1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

6

2.2 Καὶ ἀναστὰς ηὔξατο, καὶ μετὰ τὴν εὐχὴν λέγει αὐτῷ "Ἁπλότητα ἔχε καὶ ἄκακος γενοῦ, καὶ ἔσο ὡς τὰ νήπια τὰ μὴ γινώσκοντα πονηρίαν τὴν ἀπόλλουσαν τὴν σωτηρίαν τῶν ἀνθρώπων. πρῶτον μὲν μηδενὸς κατα λάλει μηδὲ ἡδέως ἄκουε τοῦ καταλαλοῦντος· εἰ δὲ μὴ, καὶ σὺ ἀκούων ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλα λοῦντος, ἂν πιστεύσῃς τῇ καταλαλιᾷ ᾗ ἐὰν ἀκούσῃς· ἐπίστευσας γὰρ καὶ σὺ αὐτὸς ἕξεις κατὰ τοῦ ἀδελφοῦ σου. οὕτως οὖν ἔνοχος ἔσῃ τοῦ καταλαλοῦντος. πονηρὸν γὰρ πνεῦμά ἐστιν ἡ καταλαλιὰ καὶ ἀκατάστατον δαιμόνιον, μηδέποτε εἰρηνεῦον, ἀλλὰ πάντοτε ἐν διχοστα σίαις κατοικοῦν. ἄπεχε οὖν ἀπ' αὐτοῦ, καὶ εἰρήνην ἕξεις μετὰ πάντων, ἔνδυσαι δὲ τὴν ἁπλότητα καὶ τὴν σεμνότητα, ἐν οἷς οὐδὲν πρόσκομμά ἐστι πονηρὸν, ἀλλὰ πάντα ὁμαλὰ καὶ ἱλαρὰ, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας. ἀμήν".

2.3 Καὶ ἀναστὰς ηὔξατο, καὶ μετὰ τὴν εὐχὴν καθ ίσας λέγει αὐτῷ "Ἄκουε καὶ ταύτην τὴν ἐντολήν· ἀλή θειαν ἀγάπα καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκπορευέσθω, ἵνα τὸ πνεῦμα τοῦ θεοῦ κατοικῇ ἐν σοί. οἱ γὰρ ψευδόμενοι ἀθετοῦσι τὸν θεόν. ἔλαβον γὰρ πνεῦμα ἀληθείας καὶ ἐγένοντο οἰκητήρια τοῦ ἀληθινοῦ πνεύματος. ἐὰν οὖν τὴν ἀλήθειαν φυλάξῃς, δυνήσῃ σεαυτῷ ζωὴν περιποιήσασθαι. ὅρκον δὲ δικαίως ἢ ἀδί κως ἔκφευγε, καὶ ἡ ἀλήθεια εἰσάξει σε εἰς τὴν ζωὴν τὴν ἀθάνατον εἰς τοὺς αἰῶνας. ἀμήν".

2.4 Καὶ εὐξαμένων αὐτῶν καθεσθεὶς ὁ ἐπίσκοπος λέγει αὐτῷ "Ἄκουε καὶ τῆς τετάρτης ἐντολῆς· φύλασσε τὴν ἁγνείαν καὶ μὴ ἀναβαινέτω ἐπὶ τὴν καρδίαν σου περὶ γυναικὸς ἀλλοτρίας ἢ περὶ πορνείας τινὸς, ἢ περὶ τοιούτων ὀνομάτων. τοῦτο γὰρ ποιῶν ἁμαρτίαν μεγά λην ἐργάζῃ, μὴ ταχέως ἀφιστῶν τὸν νοῦν σου τοῦ τοι ούτου αἰσχροῦ φάσματος. ἡ γὰρ ἐνθύμησις αὕτη θεοῦ δούλῳ ἁμαρτία μεγάλη ἐστίν. εἰ δέ τις ἐργάζεται τὸ ἔργον τὸ πονηρὸν τοῦτο, θάνατον ἑαυτῷ κατεργάζεται. βλέπε οὖν, ἀπέχου ἀπὸ τῆς ἐνθυμήσεως ταύτης. ὅπου γὰρ σεμνότης καὶ ἁγνεία κατοικεῖ, ἐκεῖ ἀνομία οὐκ ὀφεί λει ἀναβαίνειν. τοῦτο δὲ κατορθοῦται διὰ πυκνοτέρας καὶ ἐπιπόνου εὐχῆς. τοῦτο οὖν ποίει, καὶ ζήσῃ εἰς τοὺς αἰῶνας. ἀμήν".

