55
ἀσπαζόμενοι πολιτείαν, προφανῶς δὲ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων, ἄντικρυς τοῦ Λεοντίου διήλεγξαν τὰς κατὰ τῆς εὐσεβείας ἐπιβουλάς, ἄνδρα φήσαντες πονηροῖς μὲν ἐπιτηδεύμασιν ἐντραφέντα, ἐκ δὲ τῆς δυσσεβείας περιφάνειαν κτήσασθαι μηχανώμενον, ἐπὶ λύμῃ τῆς ἐκκλησίας τοῦ τῆς διακονίας ὀνόματος ἠξιῶσθαι· ἠπείλουν δὲ καὶ τῆς ἐκκλησιαστικῆς ἀποστήσεσθαι κοινωνίας καὶ τὴν Ἑσπέραν καταλήψεσθαι καὶ δῆλα ποιήσειν τὰ τυρευόμενα. ταῦτα δείσας ὁ Λεόντιος τῆς μὲν λειτουργίας ἔπαυσε τὸν Ἀέτιον, τῆς δέ γε ἄλλης αὐτὸν θεραπείας ἠξίου. Ἡ δὲ ἀξιάγαστος ξυνωρὶς Φλαβιανὸς καὶ ∆ιόδωρος, ἱερατικῆς μὲν λειτουργίας οὐδέπω τετυχηκότες, τῷ δὲ λαῷ συντεταγμένοι, νύκτωρ καὶ μεθ' ἡμέραν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον διήγειρον ἅπαντας. οὗτοι πρῶτοι διχῆ διελόντες τοὺς τῶν ψαλλόντων χοροὺς ἐκ διαδοχῆς ᾄδειν τὴν ∆αυϊτικὴν ἐδίδαξαν μελῳδίαν· καὶ τοῦτο ἐν Ἀντιοχείᾳ πρῶτον ἀρξάμενον πάντοσε διέδραμε καὶ κατέλαβε τῆς οἰκουμένης τὰ τέρματα. οὗτοι τῶν θείων τοὺς ἐραστὰς εἰς τοὺς τῶν μαρτύρων σηκοὺς συναγείροντες, πάννυχοι διετέλουν σὺν ἐκείνοις τὸν θεὸν ἀνυ μνοῦντες. ταῦτα δὲ ὁρῶν ὁ Λεόντιος κωλύειν μὲν οὐκ ἐνόμιζεν ἀσφαλές (ἑώρα γὰρ τὸ πλῆθος εὖ μάλα περὶ τοὺς ἀρίστους ἐκείνους διακείμενον ἄνδρας), ἐπιεικείᾳ δὲ τοὺς λόγους χρωννὺς ἐν ταῖς ἐκ κλησίαις ταύτην γίνεσθαι παρ' αὐτῶν τὴν λειτουργίαν ἠξίου. οἱ δὲ καὶ λίαν ἀκριβῶς τὴν ἐκείνου πονηρίαν εἰδότες τὸ κελευόμενον ἔδρων, 155 καὶ τοὺς συνεραστὰς εἰς τὰς ἐκκλησίας συνήθροιζον μάλα προθύμως, ὑμνεῖν τὸν ἀγαθὸν δεσπότην παρεγγυῶντες. Τὸν μέντοι Λεόντιον οὐδὲν ἔπεισε κολάσαι τὴν πονηρίαν, ἀλλὰ τὸ τῆς ἐπιεικείας περιθέμενος προσωπεῖον καὶ Στεφάνου καὶ Φλακίτου τὴν βδελυρίαν ἀπέκρυψε. τοὺς γὰρ τῶν δογμάτων τὴν διαφθορὰν εἰσδεξαμένους, εἰ καὶ τὸν ἀκόλαστον ἠσπάζοντο βίον, τοῖς τῶν πρε σβυτέρων καὶ διακόνων ἐγκατέλεγε τάγμασι, τοὺς δὲ τοῖς παντοδαποῖς εἴδεσι τῆς ἀρετῆς κοσμουμένους τῶν τε ἀποστολικῶν δογμάτων ἀντε χομένους ἀγεράστους κατέλειπε. τούτου δὴ χάριν ὁ μὲν κλῆρος πλείους εἶχε τοὺς τῆς αἱρετικῆς λύμης μετειληχότας, τοῦ δὲ λαοῦ τὸ πλεῖστον τῶν ὀρθῶν ὑπερεμάχει δογμάτων. οὐδὲ γὰρ οἱ τὰς διδα σκαλίας προσφέροντες γυμνοῦν ἐθάρρουν τὴν βλασφημίαν. ὅσα μὲν οὖν Φλάκιτος καὶ Στέφανος καὶ Λεόντιος δυσσεβῆ καὶ παράνομα ἐν Ἀντιοχείᾳ δεδράκασι, συγγραφῆς μὲν οἰκείας δεῖται διὰ τὸ πλῆθος, τῆς δὲ τοῦ ∆αβὶδ θρηνῳδίας διὰ τὸ μέγεθος. καὶ περὶ τούτων γὰρ λέγειν χρή· " ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν· ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. εἶπον· δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι ". ἡμεῖς δὲ τὰ λοιπὰ τῆς ἱστορίας συγγράψωμεν. Γερμανίκεια πόλις ἐστὶν ἐν μεθορίῳ τῆς Κιλίκων καὶ Σύρων καὶ Καππαδοκῶν κειμένη, εἰς δὲ τὴν Εὐφρατησίαν καλουμένην ἐπαρ χίαν τελεῖ. τῆσδε τῆς ἐκκλησίας προστατεύων Εὐδόξιος, εἶτα Λεόν τιον τεθνηκέναι μαθών, κατέλαβε μὲν τὴν Ἀντιόχειαν, ἥρπασε δὲ 156 τὴν προεδρίαν, συὸς ἀγρίου δίκην λυμαινόμενος τὸν ἀμπελῶνα τὸν θεῖον. οὐδὲ γὰρ Λεοντίῳ παραπλησίως τὴν κακοήθειαν συνε κάλυπτεν, ἀλλ' ἄντικρυς κατὰ τῶν ἀποστολικῶν ἐλύττα δογ μάτων καὶ τοὺς ἀντιλέγειν τολμῶντας παντοδαπαῖς περιέβαλλε συμφοραῖς. κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀγκύρας μὲν τῆς Γαλατῶν μητροπόλεως Βασίλειος κατεῖχε τὰ τῆς ἐκκλησίας πηδάλια, Μάρκελλον διαδεξάμενος, Εὐστάθιος δὲ Σεβαστείας ἡγεῖτο, ἣ τῆς Ἀρμενίας ἐπρώτευεν. οὗτοι τὴν Εὐδοξίου παρανομίαν καὶ λύτταν μεμαθηκότες Κωνσταντίῳ τῷ βασιλεῖ τὰ τολμηθέντα διὰ γραμμάτων ἐδήλωσαν. ἔτι δὲ οὗτος ἐν τῷ πρὸς δυόμενον ἥλιον διέτριβε τμήματι, τὴν παρὰ τῶν τυράννων γεγενημένην βλάβην ἰώμενος μετὰ τὴν ἐκείνων ἀναίρε σιν. συνήθεις δὲ ἦσαν οὗτοι τῷ βασιλεῖ καὶ πλείστης ὅσης διὰ τὴν ἀξιέπαινον βιοτὴν ἀπήλαυον παρρησίας. Ταῦτα μαθὼν ὁ Κωνστάντιος Ἀντιοχεῦσι μὲν ἐπέστειλεν ὡς οὐκ αὐτὸς Εὐδοξίῳ τὴν τῆς ἐκκλησίας