1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

85

τελεσθέντα μυστήρια. ἀλλὰ ταῦτα μὲν μετ' οὐ πολὺν χρόνον ἐγένετο· τότε δὲ εἰς τὴν Ἀρμενίαν τὴν ἐνδοτέραν ἀπήχθη. ὁ δὲ θεῖος Εὐσέβιος παρὰ τὸν Ἴστρον διῆγε, τῶν Γότθων τὴν Θρᾴκην ληϊζομένων καὶ τὰς πόλεις πολιορκούντων, ὡς τὰ παρ' ἐκείνου γραφέντα δηλοῖ. Βάρσην δέ, οὗ καὶ νῦν πολὺ τὸ κλέος οὐκ ἐν Ἐδέσσῃ μόνον ἣν ἴθυνε καὶ ταῖς ταύτης πλησιοχώροις πόλεσιν, ἀλλὰ καὶ ἐν Φοινίκῃ καὶ ἐν Αἰγύπτῳ καὶ Θηβαΐδι (ταῦτα γὰρ πάντα διελήλυθε τὰ ἔθνη 238 διὰ τὴν τῆς ἀρετῆς περιφερόμενος λαμπηδόνα), πρῶτον μὲν αὐτὸν ὁ Βάλης Ἄραδον οἰκεῖν τὴν νῆσον προσέταξεν· ἐπειδὴ δὲ ἔγνω μυρία πάντοθεν πρὸς αὐτὸν συρρέοντα πλήθη (ἀποστολικῆς γὰρ χάριτος ἀνάπλεως ὢν λόγῳ τὰς νόσους ἐξήλαυνεν), εἰς Ὀξύρυγχον αὐτὸν τὴν Αἰγυπτίαν ἐξέπεμψε πόλιν. ὡς δὲ κἀκεῖ τὸ τούτου κλέος συνή γειρεν ἅπαντας, εἰς φρούριον ἔσχατον τοῖς ἐκεῖ γειτονεῦον βαρβάροις (Φηνὼ δὲ τούτῳ ὄνομα) ὁ τῶν οὐρανῶν ἄξιος ἀπήχθη πρεσβύτης. ἐν δὲ τῇ Ἀράδῳ φασὶ τὴν ἐκείνου μέχρι καὶ τήμερον μεμενηκέναι κλίνην, πλείστης ἀξιουμένην τιμῆς. πολλοὶ γὰρ τῶν ἀρρωστούν των ἐπ' ἐκείνης κατακλινόμενοι τὴν ὑγείαν διὰ τῆς πίστεως δρέ πονται. Πάλιν τοίνυν ὁ Βάλης, τὴν ποίμνην τοῦ ποιμένος γυμνώσας, λύκον ἀντὶ ποιμένος ἐπέστησεν. ἐπειδὴ δὲ ἅπαντες τὴν πόλιν κατα λιπόντες πρὸ τοῦ ἄστεως συνηθροίζοντο, ἀφίκετο μὲν αὐτὸς εἰς τὴν Ἔδεσσαν, τῷ δὲ ὑπάρχῳ προσέταξε (Μόδεστος δὲ τηνικαῦτα ἦν) τούς τε ὑπ' αὐτὸν στρατιώτας ἀθροῖσαι οἳ τὰς εἰσφορὰς εἰσπράττειν εἰώθασι, καὶ τῆς ὁπλιτικῆς δυνάμεως τοὺς παρόντας παραλαβεῖν καὶ τὸ συναθροιζόμενον σκεδάσαι πλῆθος, καὶ ῥάβδοις παίοντας καὶ ῥοπάλοις καὶ τοῖς ἄλλοις πολεμικοῖς ὀργάνοις εἰ δεήσοι χρωμένους. ὑπὸ τὴν ἕω τοίνυν ὁ ὕπαρχος τὸ κελευόμενον ἔδρα. διιὼν δὲ τὴν ἀγορὰν εἶδε γύναιον βρέφος φέρον ἐν ταῖς χερσὶ καὶ μάλα γε ἐπειγό 239 μενον· καὶ γὰρ καὶ τὴν τῶν ἡγουμένων διέκοψε τάξιν, πάντων ἐκεί νων καταφρονήσασα. ψυχὴ γὰρ ὑπὸ θείου ζήλου πυρπολουμένη οὐδὲν