1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

11

θεοῦ τῶν ἐξ ὅλης καρδίας ἐλπιζόντων ἐπ' αὐ τόν. δύναται οὖν ὁ διάβολος παλαῖσαι, καταπαλαῖσαι δὲ οὐ δύναται. ἐὰν οὖν ἀντιστῇς αὐτὸν, νικηθεὶς φεύ ξεται ἀπὸ σοῦ κατῃσχυμμένος. μᾶλλον φοβήθητι τὸν κύριον τὸν δυνάμενον σῶσαι καὶ ἀπολέσαι. μὴ δειλιά σῃς μηδὲ φοβηθῇς τὸν θάνατον· φθαρτὸς γάρ ἐστιν· ἀλλὰ φοβοῦ τὴν ἁμαρτίαν· προαιρετικὴ γάρ ἐστι. φύ λασσε σεαυτὸν ἀπὸ τῶν τριῶν μελῶν τοῦ σώματός σου, ὀφθαλμοῦ, στόματος καὶ ἀκοῆς, μή ποτε διὰ τῶν ὀφθαλμῶν σου φθονερῶς καὶ ἀκολάστως προσέχῃς τινὶ καὶ διὰ στόματος τοῦ μὴ λαλεῖν ποτε ἀσύμφορα, καὶ ἀκοὴν τῇ ὑγιαινούσῃ ..... μήποτε καταδέξῃ λογίον ...... ......βεῖς, μή ποτε ἡττηθῇς ἀσυνέτοις λογισμοῖς, ἀκοῇ βλαβερᾷ, καὶ ἐπιστρέψῃς ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον, ἀλλὰ λάβε μᾶλλον εἰς τὴν σὴν ἔννοιαν τὴν ἐσχάτην ἡμέραν. οὐ γὰρ μόνος τὸν αἰῶνα βιώσεις, ἀλλὰ τὴν τότε μνήσθητι συνοχὴν καὶ πνιγμὸν καὶ θανάτου ὥραν καὶ ἀπόφασιν θεοῦ κατεπείγουσαν καὶ ἀγγέλους ἐπι σπεύδοντας καὶ ψυχὴν ἐν τούτοις θορυβουμένην καὶ ἅμα τῷ συνειδότι πικρῶς μαστιγουμένην καὶ πρὸς τὰ ὧδε ἐλεεινῶς ἐπιστρέφουσαν. καὶ τὴν ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην διάγραψόν μοι τῇ διανοίᾳ, τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφὴν, ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ τῶν ἁγίων. ἥξει γὰρ καὶ οὐ πα ρασιωπήσεται, ὅταν ἔλθῃ ὁ κύριος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. μνήσθητι τὸν πύρινον ποταμὸν, τὸν σκώληκα τὸν ἀκοί μητον, τὸν δεινὸν ᾅδην, τὸ σκότος τὸ ἐξώτερον, τὸν πικρὸν κλαυθμὸν, τὸν βρυγμὸν τῶν ὀδόντων, τὴν ἄσβε στον κάμινον. πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα παραστήσεται, ὅταν ἡ σάλπιγξ ἐκείνη μέγα τι καὶ φο βερὸν ἠχήσασα τοὺς ἀπ' αἰῶνος ἐξεγερεῖ καθεύδοντας «καὶ ἐκπορείσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνά στασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως». μνήσθητι τῆς τοῦ ∆ανιὴλ ὀπτασίας, πῶς ὑπ' ὄψεσιν ἄγει τὴν κρίσιν «ὅτι» φησὶν «ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισεν, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρὸν, ὁ θρόνος αὐτοῦ ὡς φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς εἷλκεν ἔμ προσθεν αὐτοῦ. χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκά θισεν καὶ βίβλοι ἠνεώχθησαν». τὰ ἀγαθὰ, τὰ φαῦλα, τὰ φανερὰ, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα. εὐθέως οὖν εἰς ἐξάκουστον τοῖς πᾶσιν καὶ ἀγγέλοις καὶ ἀνθρώποις σοφῶς ἀνακαλύψει. πάντα γὰρ, ὡς προεῖπον, γυμνὰ καὶ τετραχηλισμένα παραστή σει τῷ βήματι τῷ φοβερῷ. βλέπε λοιπὸν τὸν χρόνον ἐν ᾧ δεῖ σε καρπώσασθαι τὸ ἀμέτρητον αὐτοῦ ἔλεος, μὴ ἐν ματαιότητι ἀναλώσῃς, καὶ ἐν πύλαις ᾅδου ζητή σεις τοῦτο καὶ οὐχ εὑρήσεις ὃ ἐν τῷ ὕψει τῶν ἡμε ρῶν σου προκείμενον οὐκ ἠθέλησας. μνήσθητι οὖν καὶ ταύτην τὴν φρικτὴν τῆς ἀπολογίας ἡμέραν τῆς κρίσεως, καὶ ἴδε πῶς μέλλεις ἀπολογεῖσθαι τῷ πλάσαντί σε θεῷ, ὅτι αὐτός ἐστι κριτὴς ζώντων καὶ νεκρῶν, ὅτι δε δόξασται τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὡς ἀπ' ἀρχῆς καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν".

2.13 Καὶ συντελέσας τὰς δώδεκα ταύτας ἐντολὰς ὁ ἐπίσκοπος λέγει αὐτῷ "Πορεύου ἐν ταῖς ἐντολαῖς ταύ ταις καὶ παρακάλει καὶ τοὺς ἀκούοντας πορεύεσθαι ἐν αὐταῖς, ἵνα ἡ μετάνοια αὐτῶν καθαρὰ γένηται τὰς λοι πὰς ἡμέρας τῆς ζωῆς αὐτῶν, θαρροῦντας ὅτι λήψονται οὐ μόνον ἄφεσιν ἁμαρτιῶν, ἀλλὰ καὶ τὴν κληρονομίαν τῆς ἐπουρανίου βασιλείας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ πνεύματι δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν".

2.14 Ταύτας ἀκούσας τὰς ἐντολὰς ὁ Ἀντίοχος καὶ γράψας αὐτὰς ἐπὶ τὴν καρδίαν αὐτοῦ ὡς ἐν βιβλίῳ, σπεύσας ὠρθοδρόμησε τῷ κοινοβίῳ, λέγων ἐν ἑαυτῷ