1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

70

μύσους ἅπαντα πεπληρωμένα θεώ μενοι καὶ ταῖς ἐναγέσι θυσίαις καὶ τὰ βρώματα καὶ τὰ πόματα μο λυνόμενα. ταῦτα καὶ οἴκοι τεθρηνήκαμεν καὶ σοῦ παρόντος ἀπο δυρόμεθα· τοῦτο γὰρ δὴ μόνον τῆς σῆς δυσχεραίνομεν βασιλείας". τούτων ἀκούσας τῶν λόγων ὁ πραότατος καὶ φιλοσοφώτατος παρὰ τῶν ἐκείνῳ προσομοίων ὀνομαζόμενος τὸ μὲν τῆς ἐπιεικείας ἀπεδύ σατο προσωπεῖον, τὸ δὲ τῆς δυσσεβείας ἐγύμνωσε πρόσωπον. καὶ 194 πικρὰς αὐτοῖς καὶ χαλεπὰς αἰκίας ἐπιθεῖναι κελεύσας, ἐστέρησε μὲν τῆς παρούσης ζωῆς, μᾶλλον δὲ ἠλευθέρωσεν ἐκείνου τοῦ δυστήνου καιροῦ καὶ τοὺς νικηφόρους στεφάνους προὐξένησεν. αἰτίαν δὲ τῇ τιμωρίᾳ συνήρμοσεν, οὐ τὴν εὐσέβειαν ὑπὲρ ἧς ἀνῃρέθησαν, ἀλλὰ τὴν παροινίαν· ὡς βασιλέα γὰρ ὑβρικότας ἔφησε τιμωρήσασθαι. ταῦτα δὲ θρυλεῖσθαι προσέταξε, φθονῶν τοῖς τῆς ἀληθείας ἀθληταῖς τῆς τῶν μαρτύρων προσηγορίας τε καὶ τιμῆς. τούτων ὁ μὲν Ἰοβεντῖνος, ὁ δὲ Μαξιμῖνος προσηγορεύετο. τούτους ἡ Ἀντιόχου πόλις ὡς ἀγω νιστὰς εὐσεβείας τιμήσασα πολυτελεῖ παραδέδωκε θήκῃ, καὶ μέχρι δὲ τήμερον ἐτησίῳ δημοθοινίᾳ γεραίρονται. Καὶ ἄλλοι δὲ τῶν ἐν τέλει καὶ ἀξιωτάτων παραπλησίῳ παρρησίᾳ χρησάμενοι τῶν ἴσων στεφάνων ἀπήλαυσαν. καὶ γὰρ Βαλεντινιανὸς ἐκεῖνος ὁ μικρὸν ὕστερον βασιλεύσας (χιλίαρχος δὲ ἦν τηνικαῦτα τῶν περὶ τὰ βασίλεια τεταγμένων λογχοφόρων ἡγούμενος) ὃν εἶχεν ὑπὲρ τῆς εὐσεβείας οὐκ ἀπέκρυψε ζῆλον. ὁ μὲν γὰρ ἐμβρόντητος ἐκεῖνος εἰς τὸ τῆς Τύχης τέμενος εἰσῄει χορεύων, ἑκατέρωθεν δὲ τῶν θυρῶν εἱστήκεισαν νεωκόροι περιρραντηρίοις τοὺς εἰσιόντας προκαθαίροντες ὡς ἐνόμιζον ἐπειδὴ δὲ τοῦ βασιλέως ἡγούμενος τῇ χλανίδι ῥανίδα πελάσασαν εἶδεν Βαλεντινιανός, ὁ βασιλείας ἑκατέρας τούτου χάριν τετυχηκώς, πὺξ ἔπαισε τὸν νεωκόρον, μεμολύνθαι φήσας, οὐ κεκαθάρ 195 θαι. θεασάμενος δὲ τὸ γεγονὸς ὁ ἐξάγιστος εἰς φρούριον αὐτὸν παρὰ τὴν ἔρημον κείμενον ἐξέπεμψεν, αὐτόθι διάγειν προστεταχώς. ἀλλ' ἐκεῖνος μὲν ἐνιαυτοῦ καὶ μηνῶν διεληλυθότων ὀλίγων μισθὸν τῆς ὁμολογίας τὴν βασιλείαν ἐδέξατο οὐ γὰρ μόνον ἐν ἐκείνῳ τῷ βίῳ τοὺς τῶν θείων ἐπιμελουμένους ὁ δίκαιος γεραίρει κριτής, ἀλλ' ἔστιν ὅτε καὶ παραυτίκα τῶν ἀγαθῶν πόνων ὀρέγει τὰς ἀντιδόσεις, ταῖς ἄρτι χορηγουμέναις δωρεαῖς τὰς ἐλπιζομένας πιστούμενος. Ὁ δὲ τύραννος καὶ ἕτερον κατὰ τῆς εὐσεβείας ἐξεῦρε μηχάνημα. τοῖς γὰρ στρατιωτικοῖς καταλόγοις κατὰ τὸ παλαιὸν ἔθος διανέμων χρυσίον, καθῆστο μὲν αὐτὸς ἐπὶ θρόνου βασιλικοῦ, προὔθηκε δὲ παρὰ τὸ ἔθος βωμὸν ἀνθράκων πλήρη, καὶ λιβανωτὸν ἐπί τινος τραπέζης παρέθηκε. προσέταξε δὲ τῶν τὸ χρυσίον κομιζομένων ἕκαστον πρότερον ἐπιβαλεῖν τῷ βωμῷ τὸν λιβανωτόν, εἶτα τὸ χρυσίον παρὰ τῆς αὐτοῦ κομίσασθαι δεξιᾶς. τήνδε τὴν πάγην οἱ πλεῖστοι μὲν ἠγνόησαν παντελῶς· οἱ δὲ προμεμαθηκότες, σκηψάμενοι νόσον, τὴν χαλεπὴν ἐκείνην διέφυγον θήραν· ἄλλοι δὲ τῶν χρημάτων ὀρεγόμενοι τῆς σφετέρας κατωλιγώρησαν σωτηρίας· ἕτεροι δὲ δειλίᾳ προὔδωκαν τὴν εὐσέβειαν. Μετὰ μέντοι τὴν ὀλεθρίαν ἐκείνην τῶν χρημάτων διανομὴν ἔν τινι συσσιτίῳ τινὲς τῶν τὸ χρυσίον εἰληφότων κατὰ ταὐτὸν εἱστιῶντο. τούτων εἷς φιάλην δεξάμενος οὐ πρότερον ἔπιε πρὶν ἢ τὴν σωτή ριον ἐπιθεῖναι σφραγίδα. τινὸς δὲ τῶν συσσίτων ἐπιμεμψαμένου καὶ φήσαντος ἐναντίον εἶναι τοῦτο τῷ πρὸ βραχέως γεγενημένῳ, ἤρετο ἐκεῖνος τί τῶν ὑπ' αὐτοῦ πεπραγμένων κέκληκεν ἐναντίον. ὁ δὲ τοῦ βωμοῦ καὶ τοῦ λιβανωτοῦ καὶ τῆς ἀρνήσεως τῆς γεγενη 196 μένης ἀνέμνησε· ταῦτα γὰρ τῆς Χριστιανικῆς ὁμολογίας ἀντίπαλα. τούτων ἀκούσαντες τῶν ἑστιωμένων οἱ πλείους ἀνωλόλυξάν τε καὶ ὠλοφύραντο, καὶ πολλὰς τῶν κεφαλῶν ἀποτίλαντες τρίχας ἐξανέ στησάν τε τοῦ συμποσίου καὶ διὰ τῆς ἀγορᾶς θέοντες Χριστιανοί τε εἶναι ἐβόων καὶ βασιλικοῖς παρακεκροῦσθαι τεχνάσμασι καὶ παλινῳ δίαν ᾄδειν καὶ τὴν ἐξ ἀγνοίας συμβᾶσαν ἧτταν ἀναπαλαίειν. μετὰ τούτων θέοντες τῶν βοῶν κατέλαβον τὰ βασίλεια, τῶν τοῦ τυράν νου σοφισμάτων κατηγοροῦντες καὶ πυρὶ παραδοθῆναι παρακαλοῦντες, ἵνα πυρὶ