1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

69

καὶ ὁ τούτου γε ἀδελφός· νεωκόρω γὰρ ἤστην, τὰ βασι λέως ἐδέσματα περιρραίνοντες. ἑπτὰ δὲ ἡμέρας ἐν τῇ ∆άφνῃ πανη γυρίζειν εἰώθεσαν. Τῇ οὖν ἡμέρᾳ τῇ πρώτῃ παραστὰς οὗτος τῇ βασιλέως στιβάδι καὶ τὰ ὄψα κατὰ τὸ ἔθος διαρράνας καὶ τοῦ μύσους ἐμπλήσας, δρόμῳ χρησάμενος τὴν Ἀντιόχου πόλιν κατέλαβε, καὶ πρὸς τὴν θαυμασίαν ἐκείνην ἀφικόμενος ἄνθρωπον· "ἐγὼ μὲν ἥκω σοι", ἔφη, "μὴ ψευσά μενος τὴν ὑπόσχεσιν· σὺ δὲ σωτηρίας ἑκατέρας ἐπιμελήθητι καὶ τὴν ἐπαγγελίαν ἐκπλήρωσον". παραυτίκα δὴ οὖν ἐκείνη διαναστᾶσα πρὸς τὸν τοῦ θεοῦ ἄνθρωπον Μελέτιον τὸν νέον ἀπήγαγεν· ὁ δὲ τέως αὐτὸν ἄνω διάγειν ἐν τῷ καταγωγίῳ προσέταξεν. ὁ δὲ πατὴρ τὸν παῖδα ἐπιζητῶν τήν τε ∆άφνην περιενόστει καὶ εἰς τὸ ἄστυ ἀφικόμενος περιῄει τὰς ἀγυιὰς καὶ τοὺς στενωπούς, πάντοσε περιάγων τὼ ὀφθαλμὼ καὶ τοῦτον ἀνιχνεῦσαι ποθῶν. ἐπειδὴ δὲ κατ' ἐκεῖνο τὸ χωρίον ἐγένετο ἔνθα τὸ καταγώγιον ὁ θεῖος εἶχε Μελέτιος, ἀνα βλέψας εἶδεν ἐκεῖνον ἀπὸ τοῦ δρυφάκτου διακύπτοντα καὶ δραμὼν εἵλκυσέ τε καὶ κατήγαγε, καὶ εἰς τὴν οἰκίαν ἀπαγαγὼν πρῶτον μὲν αὐτῷ μάστιγας παμπόλλας ἐπήγαγεν, εἶτα ὀβελοὺς πυρακτώσας καὶ ταῖς χερσὶ καὶ τοῖς ποσὶ καὶ τοῖς νώτοις ἐπέθηκεν, ἔπειτα καθείρξας ἐν τῷ θαλάμῳ καὶ κλεῖθρα ἔξωθεν ἐπιθεὶς εἰς τὴν ∆άφνην ἀνῆλθε. ταῦτα ἐγὼ τοῦ ἀνδρὸς πρεσβύτου ἤδη γεγονότος διηγου μένου ἀκήκοα. προστέθεικε δὲ καὶ ταῦτα, ὡς ἔνθους γενόμενος καὶ θείας χάριτος ἐμπλησθεὶς συνέτριψε μὲν ἅπαντα τοῦ πατρὸς τὰ 192 εἴδωλα, ἐκωμῴδει δὲ αὐτῶν τὴν ἀσθένειαν· ὕστερον δὲ εἰς νοῦν λαβὼν ὅπερ ἔδρασεν, ἔδεισέ τε τοῦ πατρὸς τὴν παρουσίαν καὶ τὸν δεσπότην Χριστὸν ἠντιβόλησε νεῦσαι καὶ συντρῖψαι τὰ κλεῖθρα καὶ τὰς θύρας ἀναπετάσαι· "σοῦ γὰρ δὴ ἕνεκα", ἔφη, "ταῦτα πέπονθά τε καὶ δέδρακα. ταῦτά μου", ἔφη, "λέγοντος, ἐξέπεσε μὲν τὰ κλεῖθρα, ἀνεῴχθησαν δὲ αἱ θύραι· ἐγὼ δὲ πάλιν πρὸς τὴν διδάσκαλον ἔδρα μον. ἡ δὲ σχῆμά μοι γυναικὸς περιθεῖσα καὶ σὺν αὐτῇ γε εἰς τὴν καμάραν καθίσασα τῷ θείῳ με πάλιν Μελετίῳ προσήγαγεν. ὁ δὲ τῷ τῶν Ἱεροσολύμων με παρέδωκεν ἐπισκόπῳ (Κύριλλος δὲ τηνικαῦτα ἦν), καὶ οὕτω νύκτωρ εἰς τὴν Παλαιστίνην ὡρμήσαμεν". μετὰ δὲ τὴν Ἰουλιανοῦ τελευτὴν καὶ τὸν πατέρα οὗτος πρὸς τὴν ἀλήθειαν ἐποδή γησε· καὶ τοῦτο γὰρ ἡμᾶς μετὰ τῶν ἄλλων ἐδίδαξε. τοῦτον μὲν δὴ τὸν τρόπον οὗτοι πρὸς θεογνωσίαν ποδηγηθέντες τῆς σωτηρίας μετέλαχον. Ἰουλιανὸς δὲ παρρησιέστερον, μᾶλλον δὲ ἀναιδέστερον, κατὰ τῆς εὐσεβείας ὡπλίζετο, τὸ μὲν τῆς ἐπιεικείας περικείμενος προσωπεῖον, πάγας δὲ κατασκευάζων καὶ θήρατρα πρὸς τὸν τῆς ἀσεβείας ὄλεθρον τοὺς ἐξαπατωμένους ἀγρεύοντα. πρῶτον μὲν γὰρ τὰς ἐν τῷ ἄστει καὶ τὰς ἐν ∆άφνῃ πηγὰς ταῖς μυσαραῖς θυσίαις ἐμόλυνεν ἵν' ἕκαστος ἀπολαύων τοῦ νάματος μεταλαγχάνῃ τοῦ μύσους, ἔπειτα δὲ καὶ τὰ κατὰ τὴν ἀγορὰν προκείμενα τοῦ μιάσματος ἐνεπίμπλα· περιερραί νοντο γὰρ καὶ ἄρτοι καὶ κρέα καὶ ὀπῶραι καὶ λάχανα καὶ τἄλλα 193 ὅσα ἐδώδιμα. ταῦτα ὁρῶντες οἱ τῆς τοῦ σεσωκότος προσηγορίας τετυχηκότες ἔστενον μὲν καὶ ὠλοφύροντο βδελυττόμενοι τὰ γινόμενα, μετελάμβανον δὲ ὅμως ἀποστολικῷ πειθόμενοι νόμῳ· " πᾶν γάρ ", φησί, " τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρί νοντες διὰ τὴν συνείδησιν ". ∆ύο δέ τινες ἐν στρατείᾳ διαπρέποντες (ἀσπιδηφόροι γὰρ ἦσαν καὶ βασιλέως πεζέταιροι) ἔν τινι συμποσίῳ θερμότερον τῶν γιγνο μένων τὸ μύσος ἐθρήνησαν καὶ τοῖς θαυμασίοις τῶν ἐν Βαβυλῶνι διαπρεψάντων μειρακίων ἐχρήσαντο ῥήμασι· " παρέδωκας γὰρ ἡμᾶς ", ἔλεγον, " βασιλεῖ παρανόμῳ ἀποστάτῃ παρὰ πάντα τὰ ἔθνη τὰ ὄντα ἐπὶ τῆς γῆς ". ταῦτά τις τῶν ὁμοτραπέζων ἐκείνῳ μεμήνυκεν. ὁ δὲ παραυτίκα γε ἀγαγὼν τοὺς ἀρίστους ἄνδρας ἐκείνους ἐπυνθάνετο τίνα εἴη τὰ εἰρημένα. οἱ δὲ παρρησίας ἀφορμὴν ὑπειλη φότες τὴν τοῦ βασιλέως ἐρώτησιν, τὸν ἀξιέπαινον παραθήξαντες ζῆλον, εἶπον τοιάδε· "ἐν εὐσεβείᾳ τραφέντες, ὦ βασιλεῦ, καὶ νόμοις ἀξιεπαίνοις δεδουλευκότες (Κωνσταντίνου γὰρ καὶ τῶν ἐκείνου παίδων ἦσαν οἱ νόμοι), ὀλοφυρόμεθα νῦν