1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

9

ἐγκαταλίπῃ, ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει. οὐκ ἔστιν γὰρ ὁ θεὸς ὡς οἱ ἄνθρωποι μνησικακοῦντες, ἀλλ' αὐτὸς ἀμνησίκακός ἐστιν καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ. σὺ οὖν καθάρισον τὴν καρδίαν σου ἀπὸ πάν των τῶν ματαίων τούτων καὶ τῶν προειρημένων σοι ῥημάτων, καὶ αἰτοῦ παρὰ τοῦ κυρίου, καὶ λήψῃ, καὶ πάντων τῶν αἰτημάτων σου ἀστέρητος ἔσῃ, ἐὰν ἀδι στάκτως αἰτήσῃς· ἐὰν δὲ διστάσῃς ἐν τῇ καρδίᾳ σου, οὐδὲν οὐ μὴ λήψῃ τῶν αἰτημάτων σου. οἱ γὰρ διστά ζοντες εἰς τὸν θεὸν, οὗτοί εἰσιν ὡς δίψυχοι καὶ οὐδὲν ὅλως λαμβάνουσι τῶν αἰτημάτων αὐτῶν. οἱ δὲ ὁλοτε λεῖς ὄντες ἐν τῇ πίστει πάντα αἰτοῦνται πεποιθότες ἐπὶ τὸν θεὸν καὶ λαμβάνουσιν, ὅτι ἀδιστάκτως αἰτοῦν ται μηδὲν διψυχοῦντες. πᾶς γὰρ δίψυχος ἀνὴρ, ἐὰν μὴ μετανοήσῃ, δυσκόλως σωθήσεται. καθάρισον οὖν τὴν καρδίαν σου ἀπὸ τῆς διψυχίας, ἔνδυσαι δὲ τὴν πίστιν, ὅτι ἰσχυρά ἐστιν, καὶ πίστευε τῷ θεῷ ὅτι πάντα τὰ αἰ τήματά σου ἃ αἰτῇ λήψῃ, καὶ ἐὰν αἰτησάμενός ποτε παρὰ τοῦ κυρίου αἴτημά τι καὶ βραδύτερον λάβῃς, μὴ διψυχήσῃς, ὅτι τάχιον οὐκ ἔλαβες τὸ αἴτημα τῆς ψυχῆς σου. πάντως γὰρ διὰ πειρασμόν τινα ἢ παράπτωμά τι, ὃ σὺ ἀγνοεῖς, οὐκ ἔλαβες. σὺ οὖν μὴ διαλίπῃς εὐχό μενος τὸ αἴτημα τῆς ψυχῆς σου, ἕως οὗ ἀπολήψῃ αὐτό. ἐὰν δὲ ἐκκακήσῃς καὶ διψυχήσῃς αἰτούμενος, ἑαυτὸν αἰτιῶ καὶ μὴ τὸν μὴ διδοῦντά σοι. βλέπε οὖν τὴν διψυ χίαν ταύτην. πονηρὰ γάρ ἐστι καὶ ἀσύνετος καὶ πολ λοὺς ἐκριζοῖ ἀπὸ τῆς πίστεως, καί γε λίαν πιστοὺς καὶ ἰσχυρούς. καταφρόνησον οὖν αὐτῆς ἐν παντὶ πράγματι, ἐνδυσάμενος τὴν πίστιν τὴν ἰσχυρὰν καὶ δυνατήν. ἡ γὰρ πίστις πάντα ἐπαγγέλλεται, πάντα τελειοῖ, ἡ δὲ διψυχία μὴ καταπιστεύουσα ἑαυτὴν πάντων ἀποτυγχά νει τῶν ἔργων αὐτῆς ὧν πράσσει. σὺ οὖν δούλευε τῇ εὐχῇ σου, τῇ δυνάμει τῆς πίστεως, καὶ ζήσῃ τῷ θεῷ καὶ πάντες οἱ καταφρονοῦντες εἰς τοὺς αἰῶνας. ἀμήν".

