευφήμου τὴν ὑπὲρ τῆς ἀληθείας παρρησίαν καὶ τοὺς ἀξιαγάστους λόγους οἷς ἐχρήσατο πρὸς Κων στάντιον ἐνθεῖναι βούλομαι τῇ συγγραφῇ. ἀνάγραπτοι γὰρ παρὰ τῶν τηνικαῦτα φιλοθέων γεγένηνται, ὡς ἱκανοὶ παραθῆξαι καὶ διε γεῖραι πρὸς ζῆλον τῶν θείων τοὺς ἐραστάς. οὗτος δὲ μετὰ Ἰούλιον, ὃς Σίλβεστρον διεδέξατο, τὴν Ῥωμαίων ἴθυνεν ἐκκλησίαν. ∆ιάλογος Κωνσταντίου βασιλέως καὶ Λιβερίου ἐπισκόπου Ῥώμης. Κωνστάντιος βασιλεὺς εἶπεν· "Ἡμεῖς, καὶ διὰ τὸ Χριστιανόν σε "εἶναι καὶ ἐπίσκοπον τῆς ἡμετέρας πόλεως, ἄξιον ἐκρίναμεν καὶ τοῦτο "μεταστειλάμενοι παραινοῦμέν σοι τῆς ἀπορρήτου ἀπονοίας τοῦ ἀνοσίου "Ἀθανασίου τὴν κοινωνίαν ἀρνήσασθαι. τοῦτο γὰρ ἡ οἰκουμένη εὖ "ἔχειν ἐδοκίμασε συνόδου τε ψηφίσματι ἀλλότριον τῆς ἐκκλησιαστικῆς "κοινωνίας ἔκρινε." Λιβέριος ἐπίσκοπος εἶπεν· "Βασιλεῦ, τὰ ἐκκλησιαστικὰ κρίματα "μετὰ πολλῆς δικαιοκρισίας γίνεσθαι ὀφείλει. διόπερ εἰ δοκεῖ σου τῇ "εὐσεβείᾳ, κριτήριον συσταθῆναι κέλευσον· καὶ εἰ ὀφθείη Ἀθανάσιος "ἄξιος καταδίκης, τότε κατὰ τὸν τῆς ἐκκλησιαστικῆς ἀκολουθίας "τύπον ἐξενεχθήσεται ἡ κατ' αὐτοῦ ψῆφος. οὐδὲ γὰρ οἷόν τε κατα "ψηφίσασθαι ἀνδρὸς ὃν οὐκ ἐκρίναμεν." 132 Κωνστάντιος ὁ βασιλεὺς εἶπεν· "Πᾶσα ἡ οἰκουμένη κατεψηφί "σατο περὶ τῆς ἀνοσιότητος αὐτοῦ, καὶ ὡς ἐξ ἀρχῆς τὸν καιρὸν "διαπαίζει." Λιβέριος ἐπίσκοπος εἶπεν· "Ὅσοι ὑπέγραψαν, οὐκ αὐτόπται τῶν "γεγενημένων ἦσαν, ἀλλὰ διὰ δόξαν καὶ φόβον καὶ ἀτιμίαν τὴν "παρὰ σοῦ." Ὁ βασιλεύς· "Τί ἐστι δόξα καὶ φόβος καὶ ἀτιμία;" Λιβέριος· "Ὅσοι τὴν δόξαν τοῦ θεοῦ οὐκ ἀγαπῶσι, τὰς παρὰ σοῦ "μᾶλλον δωρεὰς προτιμήσαντες, ὃν μὴ ταῖς ὄψεσιν εἶδον οὐ κρίναντες "κατέκριναν· ὅπερ ἐστὶν ἀλλότριον Χριστιανῶν." Ὁ βασιλεύς· "Καίτοι κέκριται κατὰ πρόσωπον ἐν τῇ γενομένῃ "συνόδῳ ἐν Τύρῳ, καὶ ἐν τῇ συνόδῳ κατεψηφίσαντο πάντες οἱ ἐπί "σκοποι τῆς οἰκουμένης." Λιβέριος· "Οὐδέ ποτε κατὰ πρόσωπον κέκριται ὁ ἄνθρωπος· ὅσοι "γὰρ τότε συνελθόντες κατεψηφίσαντο αὐτοῦ, ἀναχωρήσαντος Ἀθα "νασίου ἐκ τοῦ κριτηρίου, κατεψηφίσαντο." Εὐσέβιος ὁ εὐνοῦχος εἶπεν· "Ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν "ἀλλότριος τῆς καθολικῆς πίστεως ἀπεδείχθη." Λιβέριος· "Πέντε μόνοι ἐπέκριναν τῶν συμπλευσάντων αὐτῷ ἐν "τῷ Μαρεώτῃ, οὓς ἀπέστειλαν κατὰ τοῦ ἐγκαλουμένου συστήσασθαι 133 "κατ' αὐτοῦ ὑπομνήματα. ἀπὸ τούτων τοίνυν τῶν ἀποσταλέντων "οἱ δύο τεθνήκασι, Θεογόνιος καὶ Θεόδωρος, οἱ δὲ λοιποὶ τρεῖς ζῶσι, "τουτέστι Μάρις καὶ Οὐάλης καὶ Οὐρσάκιος· ἀπὸ τούτων τῶν ἀπο "σταλέντων, κατὰ Σαρδικὴν τοῦ πράγματος τούτου ἕνεκα συνεκρο "τεῖτο ψῆφος· οἳ ἐν τῇ συνόδῳ βιβλία ἐπιδεδώκασι, συγγνώμην αἰ "τοῦντες ἐφ' οἷς ἐν τῷ Μαρεώτῃ κατὰ συκοφαντίαν ἐκ μονομεροῦς "συνεστήσαντο κατὰ Ἀθανασίου ὑπομνήματα· ἅτινα βιβλία αὐτῶν "νῦν ἔχομεν μετὰ χεῖρας. τίνι τούτων δεῖ πείθεσθαι ἡμᾶς, βασιλεῦ, "κοινωνεῖν, τοῖς πρότερον καταψηφισαμένοις καὶ ἐκ δευτέρου συγ "γνώμην αἰτήσασιν ἢ τοῖς νῦν τούτων καταψηφισαμένοις;" Ἐπίκτητος ἐπίσκοπος εἶπεν· "Βασιλεῦ, οὐ πίστεως ἕνεκεν σήμερον "οὐδὲ κριμάτων ἐκκλησιαστικῶν ἀντιποιούμενος Λιβέριος τὸν λόγον "ποιεῖται, ἀλλ' ἵνα τοῖς ἐν Ῥώμῃ συγκλητικοῖς καυχήσηται, ὡς συλλο "γισάμενος τὸν βασιλέα." Ὁ βασιλεὺς εἶπε Λιβερίῳ· "Πόστον εἶ μέρος τῆς οἰκουμένης, ὅτι "σὺ μόνος συναίρῃ ἀνθρώπῳ ἀνοσίῳ καὶ τῆς οἰκουμένης τὴν εἰρήνην "καὶ ὅλου τοῦ κόσμου λύεις;" Λιβέριος· "Οὐ διὰ τὸ ἐμὲ μόνον εἶναι ὁ τῆς πίστεως ἐλαττοῦται "λόγος· καὶ γὰρ κατὰ τὸ παλαιὸν τρεῖς μόνοι εὑρίσκονται ἀντιστάν "τες προστάξει." Εὐσέβιος εὐνοῦχος εἶπεν· "Τὸν