1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

5

εἰργάσατο. αὕτη οὖν ἡ λύπη δοκεῖ σωτηρίαν ἔχειν, ὅτι πονηρὸν πράξας μετε νόησεν. ἀμφότεραι οὖν αἱ πράξεις λυποῦσιν τὸν ἄν θρωπον· ἡ μὲν διψυχία ὅτι οὐκ ἔτυχεν τῆς πράξεως αὐτοῦ, ἡ δὲ ὀξυχολία ὅτι ἔπραξεν τὸ πονηρόν. ἀμφότερα οὖν λυπηρά εἰσιν τῷ πνεύματι τῷ ἁγίῳ. ἆρον τὴν λύπην ἀπὸ σοῦ καὶ μὴ θλῖβε τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν σοὶ κατοικοῦν, μή ποτε ἐντεύξηται κατὰ σοῦ τοῦ θεοῦ καὶ ἀποστῇ ἀπὸ σοῦ. τὸ γὰρ πνεῦμα τοῦ θεοῦ τὸ δοθὲν εἰς τὴν σάρκα ταύτην λύπην σαρκικὴν οὐχ ὑποφέρει οὐδὲ στενοχωρίαν. λύπη γὰρ ἡ ἐπὶ τοῖς προ τέροις ἁμαρτήμασιν μόνη ἔχει ὠφέλειαν, ἐὰν μὴ πάλιν ἁμαρτήσῃς. πᾶς γὰρ ἱλαρὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται καὶ ἀγαθὰ φρονεῖ καὶ καταφρονεῖ τῆς ματαίας λύπης· ὁ δὲ λυπηρὸς ἀνὴρ πάντοτε πονηρεύεται. πρῶτον μὲν πο νηρεύεται ὅτι λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον τὸ δοθὲν τῷ ἀνθρώπῳ ἱλαρόν· δεύτερον δὲ λυπῶν τὸ πνεῦμα ἀνο μίαν ἐργάζεται μὴ ἐντυγχάνων μηδὲ ἐξομολογοίμενος τοῦ θεοῦ. πάντοτε γὰρ λυπηροῦ ἀνδρὸς ἡ ἔντευξις οὐκ ἔχει δύναμιν τοῦ ἀναβῆναι ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ, ὅτι ἡ λύπη ἐγκάθηται ἐν τῇ καρδίᾳ αὐτοῦ. με μιγμένη οὖν ἡ λύπη ἡ κοσμικὴ μετὰ τῆς ἐντεύξεως οὐκ ἀφίησιν τὴν ἔντευξιν ἀναβῆναι καθαρὰν πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ. ὥσπερ γὰρ ὄξος οἴνῳ μεμιγμέ νον τὴν αὐτὴν ἡδονὴν οὐκ ἔχει, οὕτως καὶ λύπη με μιγμένη μετὰ τοῦ πνεύματος τὴν αὐτὴν ἔντευξιν οὐκ ἔχει. καθάρισον οὖν σεαυτὸν ἀπὸ τῆς λύπης τῆς πο νηρᾶς ταύτης, καὶ ζήσῃ τῷ θεῷ, καὶ ἅπαντες ὅσοι ἀπο βάλλονται τὴν λύπην ἀφ' ἑαυτῶν καὶ ἐνδύονται ἀγάπην καὶ ἱλαρότητα ζήσονται εἰς τοὺς αἰῶνας. ἀμήν. 2.t Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου πατριάρχου Ἀλεξανδρείας ∆ιδασκαλία πρὸς Ἀντίοχον δοῦκαν.

2.1 Ἐλθὼν πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον Ἀθανάσιον δοὺξ ὀνόματι Ἀντίοχος ἐν δεινῇ ἀρρωστίᾳ κατεχό μενος παρεκάλει εὔχεσθαι ὑπὲρ αὐτοῦ ὅπως, ἐὰν ὑγιάνῃ, ἐπιστρέψει λοιπὸν πρὸς τὸν κύριον, μετανοῶν ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτοῦ. καὶ παρακαλέσαντος τοῦ ἐπισκό που τὸν φιλάνθρωπον θεὸν ὑγιὴς τῇ ἑξῆς γέγονεν. καὶ δὴ ἤρχετο φέρων μεθ' ἑαυτοῦ τὰ ὑπάρχοντα αὐτοῦ καὶ τίθησι παρὰ τοὺς πόδας τοῦ ἐπισκόπου, παρακαλῶν δο θῆναι τοῖς πτωχοῖς καὶ τοῖς χρείαν ἔχουσιν, αὐτὸν δὲ λαβόντα τὸ σεμνὸν σχῆμα παρὰ τοῦ ἁγίου ἀνδρὸς τὸν ἐνάρετον καὶ μονήρη βίον πολιτεύεσθαι· ὅπερ τῇ τοῦ θεοῦ χάριτι ἐποίησεν ὁ ἐπίσκοπος. τότε λέγει τῷ ἐπι σκόπῳ ὁ δοὺξ Ἀντίοχος "Ἔδει με ἀφ' οὗ ἐβαπτίσθην φυλάξαι τὴν πίστιν καὶ μὴ μολῦναι τὸ βάπτισμα ἔτι· ἀλλ' ἐπειδὴ ἡ ἀφροσύνη μου μεγάλην ἐν ἐμοὶ εἰργάσατο ἀμέλειαν, παρακαλῶ τὴν σὴν ἁγιωσύνην διδάξαι με καὶ κατηχῆσαι καὶ νουθετῆσαι τίνων ἀπὸ τοῦ νῦν πραγμά των καὶ ἔργων καὶ λογισμῶν ἐγκρατεύσομαι, καὶ τίνων ἄλλων ἐπιμελήσομαι ἀρετῶν". Τότε ὁ ἐπίσκοπος ποιήσας εὐχὴν καὶ καθίσας ἐδί δασκεν αὐτὸν ἐν πνεύματι ἁγίῳ μίαν ἑκάστην ἐντολὴν τῶν διδαγμάτων τοῦ Χριστοῦ πληρῶσαι. ἄρχεται οὖν λέγειν αὐτῷ "Χρὴ τὸν ἐπὶ τὴν ἀκηλίδωτον ἀρετὴν ἐρ χόμενον καὶ σεμνὸν βίον πολιτευόμενον καὶ ἐπὶ τοῖς προτέροις ἁμαρτήμασι μετανοοῦντα πρὸ πάντων πι στεύειν εἰς ἕνα θεὸν παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονεγενῆ, δι' οὗ τὰ πάντα ἐγένετο τὰ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, θεὸν σωτῆρα ἡμῶν ὑπάρχοντα ὁμοούσιον τῷ πατρὶ, καὶ εἰς τὸ ἅγιον πνεῦμα τὸ κύριον καὶ ζωοποιὸν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμ προσκυνούμενον καὶ συνδοξαζόμενον. εἷς θεὸς μόνος ὁ πάντα χωρῶν, μόνος δὲ ἀχώρητος ὢν, καὶ ὅτι πάντα δύναται, ἀδύνατον δὲ αὐτῷ οὐδέν. ἐὰν οὕτως πιστεύ σῃς ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης ἰσχύος σου καὶ φοβηθῇς αὐτὸν καὶ ἐγκρατεύσῃ ὧν λέγω σοι, εἰσακουσθήσεταί σου ἡ ἔντευξις καὶ πιστεύσας λήψῃ παρ' αὐτοῦ τὴν βοήθειαν καὶ νίκην καὶ σωτηρίαν εἰς τοὺς αἰῶνας. ἀμήν".