1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

53

"σθαι προσγέγραπται. δίκαιον οὖν ἐστι πάντας τοὺς ἐν τῷ Ῥωμαίων "κόσμῳ διδασκάλους τοῦ νόμου τὰ περὶ τοῦ νόμου φρονεῖν, καὶ μὴ 148 "διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν. καὶ γὰρ ἡνίκα πρῶτον ἡ "κακία τῶν αἱρετικῶν ἀκμάζειν ἤρξατο, ὡς καὶ νῦν μάλιστα ὑφέρπει τῶν "Ἀρειανῶν ἡ βλασφημία, οἱ πατέρες ἡμῶν τριακόσιοι δέκα καὶ ὀκτὼ ἐπί "σκοποι καὶ οἱ ἐκ τῆς Ῥωμαίων <τοῦ> ἁγιωτάτου ἐπισκόπου ἐπίλεκτοι, "εἰς Νίκαιαν γενομένου τοῦ σκέμματος, τοῦτο τὸ τεῖχος ὑπεναντίον τῶν "ὅπλων τοῦ διαβόλου ὥρισαν καὶ ταύτῃ τῇ ἀντιδότῳ τὰ θανάσιμα φάρ "μακα ἀπεώσαντο· ὥστε τὸν πατέρα καὶ τὸν υἱὸν μιᾶς οὐσίας, μιᾶς "θεότητος, μιᾶς ἀρετῆς, μιᾶς δυνάμεως καὶ ἑνὸς χαρακτῆρος πιστεύ "εσθαι χρῆναι, καὶ τῆς αὐτῆς ὑποστάσεως καὶ τὸ πνεῦμα τὸ ἅγιον, "τὸν δὲ ἄλλως φρονοῦντα ἀλλότριον εἶναι τῆς ἡμετέρας κοινωνίας "κρίναντες· ὅνπερ σωτηριώδη ὅρον καὶ τὴν προσκυνητὴν σκέψιν δια "φθεῖραι μετὰ ταῦτα ἄλλαις σκέψεσί τινες καὶ μιᾶναι ἠθέλησαν. ἀλλ' "ἐν αὐτῇ τῇ ἀρχῇ ἀπ' αὐτῶν τούτων, οἵτινες ἐν Ἀριμήνῳ ἀνανεώ "σασθαι ἢ ψηλαφῆσαι ἠναγκάζοντο, μέχρι τούτου διωρθώθη, ὡς ὁμο 149 "λογεῖν αὐτοὺς ἑτέρᾳ διαλέξει ὑφηρπάσθαι, ἢ ὅτι οὐκ ἐνενόησαν τῇ "τῶν πατέρων γνώμῃ τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι. οὐδὲ "γὰρ πρόκριμά τι ἠδυνήθη γενέσθαι ὑπὸ τοῦ ἀριθμοῦ τῶν ἐν Ἀριμήνῳ "συναχθέντων, ὁπότε συνέστηκε μήτε τὸν Ῥωμαίων ἐπίσκοπον, οὗ "πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, οὔτε Οὐικεντίου, ὃς ἐπὶ "τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, οὔτε τῶν ἄλλων "τοῖς τοιούτοις συγκαταθεμένων, ὁπότε μάλιστα, καθὰ προειρήκαμεν, "αὐτοὶ οὗτοι οἵτινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, οἱ αὐτοὶ "καλλίονι γνώμῃ χρησάμενοι ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο. "Συνορᾷ οὖν ἡ ὑμετέρα καθαρότης ταύτην μόνην τὴν πίστιν, "ἥτις ἐν Νικαίᾳ κατὰ τὴν αὐθεντίαν τῶν ἀποστόλων ἐθεμελιώθη, "διηνεκεῖ βεβαιότητι καθεκτέαν εἶναι, καὶ μεθ' ἡμῶν τοὺς Ἀνατολι "κούς, οἵτινες ἑαυτοὺς τῆς καθολικῆς ἐπιγινώσκουσι, τοὺς δὲ ∆υτι "κοὺς καυχᾶσθαι· πιστεύομεν δὲ οὐκ εἰς μακρὰν τοὺς ἄλλα νοσοῦντας "αὐτῇ τῇ ἐπιχειρήσει ἀπὸ τῆς ἡμετέρας κοινωνίας χωρισθήσεσθαι 150 "καὶ περιαιρεθήσεσθαι ἀπ' αὐτῶν τὸ τοῦ ἐπισκόπου ὄνομα, ὥστε τοὺς "λαοὺς τῆς πλάνης αὐτῶν ἐλευθερωθέντας ἀναπνεῦσαι. οὐδενὶ γὰρ "τρόπῳ διορθοῦσθαι δυνήσονται τὴν πλάνην τῶν ὄχλων, ὁπότε αὐτοὶ "ὑπὸ τῆς πλάνης κατέχονται. συμφωνείτω τοίνυν μετὰ πάντων τῶν "τοῦ θεοῦ ἱερέων καὶ τῆς ὑμετέρας τιμιότητος ἡ γνώμη, ἐν ᾗ ὑμᾶς "παγίους καὶ βεβαίους εἶναι πιστεύομεν· οὕτω καὶ ἡμεῖς μεθ' ὑμῶν "ὀρθῶς πιστεύειν ὀφείλομεν. τοῖς ἀμοιβαίοις τῆς ὑμετέρας ἀγάπης "εὐφράνατε ἡμᾶς. ἔρρωσθε, ἀδελφοὶ τιμιώτατοι." Καὶ Ἀθανάσιος δὲ ὁ μέγας ἐν τῇ πρὸς τοὺς Ἄφρους Ἐπιστολῇτοιαῦτα περὶ τῆς ἐν Ἀριμήνῳ συνόδου διέξεισι· "Τούτων δὲ οὕτως δεικνυμένων, τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμη "νον ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ ἂν "μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν πατέρων, τὰ δὲ νεώτερα ἐν "τῇ Ἀριμήνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντεθέντα προκρίνοντας; "τίς δὲ τούτοις συνελθεῖν ἐθελήσει, ἀνθρώποις μηδὲ τὰ ἑαυτῶν ἀπο "δεχομένοις; οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ προ "είπαμεν, συνόδοις ἄλλοτε ἄλλα γράφοντες, δῆλοί εἰσιν ἑκάστης αὐτοὶ "κατήγοροι γινόμενοι. πάσχουσι δὲ τοῦτο, οἷον καὶ οἱ τότε τῶν 151 "Ἰουδαίων προδόται πεπόνθασιν. ὡς γὰρ ἐκεῖνοι καταλείψαντες τὴν "μόνην πηγὴν τοῦ ζῶντος ὕδατος " ὤρυξαν ἑαυτοῖς λάκκους οἳ "οὐ δυνήσονται ὕδωρ συνέχειν " (γέγραπται δὲ τοῦτο παρὰ τῷ "προφήτῃ Ἱερεμίᾳ), οὕτως οὗτοι μαχόμενοι πρὸς τὴν οἰκουμενικὴν "σύνοδον ὤρυξαν ἑαυτοῖς συνόδους πολλὰς καὶ πᾶσαι κεναὶ παρ' αὐ "τοῖς ὡς " δράγμα μὴ ἔχον ἰσχὺν " ἐφάνησαν. μὴ τοίνυν ἀνεχώμεθα "τῶν τὴν Ἀρίμηνον ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν ἐν "Νικαίᾳ γενομένην. καὶ γὰρ καὶ αὐτοὶ οἱ τὴν Ἀρίμηνον ὀνομάζοντες "ἐοίκασι μὴ εἰδέναι τὰ ἐν αὐτῇ πραχθέντα, ἢ γὰρ ἂν ἐσιώπησαν. "Οἴδατε γάρ, ἀγαπητοί, μαθόντες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόντων "ἐξ