95
παρεῖχεν ἀφθονίαν ἐνθυμημάτων τε καὶ γραφικῶν νοημάτων. καὶ οἱ μὲν ἔτεινον κατὰ τῆς Ἀρείου βλασφημίας τὰ τόξα, οὗτος δὲ καθάπερ ἔκ τινος ὁπλοθήκης, ἐκ τῆς διανοίας τὰ βέλη προσέφερεν· οἴκοι μέντοι καὶ δημοσίᾳ διαλεγόμενος, τῶν αἱρετικῶν τὰς ἄρκυς ῥᾳδίως διέσπα καὶ ἀράχνια ἐδείκνυ τὰ ἐκείνων προβλήματα. Συνηγωνίζετο δὲ τούτοις καὶ Ἀφραάτης ἐκεῖνος, οὗ τὴν πολι τείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ. τὴν γὰρ τῶν προβάτων σωτηρίαν προτιμήσας τῆς ἡσυχίας, τὴν ἀσκητικὴν καταλιμπάνων κα λύβην τῶν ποιμενικῶν ἱδρώτων ἠνείχετο. ὁπόσον μὲν οὖν οὗτος ἀρετῆς συνέλεξε πλοῦτον, περιττὸν ἡγοῦμαι νῦν λέγειν, ἐν ἑτέρᾳ πραγ ματείᾳ ταῦτα συγγεγραφώς· ἓν δὲ μόνον τῶν ἐκείνου διηγήσομαι μάλα προσῆκον τῇδε τῇ ἱστορίᾳ. Βορρᾶθεν μὲν Ὀρόντης ὁ ποταμὸς παραρρεῖ τὰ βασίλεια, ἐκ δὲ μεσημβρίας στοὰ μεγίστη διόροφος τῷ τῆς πόλεως ἐπῳκοδόμηται 265 περιβόλῳ, πύργους ὑψηλοὺς ἑκατέρωθεν ἔχουσα. μεταξὺ δὲ τῶν τε βασιλείων καὶ τοῦ ποταμοῦ λεωφόρος ἐστὶν ὑποδεχομένη τοὺς ἐκ τῶν τῇδε πυλῶν ἐκ τοῦ ἄστεως ἐξιόντας καὶ εἰς τοὺς προαστείους ἀγροὺς παραπέμπουσα. διὰ ταύτης Ἀφραάτης παριὼν ὁ θεσπέσιος εἰς τὸ πολεμικὸν ἀπῄει γυμνάσιον, τῶν θείων προβάτων τὴν προσή κουσαν ποιησόμενος θεραπείαν. τοῦτον ἄνωθεν ἐκ τῆς βασιλείου στοᾶς διακύπτων ὁ βασιλεὺς εἶδε σισύραν τε ἀναβεβλημένον καὶ ἐν γήρᾳ βαθεῖ συντόνως βαδίζοντα· καί τινος εἰρηκότος ὡς Ἀφραάτης οὗτος, οὗ τὸ τῆς πόλεως ἐξήρτηται πλῆθος, ἔφη πρὸς αὐτόν· "ποῦ σὺ βαδίζεις, εἰπέ". ὁ δὲ σοφῶς ἅμα καὶ προσφόρως· "ὑπὲρ τῆς σῆς", ἔφη, "προσευξόμενος βασιλείας". "ἀλλ' οἴκοι σε μένειν ἐχρῆν", ὁ βα σιλεὺς ἔφη, "καὶ ἔνδον κατὰ τὸν μοναχικὸν προσεύχεσθαι νόμον". ὁ δὲ θεῖος ἐκεῖνος ἀνήρ· "εὖ μάλα", ἔφη, "λέγεις, ὦ βασιλεῦ· τοῦτό με δρᾶν ἔδει. καὶ τοῦτο δρῶν μέχρι καὶ νῦν διετέλεσα, ἕως εἰρήνης ἀπήλαυε τοῦ σωτῆρος τὰ πρόβατα. ἐπειδὴ δὲ πολὺν ὑπομεμένηκε θόρυβον καὶ πολὺς ἐπικρέμαται κίνδυνος μὴ θηριάλωτα γένηται, πάντα κινεῖν πόρον ἀνάγκη καὶ διασώζειν τὰ θρέμματα. εἰπὲ γάρ μοι", ἔφη, "ὦ βασιλεῦ, εἰ κόρη τις ἐτύγχανον ἔνδον ἐν θαλάμῳ καθημένη καὶ ταλασίας ἐπιμελουμένη, εἶτα ἐθεασάμην ἐμπεσοῦσαν φλόγα καὶ τὴν πατρῴαν οἰκίαν νεμομένην, τί με δρᾶσαι προσῆκεν εἰπέ μοι; ἔν 266 δον καθῆσθαι καὶ τὴν οἰκίαν ἐμπιπραμένην περιορᾶν καὶ τῆς φλογὸς προσμένειν τὴν ἐμβολήν, ἢ τῷ θαλάμῳ χαίρειν εἰποῦσαν διαθέειν ἄνω καὶ κάτω καὶ ὑδροφορεῖν καὶ σβεννύναι τὴν φλόγα; δῆλον ὅτι τοῦτο ἐρεῖς· τοῦτο γὰρ κόρης ἀγχίνου τε καὶ φρενήρους. τοῦτο δρῶ νῦν, ὦ βασιλεῦ. σοῦ γὰρ εἰς τὴν πατρῴαν ἡμῶν οἰκίαν ἐμβαλόντος τὴν φλόγα, περιθέομεν κατασβέσαι ταύτην πειρώμενοι". ταῦτα ὁ μὲν εἶπεν, ὁ δὲ σιγήσας ἠπείλησεν. εἷς δὲ τῶν περὶ τὸν βασιλικὸν κοι τῶνα, θρασύτερον ἀπειλήσας τῷ θείῳ ἀνδρί, τοιόνδε τι πέπονθε. Τοῦ βαλανείου πεπιστευμένος τὴν ἐπιμέλειαν, εὐθὺς μετὰ τούσδε τοὺς λόγους κατῆλθε τοῦτο εὐτρεπίσων τῷ βασιλεῖ· εἴσω δὲ γενόμενος καὶ τὰς φρένας πληγεὶς εἰς τὸ θερμότατον ὕδωρ τὸ ἄκρατον κατελήλυθέ τε καὶ τετελεύτηκεν. καθῆστο δὲ ὁ βασιλεὺς προσμένων ἐκεῖνον ὥστε οἱ μηνῦσαι τὴν εἴσοδον. ἐπειδὴ δὲ πολὺς ἀνηλώθη καιρός, ἀπέστει λεν ἑτέρους ὁ βασιλεὺς τῆς μελλήσεως τὴν αἰτίαν μηνύσοντας. οἱ δὲ εἴσω γενόμενοι καὶ πάντα περισκοπήσαντες εὗρον ἐκεῖνον ἐν τῷ ἀκράτῳ τεθνεῶτα καὶ διαλυθέντα θερμῷ. καὶ τούτου δήλου γενο μένου τῷ βασιλεῖ, ἔγνωσαν μὲν τῆς Ἀφραάτου προσευχῆς τὴν ἰσχύν, τῶν δογμάτων δὲ τῶν δυσσεβῶν οὐκ ἐξέστησαν, ἀλλ' ἐσκλήρυναν κατὰ τὸν Φαραὼ τὴν καρδίαν αὐτῶν· καὶ τὴν τοῦ ἵππου δὲ θαυμα τουργίαν μεμαθηκώς, ὁ ἐμβρόντητος μεμένηκε κατὰ τῆς εὐσεβείας λυττῶν. 267 Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ Ἰουλιανὸς ἐκεῖνος ὁ πολυύμνητος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καταλιπεῖν μὲν τὴν ἔρημον, εἰς δὲ τὴν Ἀντιόχειαν εἰσελθεῖν ἠναγκάσθη. ἐπειδὴ γὰρ οἱ τῷ ψεύδει συντε θραμμένοι καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἄνδρα ἐκεῖνον ἰσχυρίζοντο τῆς σφετέρας εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας φωστῆρες,