1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

2

ἀνομία οὐκ ὀφείλει ἀνα βαίνειν· τοῦτο γὰρ κατορθοῦται διὰ πόνου εὐχῆς καὶ ταπεινώσεως. καὶ τοῦτο ποιῶν ζήσῃ εἰς τοὺς αἰῶνας".

1.5 Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί σκοπος λέγει αὐτῷ "Ἄκουε καὶ τῆς πέμπτης ἐντολῆς· μακρόθυμος γίνου καὶ συνετὸς, καὶ πάντων ἔργων πονη ρῶν κατακυριεύσῃ. ἐὰν γὰρ καὶ μακρόθυμος ἔσῃ, τὸ πνεῦμα τὸ πανάγιον κατοικήσει ἐν σοί. ἐν δὲ τῇ ὀξυ χολίᾳ ὁ διάβολος. οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ ἐν ᾧ κατοι κοῦσιν ἀμφότερα. ἄκουε δὲ καὶ τὴν ἐνέργειαν τῆς ὀξυ χολίας πῶς πονηρά ἐστιν καὶ πλανᾷ τοὺς δούλους τοῦ θεοῦ. οὐκ ἀποπλανᾷ δὲ τοὺς ὄντας πλήρεις ἐν πίστει, οὐδὲ ἐνεργεῖ εἰς αὐτοὺς, ὅτι ἡ δύναμις τοῦ θεοῦ μετ' αὐτῶν ἐστιν, ἀποπλανᾷ δὲ τοὺς διψύχους. ὅταν ἴδῃ τοὺς τοιούτους εὐσταθοῦντας, παραβάλλει ἑαυτὴν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου, καὶ οὕτως κρίνεται ὁ ἄν θρωπος ἕνεκεν βιωτικῶν πραγμάτων. ταῦτα γὰρ πάντα μωρά ἐστιν καὶ κενά. ἡ δὲ μακροθυμία εὐπρόσδεκτος καὶ ἰσχυρά. ἀγαλλιωμένη καὶ ἀμέριμνος οὖσα δοξάζει τὸν κύριον ἐν παντὶ καιρῷ. τὸ τρυφερὸν πνεῦμα. μὴ ἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος καὶ σκληρό τητος κατοικεῖν, ὑποχωρεῖ ἀπὸ τοῦ τοιούτου καὶ ζητεῖ κατοικεῖν μετὰ πραΰτητος καὶ ἡσυχίας. ὅταν δὲ ἀπο στῇ ἀπὸ τοῦ ἀνθρώπου οὗ κατοικεῖ, γίνεται ὁ ἄνθρω πος ἐκεῖνος κενὸς ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου καὶ ὅλος ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς. οὕτως οὖν συμβαίνει πᾶσι τοῖς ὀξυχόλοις. ἄπεχε οὖν ἀπ' αὐτῆς, τοῦ πονηροτάτου δαίμονος, ἔνδυσαι δὲ τὴν μακροθυμίαν καὶ τὴν ὑπομονὴν, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας".

