102
βάρβαροι δύσμαχοι ἦσάν τε καὶ ἐδόκουν), τὴν Θεοδο σίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν. αὐτίκα δὴ οὖν ἐκ τῶν Σπανιῶν τὸν ἄνδρα μεταπεμψάμενος καὶ στρατηγὸν χειροτονήσας, μετὰ τῆς συνειλεγμένης ἐξέπεμψε στρατιᾶς. ὁ δὲ τῇ πίστει φραξά μενος θαρσαλέως ἐξώρμησε· καὶ τῆς Θρᾴκης ἐπιβὰς καὶ τοὺς βαρβάρους θεασάμενος ὁμόσε χωροῦντας, ἔταξε τὴν στρατιὰν ὡς εἰς μάχην. ἁψιμαχίας δὲ γενομένης, οὐκ ἐνεγκόντες ἐκεῖνοι τὴν ἐμβολὴν τὴν τάξιν κατέλιπον. τῆς δὲ τροπῆς γενομένης, οἱ μὲν ἔφευγον, οἱ δὲ κατὰ κράτος ἐδίωκον. πολὺς δὲ φόνος τῶν βαρβάρων ἐγένετο· οὐ μόνον γὰρ ὑπὸ Ῥωμαίων ἀλλὰ καὶ ὑπ' ἀλλήλων ἐκτείνοντο. οὕτω δὲ τῶν πλείστων ἀναιρεθέντων, ὀλίγων δὲ τῶν λαθεῖν δυνηθέντων διαβάντων τὸν Ἴστρον, εὐθὺς ὁ ἄριστος στρατηγός, ἣν εἶχε στρατιὰν ἐν ταῖς πελαζούσαις πόλεσι διελών, αὐτὸς πρὸς τὸν βασιλέα Γρατιανὸν 285 κατὰ τάχος ἐλαύνων ἀφίκετο, τῶν οἰκείων τροπαίων γενόμενος ἄγ γελος. καὶ πιστὰ μὲν λέγειν οὐδὲ αὐτῷ ἐδόκει τῷ βασιλεῖ, ὑπερεκπλητ τομένῳ τὸ γεγονός· οἱ δὲ ταῖς ἀκίσι τοῦ φθόνου βαλλόμενοι καὶ πεφευγέναι αὐτὸν ἔλεγον καὶ διεφθαρκέναι τὴν στρατιάν. ὁ δὲ τοὺς ἀντιτεταγμένους ἐξῄτησεν ἀποστεῖλαι καὶ γνῶναι τῶν ἀνῃρημένων βαρβάρων τὸ πλῆθος. ῥᾴδιον δὲ ἔφη καὶ ἀπὸ τῶν σκύλων ἐπιγνῶναι τὸν ἀριθμόν. τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς ἀπέστειλε τοὺς ὀψομένους τὰ πεπραγμένα καὶ ταῦτα μηνύσοντας. Ὁ δὲ ἄριστος στρατηγὸς αὐτόθι μείνας ὄψιν εἶδε θεσπεσίαν τινὰ καὶ παρ' αὐτοῦ σαφῶς αὐτῷ δειχθεῖσαν τοῦ τῶν ὅλων θεοῦ. ἐδόκει γὰρ ὁρᾶν τὸν θεῖον Μελέτιον, τῆς Ἀντιοχέων ἐκκλησίας τὸν πρόεδρον, χλανίδα τε αὐτῷ περιτιθέντα βασιλικὴν καὶ παραπλησίῳ στεφάνῳ κοσμοῦντα τὴν κεφαλήν. ταῦτα νύκτωρ ἰδὼν ἐμήνυσεν ἕωθεν τῶν συνήθων τινί. ὁ δὲ σαφὲς εἶναι τὸ ἐνύπνιον ἔφη καὶ μηδὲν αἰνιγμα τῶδες μηδὲ ἀμφίβολον ἔχειν. ὀλίγων δὲ ἄγαν διελθουσῶν ἡμερῶν, ἐπανῆλθον μὲν τῶν πεπραγμένων οἱ ἔφοροι, καὶ κατηκοντίσθαι τὰς πολλὰς τῶν βαρβάρων ἔφησαν μυριάδας. πεισθεὶς δὲ ὁ βασιλεύς, ὡς