1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

4

οὖν ὅτι ἡ διψυχία παρὰ τοῦ διαβόλου ἐστίν. σὺ οὖν δούλευε ἐκ τῆς ψυ χῆς σου, καὶ ζήσῃ τῷ θεῷ, καὶ πάντες οἱ ταῦτα φρο νοῦντες ζήσονται εἰς τοὺς αἰῶνας".

1.10 Καὶ εὐξαμένων αὐτῶν λέγει ὁ ἐπίσκοπος "Ακουε καὶ τῆς δεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ πᾶ σαν ἐπιθυμίαν πονηρὰν καὶ ἔνδυσαι τὴν ἀγαθὴν καὶ σεμνήν. ἀπὸ δὲ τῆς πονηρᾶς ἐπιθυμίας, καὶ μάλιστα ἐὰν ἐμπέσῃ εἰς λύπην ὁ δοῦλος τοῦ θεοῦ καὶ μὴ ᾖ συνετὸς, δαπανᾶται ὑπ' αὐτῆς δεινῶς. καὶ μάλιστα τοὺς μὴ ἔχοντας ἔνδυμα ἐπιθυμίας ἀγαθῆς, ἀλλ' ἐμ πεφυρμένους τῷ αἰῶνι τούτῳ, τούτους οὖν παραδίδω σιν εἰς θάνατον". καὶ λέγει ὁ Ἀντίοχος "Ποῖά εἰσιν τὰ παραδιδοῦντα τοὺς ἀνθρώπους εἰς θάνατον; καὶ γνώρισόν μοι, ἵνα φύγω ἀπ' αὐτῶν". λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ἄκουσον ἐν ποίοις ἔργοις θανατοῖ ἡ ἐπι θυμία ἡ πονηρὰ τοὺς δούλους τοῦ θεοῦ. πρὸ πάντων ἐπιθυμία γυναικὸς, καὶ πολυτέλεια πλούτου, ἥτις ἐστὶν φιλαργυρία, καὶ ἐδεσμάτων πολλῶν καὶ ματαίων, καὶ μεθύσματος πολλοῦ, διαφόρου γεύσεως, καὶ δόξης ἀν θρωπίνης ματαίας, μᾶλλον δὲ πᾶσα τρυφὴ καὶ ἡδονὴ τοῦ βίου τούτου ματαία ἐστίν. αὗται οὖν αἱ πονηρίαι καὶ αἱ ἐπιθυμίαι θανατοῦσιν τοὺς δούλους τοῦ θεοῦ. ἄπεχε οὖν ἀπ' αὐτῶν, καὶ ζήσῃ τῷ θεῷ. ἐὰν δουλεύ σῃς τῷ θεῷ ἐν δικαιοσύνῃ, δύνασαι κατακυριεῦσαι τῆς πονηρᾶς ἐπιθυμίας". ὁ Ἀντίοχος λέγει "Ἤθελον κἀγὼ γνῶναι ποίοις τρόποις δεῖ με δουλεῦσαι τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ". ὁ ἐπίσκοπος λέγει "Ἔργασαι δικαιοσύνην καὶ ἀρετὴν ἀληθείας, φόβον κυρίου καὶ πίστιν καὶ ἀγά πην καὶ ταπεινοφροσύνην καὶ ὑπομονὴν, καὶ τὰ ὅμοια τούτοις, καὶ τοῖς ἀγαθοῖς ἔργοις κολλήθητι. καὶ ταῦτα ἐργαζόμενος εὐάρεστος ἔσῃ καὶ δοῦλος θεοῦ εἰς τοὺς αἰῶνας". Πάλιν λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ὁ διάβολος ὅταν ἴδῃ ὅτι διὰ τοῦ ἰδίου λογισμοῦ οὐ δύναταί σε βλά ψαι, τότε φέρει πρὸς σὲ ἀσθενεστέρους μοναχοὺς, καὶ δι' αὐτῶν πρόφασίν τινα διὰ λόγων, ἢ διὰ ἔργων ἀνα παύσεως, ἢ ζῆλον σαρκικὸν δίδωσίν σοι εἰς τὸ σκαν δαλίσαι σε καὶ καταρρᾶξαί σε. σὺ δὲ νοῶν ὅτι τοῦ ἐχθροῦ εἰσιν κατασκευαὶ αὗται μὴ ἄρξαις εἰς τὴν διά νοιάν σου λέγειν. ἐγὼ ἀπὸ τοιούτου γένους εἰμὶ μεγά λου, καὶ οὗτος ἰδιώτης καὶ εὐτελὴς καὶ ἀσθενὴς, κἀγὼ εἰς τοὺς πόδας αὐτοῦ ἔχω πεσεῖν, μᾶλλον δὲ διὰ τοῦτο πρόσπεσε αὐτῷ, μεμνημένος τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολῆς, ἥτις σοι παρακελεύεται «ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην», καὶ μὴ πρότερον ἀποστῇς αὐτοῦ τῶν ποδῶν ἕως οὗ συγχώρησιν μετ' εὐχῆς δέξῃ παρ' αὐτοῦ, ὅπως τέλειός σοι ἀποδοθῇ τῆς ταπεινοφροσύνης ὁ στέφανος εἰς τοὺς αἰῶνας. ἀμήν".

1.11 Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκο πος "Ἄκουε καὶ τῆς ἑνδεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ τὴν λύπην. καὶ γὰρ αὐτὴ ἀδελφή ἐστιν τῆς διψυχίας καὶ τῆς ὀξυχολίας". λέγει ὁ Ἀντίοχος "Πῶς, κύριε, ἀδελφή ἐστιν τούτων; ἄλλο γάρ μοι δοκεῖ ὀξυχολία καὶ ἄλλο λύπη". λέγει αὐτῷ ὁ ἐπίσκοπος "∆ιὰ τί οὐ νοεῖς τὰ λεγόμενά σοι; ἐκεῖνοι γὰρ οὐ νοοῦσιν οἱ βάλλοντες ἑαυτοὺς εἰς τὰ κοσμικὰ καὶ σαρκικὰ πράγματα. οὐ νοεῖς ὅτι πονηροτάτη ἐστὶν καὶ δεινοτάτη τοῖς δούλοις τοῦ θεοῦ. οἱ δὲ τὸν φόβον τοῦ θεοῦ ἔχοντες δικαιοσύνης ἔργον καὶ ἀληθείας ἐπιτελοῦσιν, καὶ τὴν καρδίαν καὶ τὸν νοῦν ἔχοντες πρὸς κύριον τυγχάνουσιν καὶ συνιοῦ σιν, διότι καθαροί εἰσιν καὶ ἀμέριμνοι ἀπὸ πάσης φρον τίδος τοῦ βίου καὶ μερίμνης κοσμικῆς καὶ οὐδὲν εἰ μὴ μόνον τὸν φόβον τοῦ θεοῦ ἔχουσιν ἐν ἑαυτοῖς. ὅπου γὰρ ὁ κύριος κατοικεῖ, ἐκεῖ ἐστιν σύνεσις πολλή. κολ λήθητι οὖν τῷ κυρίῳ, καὶ πάντα νοήσεις. ἄκουε πῶς ἡ λύπη ἐκτρίβει τὸ πνεῦμα καὶ πάλιν σώζει. ὅταν ὁ δίψυχος ἐπιβάληται πρᾶξαί τι καὶ ἀποτύχῃ διὰ τὴν δι ψυχίαν αὐτοῦ, ἡ λύπη πορεύεται εἰς τὸν ἄνθρωπον καὶ λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον καὶ στενοχωρεῖ. εἶτα πά λιν ἡ ὀξυχολία, ὅταν κολληθῇ τῷ ἀνθρώπῳ περὶ πρά γματός τινος καὶ λίαν πικρανθῇ καὶ ποιήσῃ τι κακὸν, πάλιν ἡ λύπη εἰσπορεύεται εἰς τὴν καρδίαν τοῦ ἀν θρώπου, καὶ λυπεῖται ἐπὶ τῇ πράξει αὐτοῦ ᾗ ἔπραξεν, καὶ μεταμελεῖται ὅτι πονηρὸν