2.10 Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκο πος "Ἄκουε καὶ τῆς δεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ πᾶσαν ἐπιθυμίαν πονηρὰν, ἔνδυσαι τὴν ἐπιθυμίαν τὴν ἀγαθὴν καὶ σεμνήν. ἐνδεδυμένος γὰρ τὴν ἐπιθυμίαν ταύτην μισήσεις τὴν πονηρὰν ἐπιθυμίαν· ἀγρία γὰρ ἐπιθυμία εἰς τάδε. ἐὰν ἐμπέσῃ εἰς λύπην ὁ δοῦλος τοῦ θεοῦ καὶ μὴ ᾖ συνετὸς, δαπανᾶται ὑπ' αὐτῆς δει νῶς. δαπανᾷ δὲ τούτους μὴ ἔχοντας ἔνδυμα ἐπιθυμίας ἀγαθῆς, ἀλλ' ἐμπεφυρμένους τῷ αἰῶνι τούτῳ. τούτους οὖν παραδίδωσιν εἰς θάνατον". καὶ λέγει ὁ Ἀντίοχος "Ποῖα, κύριε, εἰσὶ τῆς ἐπιθυμίας τῆς πονηρᾶς τὰ πα ραδιδοῦντα τοὺς ἀνθρώπους εἰς θάνατον; γνώρισόν μοι, ἵνα φύγω ἀπ' αὐτῶν". λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ἄκουσον. πρῶτον πάντων ἐπιθυμία γυναικὸς, καὶ πολυ τέλεια πλούτου, ἥ ἐστι φιλαργυρία, καὶ ἐδεσμάτων πολλῶν καὶ ματαίων, καὶ μεθύσματος πολλοῦ, διαφό ρων γεύσεων, καὶ ἑτέρων τρυφῶν πολλῶν καὶ μωρῶν, καὶ δόξης ἀνθρωπίνης καὶ ματαίας. πᾶσα τρυφὴ μωρά ἐστι καὶ κενὴ τοῖς δούλοις τοῦ θεοῦ. ἀπέχεσθαι οὖν δεῖ τῶν ἐπιθυμιῶν τούτων, ἵνα ἀπεχόμενοι ζήσητε τῷ· θεῷ. ἐὰν δὲ δουλεύσῃς τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ καὶ ὑποταγῇς αὐτῇ, δύνασαι κατακυριεῦσαι τῆς ἐπιθυμίας τῆς πονηρᾶς καὶ ὑποτάξαι αὐτὴν καθὼς βούλει". ὁ Ἀντίοχος λέγει "Ἤθελον γνῶναι ποίοις τρόποις δεῖ με δουλεῦσαι τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ". ὁ ἐπίσκοπος λέγει "Ἄκουε· ἔργασαι δικαιοσύνην καὶ ἀρετὴν ἀλη θείας, καὶ φόβον κυρίου καὶ πίστιν καὶ ἀγάπην καὶ ταπεινοφροσύνην καὶ ἀκτημοσύνην .....ιθην ποιῆσαι τῆς κοσμικῆς .......ότητος, καὶ ὅσα τούτοις ὅμοια τοῖς προειρημένοις. ταῦτα ἐργαζόμενος εὐάρεστος ἔσῃ δοῦλος θεοῦ εἰς τοὺς αἰῶνας. ἀμήν". Πάλιν λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ὁ διάβολος ὅταν ἴδῃ ὅτι δι' ἑαυτοῦ, τουτέστιν διὰ τοῦ ἰδίου λογισμοῦ, οὐδὲν δύναταί σε βλάψαι, τότε φέρει πρὸς σὲ ἀσθενε στέρους μοναχοὺς, καὶ δι' αὐτῶν πρόφασίν τινα διὰ λόγων, ἢ ἔργων, ἢ ἀναπαύσεως, ἢ ζήλου σαρκικοῦ δί δωσίν σοι εἰς τὸ σκανδαλίσαι καὶ ταράξαι. σὺ δὲ νοῶν τοῦ ἐχθροῦ εἶναι κατασκευὴν τοῦτο μὴ ἄρξῃ εἰς τὴν διάνοιάν σου λέγειν. ἐγὼ ἀπὸ τοῦ τοιούτου γένους εἰμὶ