ἄριστα ψηφισάμενος αὐτὸν στρατηγόν, βασιλέα κεχειροτόνηκε καὶ τῆς Βάλεντος μοίρας τὰ σκῆπτρα παρέδωκε. καὶ αὐτὸς μὲν ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν, ἐκεῖνον δὲ εἰς τὴν δοθεῖσαν ἡγεμονίαν ἐξέ πεμψεν. Εὐθὺς δὴ οὖν τὴν βασιλείαν παραλαβὼν τῆς τῶν ἐκκλησιῶν πρὸ τῶν ἄλλων συμφωνίας ἐπεμελήθη, καὶ τοὺς τῆς οἰκείας ἡγε μονίας ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν δραμεῖν παρηγγύησεν. αὕτη γὰρ μόνη τῆς Ἀρειανικῆς ἐνεπέπληστο λώβης· ἡ γὰρ Ἑσπέρα τῆς νόσου ταύτης ἐλευθέρα διέμεινε. Κωνσταντῖνος μὲν γὰρ ὁ τῶν 286 Κωνσταντίνου παίδων πρεσβύτατος καὶ Κώνστας ὁ νεώτατος τὴν πατρῴαν πίστιν ἀκήρατον διετήρησαν· καὶ αὖ πάλιν Βαλεντινιανὸς ὁ τῆς Ἑσπέρας βασιλεὺς ἀκραιφνῆ διεφύλαξε τὴν εὐσέβειαν. Τὸ δὲ τμῆμα τὸ ἑῷον πολλαχόθεν τὴν λώβην ταύτην ἐδέξατο. Ἄρειός τε γάρ, Ἀλεξανδρείας τῆς Αἰγυπτίας πρεσβύτερος ὤν, ἐκεῖ τὴν βλασφημίαν ἐγέννησε· καὶ Εὐσέβιος καὶ Πατρόφιλος καὶ Ἀέτιος οἱ Παλαιστῖνοι, καὶ Παυλῖνος καὶ Γρηγόριος οἱ Φοίνικες, καὶ ὁ Λαοδι κείας Θεόδοτος καὶ ὁ μετὰ τοῦτον Γεώργιος, καὶ μετὰ τούτων Ἀθανάσιός τε καὶ Νάρκισσος οἱ Κίλικες τὰ κακῶς καταβληθέντα ἐξέθρεψαν σπέρματα. Εὐσέβιός τε καὶ Θεογόνιος οἱ Βιθυνοὶ καὶ Μηνόφαντος ὁ Ἐφέσιος καὶ Θεόδωρος ὁ Περίνθιος καὶ Μάρις ὁ Χαλκηδόνιος καὶ ἕτεροί τινες ἀπὸ τῆς Θρᾴκης, ἀπὸ κακίας μόνης ἐπίσημοι, μέχρι πολλοῦ διετέλεσαν τῶν ζιζανίων τὴν σπορὰν ἀρδεύον τές τε καὶ διαθάλποντες. τοῖς δὲ κακοῖς συνέπραξε γεωργοῖς Κων σταντίου ἡ εὐκολία καὶ ἡ Βάλεντος μοχθηρία. τούτου δὴ εἵνεκα μόνης τῆς οἰκείας βασιλείας τοὺς ἐπισκόπους εἰς τὴν Κωνσταντινού πολιν συναθροισθῆναι προσέταξεν. Ἐπειδὴ δὲ ἀφίκοντο (πεντήκοντα δὲ ἦσαν καὶ ἑκατόν), παρηγ γύησε μηδένα οἱ μηνῦσαι ὅστις ὁ μέγας εἴη Μελέτιος· ἐβούλετο γὰρ ἐκ τῆς τοῦ ἐνυπνίου μνήμης μηνυθῆναι τὸν ἄνδρα. καὶ ἐπειδὴ εἰς τὸν βασίλειον εἰσελήλυθεν οἶκον ἅπας ἐκεῖνος τῶν ἐπισκόπων ὁ ὅμιλος, τοὺς ἄλλους καταλιπὼν ἅπαντας τῷ μεγάλῳ Μελετίῳ προσέδραμε, καὶ οἷόν τις παῖς φιλοπάτωρ