1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

64

ἀγαγὼν καὶ εἴσω γενέσθαι τῶν ἀδύτων παρασκευάσας, τοὺς ἀπατεῶνας ἐκάλεσε δαίμονας. ἐκείνων δὲ μετὰ τῆς συνήθους φαντασίας ἐπιφανέντων, ἠνάγκασε τοῦτον τὸ δέος ἐπιθεῖναι τῷ μετώπῳ τοῦ σταυροῦ τὸ σημεῖον· οἱ δὲ τοῦ δεσποτικοῦ τροπαίου τὸν τύπον ἰδόντες καὶ τῆς σφετέρας ἥττης ἀναμνησθέντες, φροῦδοι παραυτίκα ἐγένοντο. συνεὶς δὲ ὁ γόης ἐκεῖνος τῆς φυγῆς τὴν αἰτίαν ἐπεμέμψατο τούτῳ. Ἰουλιανὸς δὲ καὶ τὸ δέος ἐδήλωσε καὶ τοῦ σταυροῦ θαυμάζειν ἔφησε τὴν ἰσχύν· ἀπέδρασαν γὰρ οἱ δαίμονες τούτου τὸν τύπον οὐκ ἐνεγκόντες ἰδεῖν. "μὴ δὴ τοῦτο ὑπολάβῃς, ὦ ἀγαθέ", ὁ γόης ἔφη, "οὐ γὰρ ἔδεισαν, ὥς γε σὺ φῄς, ἀλλὰ βδελυξάμενοι τὸ παρὰ σοῦ γενόμενον ᾤχοντο". οὕτω βουκολήσας τὸν δείλαιον ἐμύησέ τε καὶ τοῦ μύσους ἐνέπλησε. καὶ ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν τρισάθλιον. Παραλαβὼν δὲ ὅμως τὴν δυναστείαν ἐπὶ πλεῖστον ἔκρυψε τὴν ἀσέβειαν· διαφερόντως γὰρ ἐδεδίει τοὺς στρατιώτας, τὰ τῆς εὐσεβείας εἰσδεδεγμένους μαθήματα. πρῶτον μὲν γὰρ αὐτοὺς ὁ πανεύφημος Κωνσταντῖνος, τῆς προτέρας ἐξαπάτης ἐλευθερώσας, ἐξεπαίδευσε τὰ τῆς ἀληθείας μαθήματα· ἔπειτα δὲ οἱ ἐκείνου παῖδες βεβαιοτέραν ἐν αὐτοῖς τὴν παρὰ τοῦ πατρὸς γεγενημένην διδασκαλίαν εἰργάσαντο. 179 εἰ γὰρ καὶ τοῦ ὁμοουσίου τὸ πρόσρημα βουκοληθεὶς ὑπὸ τῶν ἀγόντων αὐτὸν ὁ Κωνστάντιος οὐ προσίετο, τὴν γοῦν τούτου διάνοιαν ἀκραι φνῶς ὡμολόγει. γνήσιον γὰρ υἱὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον τὸν θεὸν λόγον ὠνόμαζε καὶ τοὺς κτίσμα λέγειν τολ μῶντας ἄντικρυς ἀπεκήρυττε, τὴν δὲ τῶν εἰδώλων παντελῶς ἀπη γόρευσε θεραπείαν. ἐρῶ δὲ αὐτοῦ καὶ ἕτερον ἀξιέπαινον, ἱκανὸν τεκμηριῶσαι τὴν περὶ τὰ θεῖα σπουδήν. ἐν γὰρ δὴ τῷ πρὸς Μα γνέντιον πολέμῳ ἅπασαν συναλίσας τὴν στρατιὰν μεταλαχεῖν ἅπαντας τῶν θείων συνεβούλευσε μυστηρίων, ἀεὶ μὲν ἄδηλον εἶναι λέγων τοῦ βίου τὸ τέλος, οὐχ ἥκιστα δὲ ἐν πολέμῳ, μυρίων ἑκατέρωθεν ἀφιε μένων καὶ βελῶν καὶ πελτῶν καὶ δοράτων, καὶ μὲν δὴ καὶ ξιφῶν καὶ κοπίδων ἐπιφερομένων καὶ τῶν ἄλλων ὀργάνων δι' ὧν ὁ βίαιος ἐπάγεται θάνατος. "οὗ δὴ ἕνεκα χρὴ ἕκαστον τὴν ἀξιόκτητον ἐκείνην ἔχειν στολὴν ἧς ὅτι μάλιστα ἐν ἐκείνῳ τῷ βίῳ δεόμεθα. εἰ δέ τις τήνδε λαβεῖν τὴν ἀμπεχόνην ἀναβάλλεται, νῦν ἐντεῦθεν ἀπάρας οἴκαδε ἀπίτω· ἀμυήτοις γὰρ συμπολεμεῖν οὐκ ἀνέξομαι." Ταῦτα δὲ Ἰουλιανὸς σαφῶς ἐπιστάμενος τὸ δυσσεβὲς τῆς ψυχῆς οὐκ ἐπίδηλον εἶχεν, εἰς εὔνοιαν δὲ ἅπαντας ἐφελκόμενος καὶ τοὺς ὑπὸ Κωνσταντίου τῶν ἐκκλησιῶν ἐξελαθέντας ἐπισκόπους καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντας εἰς τὰς οἰκείας ἐπανελθεῖν ἐκκλησίας προσέταξε. τούτου δὴ οὖν τοῦ νόμου τεθέντος, εἰς μὲν τὴν Ἀντιό χειαν ἐπανῆλθεν ὁ θεῖος Μελέτιος, εἰς δὲ τὴν Ἀλεξάνδρειαν ὁ πολυ ύμνητος Ἀθανάσιος. Εὐσέβιος δὲ καὶ Ἱλάριος οἱ ἐκ τῆς Ἰταλίας καὶ Λουκίφερ ὁ Σαρδῶ τὴν νῆσον ποιμαίνειν λαχὼν ἐν τῇ Θηβαίων τῇ πρὸς Αἴγυπτον διῆγον· ἐκεῖ γὰρ αὐτοὺς ὁ Κωνστάντιος ἐξωστράκισεν. 180 οὗτοι σὺν τοῖς ἄλλοις ὁμόφροσι κατὰ ταὐτὸν γενόμενοι χρῆναι τὰς ἐκκλησίας ἔλεγον εἰς μίαν συναγαγεῖν συμφωνίαν. οὐ γὰρ μόνον αὐτὰς οἱ τἀναντία φρονοῦντες ἐπολιόρκουν, ἀλλὰ καὶ αὐταὶ πρὸς ἑαυτὰς ἐστασίαζον. Καὶ γὰρ ἐν Ἀντιοχείᾳ διχῆ τὸ ὑγιαῖνον σῶμα τῆς ἐκκλησίας διῄρητο· οἵ τε γὰρ ἐξ ἀρχῆς Εὐσταθίου χάριν τοῦ πανευφήμου τῶν ἄλλων ἀποκριθέντες καθ' ἑαυτοὺς συνηθροίζοντο, καὶ οἱ μετὰ Μελε τίου τοῦ θαυμασίου τῆς Ἀρειανικῆς συμμορίας χωρισθέντες ἐν τῇ καλουμένῃ Παλαιᾷ τὰς λειτουργίας ἐπετέλουν τὰς θείας. καὶ ἦν μὲν τούτων κἀκείνων μία ἡ ὁμολογία τῆς πίστεως· ἑκάτερον γὰρ σύστημα τῆς ἐκτεθείσης ἐν Νικαίᾳ διδασκαλίας ὑπερεμάχει. μόνη δὲ αὐτοὺς ἔρις ἀπ' ἀλλήλων διίστη καὶ ἡ περὶ τοὺς ἡγουμένους διάθεσις· οὐδὲ γὰρ ἡ θἀτέρου τελευτὴ διέλυσε τὴν διάστασιν. πρὸ γὰρ τῆς Μελετίου χειροτονίας Εὐσταθίου τετελευτηκότος καὶ τῶν τῆς εὐσεβείας ἀντε χομένων μετὰ τὴν Μελετίου μὲν ἐξορίαν Εὐζωΐου δὲ χειροτονίαν τῆς τῶν δυσσεβούντων κοινωνίας ἀποκριθέντων καὶ καθ' ἑαυτοὺς ἀθροιζο μένων, συναφθῆναι τούτοις οἱ ἀπ'