1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

13

σίδηρα καὶ μακρὰν ἀπὸ τῆς πόλεως ἀπελθὼν, ἐγκλείσας ἑαυτὸν ἐν κελλίῳ μικρῷ, ἕως τῆς τελευτῆς αὐτοῦ ἐν τῇ μετανοίᾳ τέλειον τῷ θεῷ ἀπεδίδου τὴν ἐξομολόγησιν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶ νας. ἀμήν.

2.16 Καὶ ἐπανερχομένου αὐτοῦ εἰς τὸ μοναστήριον ἐγγὺς τῆς πύλης τῆς πόλεως προσπίπτει αὐτῷ τις νεώ τερος γονυπετῶν καὶ λέγων "∆οῦλε τοῦ θεοῦ, συγχώ ρησόν μοι ὅτι ἐνέπτυσα εἰς τὸ πρόσωπόν σου, πιστεύ σας τῇ ἀνόμῳ κόρῃ ἐκείνῃ περὶ τῶν κατὰ σοῦ λεχθέν των, καὶ νηστεύω ἕνεκεν τῆς τόλμης ταύτης, καὶ πα ρακαλῶ τὸν κύριον". ὁ δὲ δοῦλος τοῦ θεοῦ Ἀντίοχος λέγει αὐτῷ "Μὴ κλαῖε περὶ ἐμοῦ μηδὲ νήστευε, ἀλλὰ κλαῖε καὶ νήστευε διὰ τὸ ἱμάτιον ὃ ἔκλεψας τῆς γυναι κὸς τῆς χήρας καὶ πτωχῆς πρὸ τριῶν ἡμερῶν. καὶ σὺ ἔχων πέντε ἱμάτια τὸ ἓν τῆς χήρας ἔκλεψας". τότε ὁ νεώτερος ἐλεγχθεὶς καὶ φρίξας καὶ θαυμάσας πῶς φα νερὸν γέγονεν ὃ κρυφῆ καὶ ἐν ἑσπέρᾳ ἔπραξε μόνος ἀπέρχεται τρέμων, καὶ φέρει τὰ ἴδια πέντε ἱμάτια καὶ τὸ ἓν τῆς χήρας, καὶ ὅλα δίδωσιν τῇ γυναικὶ, παρακα λῶν αὐτῇ σὺν αὐτῷ προσπεσεῖν τῷ δούλῳ τοῦ θεοῦ. ἰδὼν δὲ ἀμφοτέρους προσπίπτοντας καὶ ἀπὸ καρδίας τὸν αἴτιον μετανοοῦντα ἐδέξατο αὐτὸν ἐν φιλήματι ἁγίῳ, καὶ λέγει ὁ νεώτερος "Θέλω, κύριέ μου, νηστεῦσαι πολλὰς ἡμέρας, ὅτι πολλαί εἰσιν αἱ ἁμαρτίαι μου". λέγει αὐτῷ ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος "Πῶς θέλεις νηστεῦ σαι"; ὁ δὲ εἶπεν αὐτῷ "Ἀπὸ τοῦ πρωῒ ἕως ἑσπέρας". καὶ λέγει αὐτῷ ὁ Ἀντίοχος "Καὶ μὴ τρώγων ποῦ διάγεις"; ὁ δὲ εἶπεν "Τοὺς φίλους καὶ τὰ πράγματά μου βλέπω, καὶ πάλιν ὀλίγον καθεύδω, καὶ ὅταν γένη ται ἑσπέρα, μεταλαμβάνω". λέγει αὐτῷ ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος "Τοῦτο οὐκ ἔστιν νηστεία· ἐὰν γὰρ νη στεύσῃς ἀπὸ βρωμάτων καί τινα κακαλογήσῃς, ἢ λυ πήσῃς, ἢ διαβάλῃς, ἢ μνησικακήσῃς ἀπὸ προτέρας μά χης, ἢ ἑσπέρας ποιήσῃς πολύτιμον δεῖπνον, καὶ ἄρξῃ μεθύσκεσθαι ἢ αἰσχρὰ ἐργάζεσθαι, ἢ κατ' ἔννοιαν