ἀνθρώπινον εἰσδέχεται δέος, ἀλλὰ τὰ τοιαῦτα δείματα γέλωτα νομίζει καὶ παιδιάν. τότε δὴ ταύτην ὁ ὕπαρχος θεασάμενος καὶ συνεὶς τὸ γιγνόμενον, ἤγαγέ τε καὶ ἤρετο ὅποι βαδίζοι. ἡ δέ· "μεμά θηκα", ἔφη, "τὰς κατὰ τῶν θείων θεραπόντων τυρευθείσας ἐπιβου λὰς καὶ θέλω τοὺς ὁμοπίστους καταλαβεῖν, ὀριγνωμένη ἵνα σὺν ἐκεί νοις δέξωμαι τὰς ὑφ' ὑμῶν ἐπιφερομένας σφαγάς". "τὸ δὲ βρέφος", ἔφη ὁ ὕπαρχος, "τί δή ποτε φέρεις;" ἡ δὲ ἔφη· "ἵνα καὶ τοῦτό μοι τῆς ἀξιεράστου τελευτῆς κοινωνήσῃ". ταῦτα ὁ ὕπαρχος παρὰ τῆς ἀνθρώπου μαθὼν καὶ διὰ ταύτης τὴν ἁπάντων ἐγνωκὼς προθυμίαν, ἀπήγγειλέ τε τῷ βασιλεῖ καὶ τὸν ἐσόμενον μάτην ἐδήλωσε φόνον· "δύσκλειαν γάρ", ἔφη, "μόνον ἐκ τοῦ δρωμένου δρεψόμεθα, ἐκείνων δὲ τὴν προθυμίαν οὐ σβέσομεν". Ἀλλὰ ταῦτα εἰπὼν τὸ μὲν πλῆθος πεῖραν λαβεῖν τῶν προσδοκη θέντων οὐκ εἴασε λυπηρῶν· τοὺς δὲ τούτων ἡγουμένους, πρεσβυτέ ρους φημὶ καὶ διακόνους, ἀγαγεῖν τε προσετάχθη καὶ δυοῖν θάτερον, ἢ πεῖσαι κοινωνῆσαι τῷ λύκῳ, ἢ τοῦ ἄστεως ἐξελάσαι καὶ εἴς τινας ἐσχατιὰς παραπέμψαι. ἐπειδὴ δὲ συνήθροισεν ἅπαντας, ἠπίοις χρώ μενος λόγοις πείθειν ἐπειρᾶτο ταῖς βασιλέως νομοθεσίαις ἀκολουθεῖν· παραπληξίας γὰρ ἔλεγεν εἶναι μεστὸν τῷ βασιλεῖ τηλικούτων καὶ τοσούτων ἡγουμένῳ εὐαριθμήτους ἀντιτείνειν ἀνθρώπους. ἐπειδὴ δὲ σιγῶντες εἱστήκεισαν ἅπαντες, πρὸς τὸν τούτων ἡγούμενον (Εὐ λόγιος δὲ ἦν, ἀνὴρ ἀξιέπαινος,) εἶπεν ὁ ὕπαρχος· "τί δή ποτε οὐκ ἀποκρίνῃ πρὸς τὰ παρ' ἡμῶν εἰρημένα;" ὁ δέ· "οὐκ ᾠήθην", ἔφη, 240 "χρῆναι μηδὲν ἐρωτηθεὶς ἀποκρίνεσθαι". "καὶ μήν", ὁ ὕπαρχος ἔφη, "πολλοὺς διεξελήλυθα λόγους παραινῶν ὑμῖν τὰ συνοίσοντα". ὁ δὲ Εὐλόγιος πρὸς ἅπαντας ἔφη ἐκεῖνα εἰρῆσθαι, καὶ ἄτοπον ὑπειληφέναι τοὺς ἄλλους παρωσάμενον ἀποκρίνασθαι. "εἰ δὲ ἐμὲ μόνον ἔροιο, τὴν γνώμην δηλώσω τὴν ἐμαυτοῦ". "Τοιγάρτοι", ἔφη ὁ ὕπαρχος, "κοινώνησον τῷ βασιλεῖ". ὁ δὲ εἰρωνικῶς τε καὶ μάλα χαριέντως· "προσφέρει γάρ", ἔφη, "καὶ μετὰ τῆς βασιλείας καὶ τῆς ἱερωσύνης μετέλαχεν;" ὁ δὲ ὕπαρχος τῆς εἰρωνείας