1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

8

"Ναὶ, κύριε". λέγει αὐτῷ "Νῦν ἄκουσον τῆς ἑβδόμης ἐντολῆς περὶ τοῦ φόβου· φοβοῦ τὸν κύριον καὶ φύλασσε τὰς ἐντολὰς αὐτοῦ, καὶ ἔσῃ δυνατὸς ἐν πράξει, καὶ ἡ πρᾶξίς σου ἀσύγκριτος ἔσται. φοβούμενος τὸν κύριον πάντα καλὰ ἐργάσῃ· οὗτός ἐστιν ὁ φόβος ὃν δεῖ σε φοβηθῆναι. τὸν διάβολον μὴ φοβηθῇς, ὅτι δύναμις ἐν αὐτῷ οὐκ ἔστιν, οὐδὲ φόβος. ἐν ᾧ δὲ ἡ δύναμις ᾖ ἔν δοξος, καὶ φόβος ἐν αὐτῷ. πᾶς γὰρ ὁ δύναμιν ἔχων καὶ φόβον ἔχει. ὁ δὲ μὴ ἔχων δύναμιν ὑπὸ πάντων καταφρονεῖται. ὁ δοῦλος οὖν τοῦ κυρίου ἰσχυρός ἐστι καὶ ........... φοβήθητι οὖν τὸν κύριον, καὶ ζήσῃ αὐτῷ φυλάσσων τὰς ἐντολὰς αὐτοῦ εἰς τοὺς αἰῶνας".

