1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

7

πραότητι καὶ ἡσυχίᾳ. Αὕτη οὖν ἡ μακροθυμία κατοικεῖ μετὰ τῶν πίστιν ἐχόντων ὁλόκληρος, ἡ δὲ ὀξυχολία πρῶτον μὲν μωρία ἐστὶν καὶ ἐλαφρία φρενῶν· εἶτα ἐκ τῆς ἀφροσύνης γίνε ται πικρία, ἐκ δὲ τῆς πικρίας θυμὸς, ἐκ δὲ τοῦ θυμοῦ ὀργὴ, ἐκ δὲ τῆς ὀργῆς μῆνις. εἶτα ἡ μῆνις ἐκ τοσού των κακῶν συνισταμένη γίνεται ἁμαρτία μεγάλη καὶ ἀνίατος. ὅταν γὰρ πάντα τὰ ἀνθρώπινα ταῦτα ἐν ἑνὶ ἀγγείῳ κατοικῇ, ὅπου καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὐ χω ρεῖ ἐκεῖνο τὸ ἄγγος, ἀλλ' ὑπερπλεονάζει τὸ τρυφερὸν πνεῦμα, μὴ ἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος καὶ σκληρότητος κατοικεῖν. ὑποχωρεῖ οὖν ἀπὸ τοῦ ἀν θρώπου τούτου καὶ ζητεῖ κατοικεῖν μετὰ πραότητος καὶ ἡσυχίας. εἶτα ὅταν ἀποστῇ ἀπὸ τοῦ ἀνθρώπου οὗ κατοικεῖ, γίνεται ὁ ἄνθρωπος ἐκεῖνος κενὸς ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου καὶ λοιπὸν πεπληρωμένος τῶν πνευμάτων τῶν πονηρῶν ἀκαταστατεῖ ἐν πάσῃ πράξει αὐτοῦ, περισπώμενος ὧδε κἀκεῖ ἀπὸ τῶν ἀνθρώπων τῶν πονηρῶν, καὶ ὅλος ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς. οὕτως οὖν συμβαίνει πᾶσι τοῖς ὀξυχόλοις. ἀπέχου οὖν ἀπὸ τῆς ὀξυχολίας, τοῦ πονηροῦ δαίμονος, ἔνδυσαι δὲ τὴν μακροθυμίαν καὶ ἀντίστηθι τῇ ὀξυχολίᾳ, καὶ ἔσῃ ἐπαινούμενος μετὰ τῆς σεμνότητος τῆς ἠγαπημένης ὑπὸ κυρίου. βλέπε οὖν μὴ παραλογίσῃ τὴν ἐντολὴν ταύτην. ἐὰν γὰρ ταύτην φυλάξῃς, δυνήσῃ καὶ τὰς λοιπὰς τηρῆσαι. ἴσχυε οὖν ἐν αὐταῖς καὶ ἐνδυναμοῦ, καὶ νικήσεις καὶ ζήσῃ εἰς τοὺς αἰῶνας. ἀμήν".

2.6 Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί σκοπος λέγει αὐτῷ "Ἄκουε καὶ τῆς ἕκτης ἐντολῆς· ἐνετειλάμην σοι ἐν τῇ πρώτῃ ἐντολῇ ἵνα φυλάξῃς τὴν πίστιν καὶ τὸν φόβον καὶ ἐγκρατεύσῃ". ἀπεκρίθη ὁ Ἀντίοχος "Ναὶ, κύριε, οὕτως ἔστιν". λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ἀλλὰ νῦν θέλω σοι δηλῶσαι καὶ τὰς δυ νάμεις αὐτῶν, ἵνα νοήσῃς τὴν δύναμιν ἣν ἔχουσι καὶ ἐνέργειαν. διπλαῖ γάρ εἰσιν. κεῖνται γὰρ ἐπὶ δικαίῳ καὶ ἀδίκῳ. σὺ οὖν πίστευε τῷ δικαίῳ, τῷ δὲ ἀδίκῳ μηδὲν πιστεύσῃς. τὸ γὰρ δίκαιον ὀρθὴν ὁδὸν ἔχει, τὸ δὲ ἄδικον στρεβλήν. δύο εἰσὶν ἄγγελοι μετὰ τοῦ ἀν θρώπου, εἷς τῆς δικαιοσύνης καὶ εἷς τῆς πονηρίας. καὶ ὁ μὲν τῆς δικαιοσύνης ἄγγελος τρυφερός ἐστι καὶ αἰσχυντηρὸς καὶ πρᾶος καὶ ἰσχυρός. ὅταν οὖν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, εὐθέως λαλεῖ μετὰ σοῦ περὶ δικαιοσύνης, περὶ ἁγνείας, περὶ σεμνότητος καὶ περὶ αὐταρκείας καὶ περὶ παντὸς ἔργου δικαίου καὶ περὶ πάσης ἀρετῆς ἐνδόξου. ταῦτα πάντα ὅταν εἰς τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς δι καιοσύνης μετὰ σοῦ ἐστίν. τούτῳ οὖν πίστευε καὶ τοῖς ἔργοις αὐτοῦ καὶ ἐγκρατὴς αὐτοῦ γενοῦ. ὅρα οὖν καὶ τοῦ ἀγγέλου τῆς πονηρίας τὰ ἔργα. πρῶτον πάντων ὀξύχολός ἐστι καὶ πικρὸς καὶ ἄφρων, καὶ τὰ ἔργα αὐ τοῦ πονηρὰ, καταστρέφοντα τοὺς δούλους τοῦ θεοῦ. ὅταν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γνῶθι αὐτὸν ἐπὶ τῶν ἔργων αὐτοῦ". Λέγει αὐτῷ ὁ δοὺξ Ἀντίοχος "Πῶς, κύριε, νοήσω αὐτὸν οὐκ ἐπίσταμαι, ἐὰν μὴ διδαχθῶ κατὰ λόγον". λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ἄκουε λεπτομερῶς καὶ ... ... γίνου. ὅταν ὀξυχολία σοί τις προσέλθῃ ἢ πικρία, γίνωσκε· ὅτι αὐτός ἐστιν ἐν σοί. εἶτα λοιπὸν ἐπιθυμίαι πράξεων πολλῶν καὶ πολυτέλεια ἐδεσμάτων καὶ κραι παλῶν πολλῶν καὶ ποικίλων τροφῶν καὶ οὐ δεόντων, καὶ ἐπιθυμίαι γυναικῶν καὶ πλεονεξίαι, ὑπερηφανία τε καὶ ἀλαζονεία καὶ ὅσα τούτοις παραπλήσια. ταῦτα οὖν ὅταν ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγε λος τῆς πονηρίας ἐστὶν ἐν σοί. σὺ οὖν ἐπιγνοὺς τὰ ἔργα αὐτοῦ ἀπόστα ἀπ' αὐτοῦ καὶ μηδὲν αὐτῷ πίστευε. ἔχεις οὖν ἀμφοτέρων τῶν ἀγγέλων τὰς ἐνεργείας. σύνες αὐτάς. περὶ μὲν [τοῖς ἔργοις] τῆς πίστεως αὕτη ἐστὶν ἡ ἐντολὴ, ἵνα τοῖς ἔργοις τοῦ ἀγγέλου τῆς δικαιοσύνης πιστεύσῃς καὶ ἐργασάμενος αὐτὰ ζήσῃς τῷ θεῷ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν".

2.7 Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος 2.7 "Μέμνησαι ὅτι εἰς τὴν πρώτην ἐντολὴν ἐνετειλάμην σοι περὶ πίστεως καὶ φόβου καὶ ἐγκρατείας". ἀπεκρίθη