2.5 Καὶ ἀναστάντες ηὔξαντο, καὶ καθίσας ὁ ἐπί σκοπος λέγει αὐτῷ "Ἄκουε καὶ τῆς πέμπτης ἐντολῆς· φύλασσε τὴν ἁγνείαν καὶ μακροθυμίαν καὶ γίνου συνε τὸς, καὶ πάντων τῶν πονηρῶν ἔργων κατακυριεύ σεις καὶ ἐργάσῃ πᾶσαν δικαιοσύνην. ἐὰν γὰρ μακρό θυμος ἔσῃ, τὸ πνεῦμα τὸ ἅγιον κατοικοῦν ἐν σοὶ καθαρὸν ἔσται, μὴ σκοτούμενον ὑπὸ πονηροῦ πνεύμα τος, μηδὲ μιαινόμενον ὑπὸ τῆς ὀξυχολίας. ἐν γὰρ τῇ μακροθυμίᾳ ὁ κύριος κατοικεῖ, ἐν δὲ τῇ ὀξυχολίᾳ ὁ διά βολος. ἀμφότερα οὖν τὰ πνεύματα ἀσύμφορόν ἐστιν ἐν ταὐτῷ κατοικεῖν. ἐὰν γὰρ λαβὼν ἀψινθίου μικρὸν εἰς κεράμιον μέλιτος ἐπιχέῃς, οὐχὶ ὅλον τὸ μέλι ἀφα νίζεται, καὶ τοσοῦτον μέλι ὑπὸ τοῦ ἐλαχίστου ἀψινθίου ἀπόλλυται. ἐὰν δὲ εἰς τὸ μέλι μὴ βληθῇ τὸ ἀψίνθιον, γλυκὺ εὑρίσκεται τὸ μέλι καὶ εὔχρηστον πάντως γίνεται τῷ δεσπότῃ. βλέπε οὖν ὅτι ἡ μακροθυμία γλυκυτάτη ἐστὶν ὑπὲρ τὸ μέλι καὶ εὔχρηστός ἐστι τῷ κυρίῳ καὶ ἐν αὐτῇ κατοικεῖ, ἡ δὲ ὀξυχολία τὴν μακροθυμίαν μιαί νει. ἄκουε δὲ καὶ τὴν ἐνέργειαν τῆς ὀξυχολίας πῶς πονηρά ἐστιν καὶ πλανᾷ τοὺς δούλους τοῦ θεοῦ καὶ καταστρέφει τῇ ἑαυτῆς ἐνεργείᾳ. οὐκ ἀποπλανᾷ δὲ τοὺς ὄντας πλήρεις ἐν πίστει, οὐδὲ ἐνεργῆσαι δύναται εἰς αὐτοὺς, ὅτι ἡ δύναμις τοῦ κυρίου μετ' αὐτῶν ἐστιν, ἀλλὰ ἀποπλανᾷ τοὺς διψύχους. ὅταν γὰρ ἴδῃ τοὺς τοιούτους ἀνθρώπους εὐσταθοῦντας, παρεμβάλλει ἑαυ τὴν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου, καὶ οὕτως πικραί νεται ἄνθρωπος ἕνεκεν βιωτικῶν πραγμάτων, ἢ φίλου τινὸς, ἢ περὶ δόσεως καὶ λήψεως, ἢ περὶ τοιούτων μιαρῶν πραγμάτων. ταῦτα πάντα μωρά ἐστι καὶ κενὰ καὶ ἀσύμφορα τοῖς δούλοις τοῦ θεοῦ, ἡ δὲ μακροθυμία μεγάλη ἐστὶ καὶ ὀχυρὰ, ἔχουσα τὴν δύναμιν ἰσχυρὰν καὶ καθημένην ἐν πλατυσμῷ μεγάλῳ. ἱλαρὰ, ἀγαλλιωμένη καὶ ἀμέριμνος οὖσα δοξάζει τὸν κύριον ἐν παντὶ καιρῷ, μηδὲν ἔχουσα ἐν ἑαυτῇ πικρὸν, παραμένουσα διὰ παν τὸς