2.8 Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ακουε καὶ τῆς ὀγδόης ἐντολῆς περὶ ἐγκρατείας· νόη σον ὅτι ἡ ἐγκράτεια διπλῆ ἐστίν. ἐπὶ τινῶν γὰρ δεῖ σε ἐγκρατεύεσθαι, ἐπὶ τινῶν δὲ οὐ δεῖ. τὸ πονηρὸν ἐγ κρατεύεσθαι καὶ μὴ ποιεῖν αὐτὸ, τὸ δὲ ἀγαθὸν μὴ ἐγκρατεύου, ἀλλὰ ποίει αὐτό. ἄκουε δὲ λεπτομερῶς". λέγει αὐτῷ ὁ Ἀντίοχος "Ναὶ, δέομαί σου, πάντα μοι λεπτομερῶς δήλωσον, ὅτι οὐδέποτε ἤκουσα τοιοῦτον λόγον σωτηρίας, καθοπλίζοντα τὸν ἄνθρωπον κατὰ πά σης μηχανῆς τοῦ διαβόλου. διὰ τοῦτο ἐποίησα καὶ τὸν νοτάριόν μου πᾶσαν τὴν ἔνδοξον καὶ ἐνάρετον ταύτην διδαχὴν γράψαι". λέγει ὁ ἐπίσκοπος "Ἐγκρατεύου ἀπὸ πάσης πονηρίας, ἀπὸ μεθύσματος, ἀνομίας, ἀπὸ τρυφῆς πονηρᾶς, ἀπὸ ἐδεσμάτων πολλῶν καὶ πολυτελῶν, πλούτου, καυχήσεως, ὑψηλοφροσύνης καὶ ὑπερηφανίας καὶ ψεύδους καὶ καταλαλιᾶς καὶ ὑποκρίσεως καὶ μνη σικακίας καὶ πάσης βλασφημίας. ταῦτα τὰ ἔργα πονηρά ἐστι τῇ ζωῇ τῶν ἀνθρώπων. τούτων οὖν τῶν ἔργων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον τοῦ θεοῦ. ὁ γὰρ μὴ ἐγκρατευόμενος τούτων οὐ δύναται ζῆσαι τῷ θεῷ. ἄκουε δὲ καὶ τὰ ἀκόλουθα τούτων". λέγει ὁ δοὺξ Ἀντίοχος "Ετι γὰρ, κύριε, πονηρά εἰσιν ἔργα"; λέγει αὐτῷ ὁ ἐπίσκοπος "Καὶ πολλά εἰσιν ἀφ' ὧν δεῖ τὸν δοῦλον τοῦ θεοῦ ἐγκρατεύεσθαι, κλοπὴ, ψεῦδος, ἀποστέρησις, ψευδομαρτυρία, πλεονεξία, ἀλαζονεία, καὶ ὅσα τούτοις ὅμοια. ἢ οὐ δοκεῖ σοι πονηρὰ εἶναι ταῦτα"; ἀπεκρίθη "Καὶ λίαν πονηρὰ τοῖς δούλοις τοῦ θεοῦ". λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ἐγκράτευσαι οὖν ἀπὸ πάντων τούτων, ἵνα ζήσῃ τῷ θεῷ καὶ ἐγγραφήσῃ μετὰ τῶν ἐγκρατευο μένων. ἃ μὲν οὖν δεῖ ἐγκρατεύεσθαι ταῦτά ἐστιν· ἃ δὲ δεῖ σε μὴ ἐγκρατεύεσθαι, ἀλλὰ ποιεῖν, ἄκουε. πάν των πρῶτον πίστις, φόβος κυρίου, ὁμόνοια, ἀγάπη, ῥήματα δικαιοσύνης, ἀλήθεια, ὑπομονή. τούτων ἀγα θώτερον οὐδέν ἐστιν ἐν τῇ ζωῇ τῶν ἀνθρώπων. ταῦτα ἐάν τις φυλάσσῃ καὶ μὴ ἐγκρατεύηται ἀπ' αὐτῶν, μακάριός ἐστιν ἐν τῇ ζωῇ αὐτοῦ. εἶτα τούτων τὰ ἀκό λουθα ἄκουε· χήραις ὑπηρετεῖν καὶ ὀρφανοὺς ὑστερου μένους ἐπισκέπτεσθαι, ἐξ ἀνάγκης λυτρώσασθαι τοὺς δούλους τοῦ θεοῦ, φιλόξενον εἶναι· ἐν γὰρ τῇ φιλοξε νίᾳ εὑρίσκεται ἀγαθοποίησις· ἡσύχιον εἶναι, ἐνδεέστε ρον γενέσθαι, πάντα ἄνθρωπον πρεσβύτην σέβεσθαι, ἀσκεῖν δικαιοσύνην, ἀδελφότητα συντηρεῖν, ὕβριν ὑπο φέρειν, μακρόθυμον εἶναι, ἀμνησίκακον, κάμνοντας τῇ ψυχῇ παρακαλεῖν, ἐσκανδαλισμένους ἀπὸ τῆς πίστεως μὴ ἀποβαλέσθαι, ἀλλ' ἐπιστρέφειν καὶ εὐθύμους ποι εῖν, ἁμαρτάνοντας νουθετεῖν, χρεώστας μὴ θλίβειν, ἐν δεεῖς μὴ λυπεῖν, καὶ ὅσα τούτοις ὅμοιά ἐστιν. δοκεῖ σοι ταῦτα ἀγαθὰ εἶναι"; ἀπεκρίθη ὁ Ἀντίοχος "Τί γὰρ, κύριε, δύναται τούτων ἀγαθώτερον εἶναι"; λέγει αὐτῷ ὁ ἐπίσκοπος "Γύμναζε σεαυτὸν ἐν τούτοις καὶ μὴ ἐγκρα τεύου πάντων, καὶ ζήσῃ τῷ θεῷ εἰς τοὺς αἰῶνας. ἀμήν".

2.9 Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκοπος "Ακουε καὶ τῆς ἐνάτης ἐντολῆς τὴν διδασκαλίαν· πάνυ γὰρ ὠφέλιμός ἐστιν· ἆρον ἀπὸ σοῦ τὴν διψυχίαν καὶ μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαι παρὰ τοῦ θεοῦ, λέ γων ἐν ἑαυτῷ ὅτι πῶς δυνήσομαι αἰτήσασθαι παρὰ τοῦ κυρίου λαβεῖν ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν; μὴ δια λογίζου ταῦτα, ἀλλ' ἐξ ὅλης καρδίας σου ἐπίστρεψον πρὸς κύριον καὶ αἰτοῦ παρ' αὐτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολυευσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σε