1.6 Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί σκοπος λέγει αὐτῷ "Ἄκουε καὶ τῆς ἕκτης ἐντολῆς· ἐνετειλάμην σοι ἐν τῇ πρώτῃ ἐντολῇ ἵνα φυλάξῃς τὴν πίστιν καὶ τὸν φόβον καὶ τὴν ἐγκράτειαν". ἀπεκρίθη ὁ Ἀντίοχος "Ναὶ, κύριε, οὕτως ἐστίν". ἀπεκρίθη ὁ ἐπίσκοπος "Ἀλλὰ νῦν θέλω σοι δηλῶσαι τὰς δυνάμεις αὐτῶν, ἵνα νοήσῃς τὴν δύναμιν ἣν ἔχουσιν καὶ τὴν ἐνέργειαν. διπλαῖ γάρ εἰσιν. κεῖνται οὖν ἐπὶ δικαίου καὶ ἀδίκου. σὺ οὖν πίστευε τῷ δικαίῳ, τῷ δὲ ἀδίκῳ μηδὲν πιστεύσῃς. δύο εἰσὶν ἄγγελοι μετὰ τοῦ ἀνθρώ που, ὁ εἷς τῆς πονηρίας καὶ ὁ εἷς τῆς δικαιοσύνης. ὁ μὲν τῆς δικαιοσύνης ἄγγελος τρυφερός ἐστιν καὶ αἰ σχυντηρὸς καὶ πρᾶος καὶ ἰσχυρός. ὅταν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, εὐθέως λαλεῖ μετὰ σοῦ περὶ δι καιοσύνης, περὶ ἁγνείας, περὶ σεμνότητος καὶ περὶ παντὸς ἔργου ἀγαθοῦ. ταῦτα πάντα ὅταν εἰς τὴν καρ δίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς δικαιοσύνης μετὰ σοῦ ἐστίν. ὅρα οὖν καὶ τοῦ ἀγγέλου τῆς πονη ρίας τὰ ἔργα αὐτοῦ τὰ πονηρά. πρὸ πάντων ὀξύχολός ἐστιν καὶ πικρὸς καὶ ἄφρων, καὶ τὰ ἔργα αὐτοῦ πονηρὰ, καταστρέφοντα τοὺς δούλους τοῦ θεοῦ. ὅταν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γνῶθι ὅτι ἐκ τοῦ πονηροῦ καὶ μισοκάλου εἰσίν". Λέγει αὐτῷ ὁ Ἀντίοχος "Πῶς νοήσω μὲν αὐτὸν οὐκ ἐπίσταμαι, ἐὰν μὴ διδαχθῶ κατὰ λόγον". λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ἄκουε λεπτομερῶς καὶ συνετὸς γίνου καὶ μακρόθυμος. εἶτα λοιπὸν ἐπιθυμία γυναικῶν καὶ κραιπαλῶν πολλῶν καὶ ἐπιθυμία πράξεων πλεο νεξίας καὶ ὑπερηφανίας καὶ τὰ τούτοις ὅμοια. ὅταν ταῦτα ἐπὶ τὴν καρδίαν σου ἀναβῶσιν, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς πονηρίας ἐστὶν μετὰ σοῦ. ἔχεις ἀμφοτέ ρων τὰς ἐνεργείας. σύνες αὐτὰς, καὶ πίστευε τῷ ἀγ γέλῳ τῆς δικαιοσύνης, ἀπὸ δὲ τοῦ ἀγγέλου τῆς πονη ρίας ἀπόστηθι, καὶ ἐργαζόμενος τὸ ἀγαθὸν ἔσῃ ηὐλο γημένος εἰς τοὺς αἰῶνας".

1.7 Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος "Μέμνησαι ὅτι εἰς τὴν πρώτην ἐντολὴν ἐνετειλάμην σοι περὶ πίστεως καὶ προσευχῆς καὶ φόβου καὶ ἐγκρατείας". ἀπεκρίθη αὐτῷ ὁ Ἀντίοχος "Ναὶ, κύριε". καὶ λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ἄκουε καὶ τῆς ἑβδόμης ἐντολῆς· φοβοῦ τὸν θεὸν καὶ φύλασσε τὰς ἐντολὰς αὐτοῦ, καὶ ἔσῃ δυνατὸς ἐν πάσῃ πράξει· φοβούμενος γὰρ τὸν κύ ριον πάντα καλὰ ἐργάσῃ· τὸν διάβολον μὴ φοβηθῇς, ὅτι δύναμις ἐν αὐτῷ οὐκ ἔστιν, μᾶλλον δὲ φοβήθητι τὰ ἔργα αὐτοῦ τὰ πονηρὰ, ἵνα μὴ κατακυριευθῇς ὑπ' αὐτῶν, ὅτι πονηρά εἰσιν. ἐὰν οὖν