1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

117

στρατηγὸς καινόν τι μηνύειν ὑπολαβὼν ἀπήγγειλε ταῦτα τῷ βασιλεῖ. ὁ δέ· "οὐκ ἐμοῦ ἕνεκα", ἔφη, "ταῦτα οὗτος τε θέαται· ἐγὼ γὰρ τοῖς τὴν νίκην ὑπεσχημένοις πεπίστευκα. ἀλλ' ἵνα μή τις ὑπολάβῃ με ὡς τῆς παρατάξεως ὀριγνώμενον πλάσαι τὴν ὄψιν, καὶ τούτῳ ταῦτα μεμήνυκεν ὁ τῆς ἐμῆς βασιλείας ἐπίκουρος, ἵνα μάρτυς ἀξιόχρεως γένηται τῆς ἐμῆς διηγήσεως· πρώτῳ γὰρ ἐμοὶ ταύ την ὁ κοινὸς δεσπότης τὴν ὄψιν ὑπέδειξεν. ἀποσκευασάμενοι δὴ οὖν τὸ δέος τοῖς προμάχοις καὶ πολεμάρχοις ἑπώμεθα, καὶ μηδεὶς τῷ πλήθει τῶν πολεμούντων σταθμάσθω τὴν νίκην, ἀλλὰ τῶν ἡγου μένων λογιζέσθω ἕκαστος τὴν δύναμιν". ταῦτα καὶ τοῖς στρατιώταις 326 εἰπὼν καὶ ταύτῃ ἅπαντας προθυμίας ἐμπλήσας ἐκ τῆς τοῦ ὄρους κατήγαγε κορυφῆς. ὁ δὲ τύραννος, πόρρωθεν ἰδὼν τοὺς στρατιώτας πολεμησείοντας, καθώπλισε τὴν στρατιὰν καὶ εἰς παράταξιν ἔταξεν. αὐτὸς δὲ ἐπί τινος γηλόφου μείνας θανατᾶν τε ἔφη τὸν βασιλέα καὶ τῆς παρούσης ἀπαλλαξείοντα βιοτῆς παρατάττεσθαι· καὶ τοῖς στρα τηγοῖς ἐκέλευσε ζῶντά οἱ τοῦτον καὶ πεπεδημένον προσαγαγεῖν. Ἐπειδὴ δὲ αἱ φάλαγγες ἔστησαν, πολλαπλάσιον μὲν ἦν τῶν πολε μίων τὸ πλῆθος, εὐαρίθμητον δὲ κομιδῇ τὸ τῷ βασιλεῖ συντεταγ μένον. ἀρξαμένων δὲ καὶ τούτων κἀκείνων ἀφιέναι τὰ βέλη, ἔδειξαν ἀληθεῖς τὰς ὑποσχέσεις οἱ πρόμαχοι. πνεῦμα γὰρ βίαιον ἀντιπρόσωπον τῶν πολεμίων φερόμενον τοὺς μὲν ἐκείνων ὀϊστοὺς ἀπέστρεφε καὶ τὰ πελτὰ καὶ τὰ δόρατα καὶ πᾶν βέλος αὐτοῖς ἄχρηστον ἦν, καὶ οὔτε ὁπλίτης οὔτε τοξότης οὔτε πελταστὴς πημαίνειν τὴν τοῦ βασι λέως ἠδύνατο στρατιάν. καὶ μέντοι καὶ κόνις ὅτι μάλιστα πλείστη κατὰ τῶν προσώπων φερομένη μύειν τὰ βλέφαρα καὶ ταῖς κόραις ἐπαμύνειν πολεμουμέναις ἠνάγκαζεν. οἱ δὲ τοῦ βασιλέως στρατιῶται, λώβην οὐδεμίαν ἐκ τῆς καταιγίδος ἐκείνης δεξάμενοι, θαρραλέως τοὺς πολεμίους κατέκτεινον. οἱ δὲ ταῦτα ὁρῶντες καὶ τὴν θείαν ἐπιγνόντες ἐπικουρίαν, τὰ ὅπλα ῥίψαντες, φειδοῦς παρὰ τοῦ βασιλέως τυχεῖν ἠντιβόλουν. ὁ δὲ καὶ εἶξε καὶ οἴκτου μετέδωκεν, ἀγαγεῖν δὲ αὐτοὺς τὸν τύραννον κατὰ τάχος ἐκέλευσεν. οἱ δὲ θέοντες ἀνέβησαν εἰς τὸν λόφον οὗ καθήμενος ἐκεῖνος ἠγνόει τὰ δρώμενα. ὁ δὲ πνευστιῶντας ἰδὼν καὶ τῷ ἄσθματι μηνύοντας τὴν σπουδήν, νίκης ἀγγέλους ὑπέλαβε, 327 καὶ ἤρετο εἰ καὶ Θεοδόσιον πεπεδημένον ὡς προσετάχθησαν ἤγαγον. οἱ δέ· "οὐκ ἐκεῖνον", ἔφησαν, "σοὶ προσάγομεν, ἀλλὰ σὲ πρὸς ἐκεῖνον ἀπάγομεν· τοῦτο γὰρ ὁ τοῦ παντὸς προσέταξε πρύτανις". ταῦτα λέγοντες ἐξανέστησάν τε ἐκ τοῦ δίφρου καὶ τὰ δεσμὰ ἐπιθέντες πε πεδημένον ἀπήγαγον καὶ προσήγαγον δορυάλωτον τὸν πρὸ βραχέως μεγαλαυχούμενον. ὁ δὲ βασιλεὺς τῶν τε εἰς Βαλεντινιανὸν πλημ μεληθέντων ἀνέμνησε καὶ τῆς παρανόμου τυραννίδος καὶ τῶν κατὰ τῆς ἐννόμου βασιλείας πολέμων· ἐκωμῴδησε δὲ καὶ τὴν Ἡρακλέους εἰκόνα καὶ τὸ μάταιον δι' ἐκείνην γενόμενον θράσος. καὶ τότε δικαίαν καὶ ἔννομον ἐξήνεγκε τῆς κατ' αὐτοῦ τιμωρίας τὴν ψῆφον. τοιοῦτος ἦν ἐκεῖνος καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ, ἀεὶ μὲν τὴν θείαν ἐπικουρίαν αἰτῶν, ἀεὶ δὲ ταύτης μεταλαγχάνων. Μετὰ τήνδε τὴν νίκην ἀρρωστήσας τοῖς υἱέσι τὴν βασιλείαν διένειμε. καὶ τῷ μὲν πρεσβυτέρῳ τὴν οἰκείαν ἔδωκεν ἡγεμονίαν, τῷ δὲ νεωτέρῳ τῆς Εὐρώπης τὰ σκῆπτρα· τὴν εὐσέβειαν δὲ τελείαν καὶ τοῦτον ἔχειν κἀκεῖνον παρῄνεσε. "διὰ ταύτης γάρ", ἔφη, "καὶ εἰρήνη φυλάττεται καὶ πόλεμος καταλύεται καὶ πολέμιοι τρέπονται καὶ ἀνίσταται τρόπαια καὶ νίκη βραβεύεται". ἐκεῖνος μὲν οὖν ταῦτα τοῖς παισὶ παραινέσας ἐτελεύτησεν, ἀείμνηστον κλέος καταλιπών· οἱ δὲ τῆς βασιλείας διάδοχοι καὶ τῆς εὐσεβείας ἐγένοντο κληρονόμοι. Ὀνώριος μὲν γὰρ ὁ τῆς Εὐρώπης τὴν βασιλείαν δεξάμενος τὰς 328 ἐν Ῥώμῃ πάλαι γιγνομένας μονομαχίας κατέλυσεν, ἀφορμὴν τοιάνδε λαβών. Τηλεμάχιός τις ἦν τὸν ἀσκητικὸν ἀσπαζόμενος βίον. οὗτος ἀπὸ τῆς Ἑῴας ἀπάρας καὶ τούτου χάριν τὴν Ῥώμην καταλαβών, τῆς μυσαρᾶς ἐκείνης ἐπιτελουμένης θέας εἰσελήλυθε καὶ αὐτὸς εἰς τὸ στάδιον, καὶ καταβὰς παύειν ἐπειρᾶτο τοὺς κατ'