ἐπι θυμεῖν τι τοιοῦτον, πολὺ συμφέρει σοι πέμπτον τῆς ἡμέρας ἐσθίειν καὶ τούτων φείσασθαι ἢ μὴ γευσάμε νον ἐκείνοις συμφύρεσθαι. τίς γὰρ ὠφέλεια βρωμάτων ἀπέχεσθαι, πάσης δὲ ἄλλης ἐπιθυμίας ἐμφορεῖσθαι; ἢ οὐκ οἶδας ὅτι πᾶς ὁ τὴν ἐπιθυμίαν αὐτοῦ πληρῶν κατ' ἔννοιαν καὶ ἐκτὸς τῶν ἔξωθεν βρωμάτων ἤδη κε κόρεσται καὶ μεθύει; ἀλλ' εἰ θέλεις ἐγκρατεύσασθαι καὶ νηστεῦσαι, ἵνα ἡ νηστεία σου δεκτὴ ᾖ τῷ θεῷ, πρῶτον πάντων φύλαξαι νηστεύειν ἀπὸ παντὸς ῥήματος πονηροῦ καὶ ἀκοῆς πονηρᾶς, καὶ καθάρισόν σου τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ καὶ μνησικακίας καὶ αἰσχροκερδίας, καὶ ἐν ἡμέρᾳ ᾗ νηστεύεις ἀρκέσθητι ἄρτῳ καὶ λαχάνοις καὶ ὕδατι, εὐχαριστῶν τῷ θεῷ. συμψη φίσας δὲ τὴν ποσότητα τῆς δαπάνης τοῦ ἀρίστου οὗ ἔμελλες ἐσθίειν κατ' ἐκείνην τὴν ἡμέραν, δὸς χήρᾳ ἢ ὀρφανῷ ἢ ὑστερουμένῳ, πρὸς ὃν δὴ σαφῶς ἐμπλήσας τὴν ἑαυτοῦ ψυχὴν εὔξεται ὑπὲρ σοῦ πρὸς κύριον. ἐὰν οὖν τελέσῃς τὴν νηστείαν ὡς ἐνετειλάμην σοι, ἔσται ἡ θυσία σου δεκτὴ ἐνώπιον κυρίου καὶ ἐγγεγραμμένη ἐν τοῖς οὐρανοῖς ἐν ἡμέρᾳ ἀνταποδόσεως τῶν ἡτοιμασμέ νων ἀγαθῶν τοῖς δικαίοις". Ταῦτα ἀκούσας ὁ νεώτερος καὶ καταλείψας πάντα ἐβιάσατο τὸν δοῦλον τοῦ θεοῦ λαβεῖν αὐτὸν εἰς τὴν μονήν. καὶ ἀκολουθήσας αὐτῷ, πάντα ὅσα ἐδιδάχθη παρ' αὐτοῦ φυλάξας, ἐν πολλῇ ἐγκρατείᾳ καὶ δάκρυσι καὶ στεναγμοῖς πληρώσας ἐνιαύσιον χρόνον ἐν εἰρήνῃ ἐκοιμήθη, παραδοὺς τὸ πνεῦμα τῷ κυρίῳ.

2.17 Καὶ μετὰ τρία ἔτη, μέλλοντος τοῦ ἡγουμένου τῆς μονῆς τελευτᾶν, ἦλθον εἰς ἐπίσκεψιν αὐτοῦ τινὲς ἅγιοι ἐπίσκοποι, καὶ παρεκάλει αὐτοὺς ὁ ἡγούμενος ὅπως ἀντ' αὐτοῦ τὸν φιλάδελφον καὶ ἀμνησίκακον καὶ ταπεινόφρονα Ἀντίοχον καταστήσωσι, καὶ πᾶσα δὲ ἡ ἀδελφότης συμπαρεκάλει. τοῦ δὲ ἀντιλέγοντος καὶ ὀδυ ρομένου, μετὰ πολλῆς βίας καὶ ἀνάγκης χειροτονήσαν τες τοῦτον οἱ ἐπίσκοποι πρεσβύτερον κατέστησαν καὶ ἡγούμενον. καὶ παραθέμενος αὐτῷ ὁ ἡγούμενος πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἐκοιμήθη ἐν εἰρήνῃ. λαβὼν οὖν τὴν φροντίδα ὁ