1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

57

δὲ αὐτὸν χαλεπῆναι πεποίηκεν ἃ κατὰ τοῦ Κυρίλλου συντέθεικε. 159 τὴν γὰρ ἱερὰν στολήν, ἣν ὁ πανεύφημος Κωνσταντῖνος ὁ βασιλεὺς τὴν Ἱεροσολύμων ἐκκλησίαν γεραίρων ἐδεδώκει Μακαρίῳ τῷ τῆς πόλεως ἐκεί νης ἀρχιερεῖ ἵνα ταύτην περιβαλλόμενος τὴν τοῦ θείου βαπτίσματος ἐπι τελῇ λειτουργίαν (ἐκ χρυσῶν δὲ αὕτη κατεσκεύαστο νημάτων), πεπρα κέναι τὸν Κύριλλον ἔφη, καὶ ταύτην τινὰ τῶν ἐπὶ τῆς θυμέλης λυ γιζομένων πριάμενον περιβαλέσθαι μέν, ὀρχούμενον δὲ πεσεῖν καὶ συντριβῆναι καὶ θανάτῳ παραδοθῆναι. "τοῦτον", ἔφη, "κοινωνὸν ἔχοντες κρίνειν τοῖς ἄλλοις καὶ δικάζειν ἐπιχειροῦσι". Ταύτην λαβόντες τὴν ἀφορμὴν τῶν βασιλείων οἱ προστατεύοντες πείθουσι τὸν βασιλέα μὴ πᾶσαν ἀθροῖσαι τὴν σύνοδον (ἐδεδίεσαν γὰρ τοῦ πλήθους τὴν συμφωνίαν), ἀλλὰ δέκα τοὺς ἡγουμένους. ἐν τού τοις Εὐστάθιος ἦν ὁ Ἀρμένιος καὶ Βασίλειος ὁ Γαλάτης καὶ Σιλβανὸς ὁ Ταρσοῦ καὶ Ἐλεύσιος ὁ Κυζίκου. οὗτοι παραγενόμενοι παρεκάλουν τὸν βασιλέα τὴν Εὐδοξίου βλασφημίαν τε καὶ παρανομίαν ἐξελεγ χθῆναι. ὁ δὲ παρὰ τῶν τἀναντία φρονούντων διδασκόμενος ἔλεγε χρῆναι πρότερον τὰ κατὰ τὴν πίστιν διακριθῆναι, εἶθ' οὕτω τὰ κατ' ἐκεῖνον ἐξετασθῆναι. τοῦ δὲ Βασιλείου τῇ προτέρᾳ συνηθείᾳ θαρρήσαντος καὶ σὺν παρρησίᾳ τὸν βασιλέα διελέγξαντος ὡς τοῖς ἀποστο λικοῖς ἐπιβουλεύοντα δόγμασιν, ἐχαλέπηνε μὲν ὁ Κωνστάντιος, σιγῆ σαι δὲ προσέταξε τὸν Βασίλειον, ὡς ζάλης αἴτιον ταῖς ἐκκλησίαις γιγνόμενον. παυσαμένου δὲ τοῦ Βασιλείου τῆς διαλέξεως, "ἐπειδὴ τὰ τῆς πίστεως διακριθῆναι βούλει, βασιλεῦ," ὁ Εὐστάθιος ἔφη, "ὅρα τὰς κατὰ τοῦ μονογενοῦς βλασφημίας ὑπὸ Εὐδοξίου τετολμημένας". καὶ ἅμα λέγων ἐπέδωκεν ἔκθεσιν, ᾗ πρὸς ἄλλοις πολλοῖς δυσσεβέσι 160 καὶ ταῦτα προσέκειτο· "τὰ ἀνομοίως προφερόμενα ἀνόμοια κατὰ τὴν οὐσίαν ἐστίν· εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα· ἀνόμοιον δὲ τὸ ἐξ οὗ τῷ δι' οὗ· ἀνόμοιος ἄρα ὁ υἱὸς τῷ θεῷ καὶ πατρί". ταύτην ἀναγνωσθῆναι κελεύσας τὴν ἔκθεσιν ὁ Κωνστάντιος καὶ σφόδρα χαλεπήνας πρὸς τὴν ἐγκειμένην ἀσέβειαν, ἤρετο τὸν Εὐδόξιον εἰ αὐτὸς ταῦτα συνέγραψεν· ὁ δὲ ἠρνήθη παραυτίκα καὶ ταῦτα γεγραφέναι τὸν Ἀέτιον ἔφη. Ἀέτιος δὲ αὐτὸς ἦν ὃν πάλαι μὲν Λεόντιος τὰς Φλαβιανοῦ καὶ ∆ιοδώρου κατηγορίας δεδιξάμενος τῆς διακονίας ἐγύμνωσε, Γεώργιος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίβουλος συνεργὸν εἶχε καὶ τῶν δυσσεβῶν ῥημάτων καὶ τῶν ἀνοσίων ἐγχειρημάτων· τότε μέντοι μετ' Εὐνομίου τῷ Εὐδοξίῳ συνῆν. Λεοντίου γὰρ δὴ τετελευτηκότος καὶ Εὐδοξίου τῆς Ἀντιοχέων ἐκκλησίας ἡρπακότος τὴν προεδρίαν, ἐπανῆκεν ἀπὸ τῆς Αἰγύπτου τὸν Εὐνόμιον ἄγων· καὶ τὸν Εὐδόξιον εὑρὼν ὁμόφρονα καὶ πρὸς τῇ δυσσεβείᾳ καὶ Συβαριτικῇ κεχρημένον χλιδῇ, πάντων προὐτίμησε τὴν ἐν Ἀντιοχείᾳ διατριβὴν καὶ σὺν Εὐνομίῳ ταῖς ἐκεί νου προσηλώθη στιβάσι· τὸν γὰρ τῶν κολάκων ἐζηλώκει βίον, καὶ νῦν μὲν παρὰ τοῦτον νῦν δὲ παρ' ἐκεῖνον διετέλει φοιτῶν τε καὶ γα στριζόμενος. τότε μέντοι ὁ βασιλεὺς τοῦτο μαθὼν εἰσαχθῆναί τε προσέταξε τὸν Ἀέτιον καὶ εἰσεληλυθότι τὴν ἔκθεσιν ἐκείνην ὑπέδειξε, πυνθανόμενος εἰ αὐτὸς ἐκείνους τετοκὼς εἴη τοὺς λόγους. ὁ δὲ καὶ τὰ γεγενημένα πάμπαν ἀγνοῶν καὶ τὸν τῆς πεύσεως οὐκ ἐπιστάμενος τρόπον, εὐφημίαν δὲ ἐκ τῆς ὁμολογίας καρπώσασθαι προσδοκήσας, 161 ἔφη τῶν λόγων ἐκείνων αὐτὸς εἶναι γεννήτωρ. ὁ δὲ βασιλεὺς τὴν τῆς δυσσεβείας ὑπερβολὴν κατιδὼν εὐθὺς αὐτὸν ἐξωστράκισεν, εἴς τι χωρίον τῆς Φρυγίας ἀπαχθῆναι κελεύσας. Καὶ ἐκεῖνος μὲν τὴν ἐκ τῆς βλασφημίας καρπωσάμενος ἀτιμίαν ἐξεβλήθη τῶν βασιλείων. Εὐστάθιος δὲ καὶ τὸν Εὐδόξιον ἔφη ταῦτα φρονεῖν· σύνοικον γὰρ αὐτοῦ καὶ σύσσιτον τὸν Ἀέτιον εἶναι καὶ τῇ τούτου γνώμῃ διακονοῦντα ἐκεῖνον τὴν βλασφημίαν συγγεγραφέναι. καὶ τεκμήριον ἔλεγεν εἶναι σαφὲς τοῦ συνειδέναι τοῖς γεγραμμένοις τὸ μηδένα ἕτερον ἀλλ' αὐτὸν εἰρηκέναι Ἀετίου εἶναι τὴν ἔκθεσιν. "ἀλλ' οὐ χρὴ τοπάζοντας τοὺς δικάζοντας κρίνειν", ὁ βασιλεὺς ἔφη, "τὰ δὲ πεπραγμένα σὺν ἀκριβείᾳ ζητεῖν." "οὐκοῦν", ἔφη ὁ Εὐστάθιος, "πεισάτω πάντας