82
πράγματος γενομένην· Ἐνθουσιασταὶ γὰρ καλοῦνται, δαίμονός τινος ἐνέργειαν εἰσδεχόμενοι καὶ πνεύματος ἁγίου παρουσίαν ταύτην ὑπολαμβάνοντες. οἱ δὲ τελείαν τὴν νόσον εἰσδεδεγμένοι ἀποστρέ φονται μὲν τὴν τῶν χειρῶν ἐργασίαν ὡς πονηρίαν, ὕπνῳ δὲ σφὰς αὐτοὺς ἐκδιδόντες τὰς τῶν ὀνείρων φαντασίας προφητείας ἀπο καλοῦσι. ταύτης ἐγένοντο τῆς αἱρέσεως ἀρχηγοὶ ∆αδώης τε καὶ Σάβας καὶ Ἀδέλφιος καὶ Ἑρμᾶς καὶ Συμεώνης καὶ ἄλλοι πρὸς τούτοις, οἳ τῆς μὲν ἐκκλησιαστικῆς οὐκ ἀπέστησαν κοινωνίας, οὐδὲν οὔτε ὀνινάναι οὔτε λωβᾶσθαι φάσκοντες τὴν θείαν τροφήν, περὶ ἧς ὁ δεσπότης ἔφη Χριστός· " ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ζήσεται εἰς τὸν αἰῶνα ". κρύπτειν δὲ τὴν νόσον πειρώμενοι, καὶ μετὰ ἐλέγχους ἀναιδῶς ἐξαρνοῦνται, καὶ 230 ἀποκηρύττουσι τοὺς ταῦτα φρονοῦντας ἅπερ ἐν ταῖς ψυχαῖς περι φέρουσι. Λητώϊος μὲν οὖν ὁ τὴν Μελιτηνῶν ἐκκλησίαν ἰθύνας, ἀνὴρ ζήλῳ θείῳ κοσμούμενος, πολλὰ τῆς νόσου ταύτης σπάσαντα θεασά μενος μοναστήρια, μᾶλλον δὲ σπήλαια λῃστρικά, ἐνέπρησε ταῦτα καὶ τοὺς λύκους ἐκ τῆς ποίμνης ἐξήλασεν. ὡσαύτως δὲ καὶ Ἀμφιλόχιος ὁ πανεύφημος, τὴν Λυκαόνων μητρόπολιν νέμειν πεπιστευμένος καὶ ἅπαν ἰθύνων τὸ ἔθνος, ἐπισκήψασαν αὐτόσε τὴν λύμην ταύτην μαθών, ἐξανέστησε πάλιν καὶ τὰ ὑπ' αὐτοῦ νεμόμενα τῆς λώβης ἐκείνης ἠλευθέρωσε ποίμνια. Φλαβιανὸς δὲ ὁ πολυθρύλητος τῆς Ἀντιοχέων ἀρχιερεύς, ἐν Ἐδέσσῃ τούτους διάγειν μαθὼν τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχριπτομένους ἰόν, συμμορίαν μοναχῶν ἀποστείλας ἤγαγέ τε εἰς τὴν Ἀντιόχειαν καὶ τὴν νόσον ἐξαρνουμένους τόνδε τὸν τρόπον διήλεγξε. τοὺς μὲν γὰρ κατηγόρους ἔφη συκοφαντεῖν καὶ τοὺς μάρτυρας ψεύδεσθαι· τὸν δὲ Ἀδέλφιον, ἄγαν ὄντα πρε σβύτην, ἠπίως τε καλέσας καὶ πλησίον καθεσθῆναι κελεύσας· "ἡμεῖς", ἔφη, "ὦ πρεσβύτα, τὸν πλείω βεβιωκότες βίον, ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔ γνωμεν μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορηγίαν· οὗτοι δὲ νέοι ὄντες καὶ τούτων οὐδὲν ἀκριβῶς ἐπιστά μενοι, πνευματικωτέρων ἐπακοῦσαι λόγων οὐ φέρουσι. τοιγάρτοι εἰπέ μοι, ὅπως φατὲ καὶ τὸ πνεῦμα τὸ ἐναντίον ὑποχωρεῖν καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν ἐπιφοιτᾶν". τούτοις ὁ πρεσβύτης 231 ἐκεῖνος τοῖς λόγοις καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰόν, καὶ ἔφη μηδεμίαν μὲν ἐκ τοῦ θείου βαπτίσματος ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγίνεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν δαίμονα τὸν ἔνοικον ἐξελαύνειν. ἕλκειν γὰρ ἕκαστον τῶν τικτομένων ἔλεγεν ἐκ τοῦ προπάτορος, ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν τῶν δαιμό νων δουλείαν· τούτων δὲ ὑπὸ τῆς σπουδαίας ἐλαυνομένων εὐχῆς, ἐπιφοιτᾶν λοιπὸν τὸ πανάγιον πνεῦμα, αἰσθητῶς καὶ ὁρατῶς τὴν οἰκείαν παρουσίαν σημαῖνον, καὶ τό τε σῶμα τῆς τῶν παθῶν κινή σεως ἐλευθεροῦν καὶ τὴν ψυχὴν τῆς ἐπὶ τὰ χείρω ῥοπῆς παντελῶς ἀπαλλάττειν, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης καὶ βαίνειν εὔτακτα παιδευούσης. οὐ μόνον δὲ ὁ τούτου τετυχηκὼς τῶν τοῦ σώματος ἀπαλλάττεται σκιρτημάτων, ἀλλὰ καὶ σαφῶς τὰ μέλλοντα προορᾷ καὶ τὴν τριάδα τὴν θείαν τοῖς ὀφθαλμοῖς θεωρεῖ. οὕτως ὁ θεῖος Φλαβιανὸς τὴν δυσώδη διορύξας πηγὴν καὶ γυμνῶσαι παρασκευάσας τὰ θανατικὰ νάματα, πρὸς τὸν δύστηνον ἔφη πρεσβύτην· " πεπαλαιωμένε ἡμε ρῶν κακῶν, ἐλέγξαι σε τὸ σὸν στόμα καὶ οὐκ ἐγώ· τὰ δὲ χείλη σου καταμαρτυρήσαι σου ". δήλης δὲ ταύτης τῆς νόσου γεγενη μένης, τῆς μὲν Συρίας ἐξηλάθησαν, εἰς δὲ τὴν Παμφυλίαν ἐχώρησαν καὶ ταύτην τῆς λώβης ἐνέπλησαν. Ἐγὼ δὲ τῆς ἱστορίας τὰ λοιπὰ διηγήσομαι καὶ τῆς καταιγίδος, ἣ τὰς πολλὰς κατὰ τῶν ἐκκλησιῶν τρικυμίας ἐκίνησε, τὴν ἀρχὴν 232 ἐπιδείξω. ὁ γὰρ Βάλης τὴν βασιλείαν παραλαβὼν τοῖς ἀποστολικοῖς τὰ πρῶτα δόγμασιν ἐκοσμεῖτο. τῶν δὲ Γότθων τὸν Ἴστρον διαβάν των καὶ τὴν Θρᾴκην ληϊζομένων, στρατιάν τε συναθροῖσαι καὶ στρατεῦσαι κατ' αὐτῶν ἐβουλεύσατο. ἔδοξε δὲ αὐτῷ μὴ γυμνὸν τῆς θείας παρατάξασθαι χάριτος, ἀλλὰ τῇ