1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

12

"Μή πως κατὰ μόνας οἰκῶν ὑψωθῶ καὶ βλάψω ἑαυτὸν, ἀλλὰ μᾶλλον δίδωμι ἐμαυτὸν εἰς ὑπακοὴν ἀδελφῶν καὶ θεωρῶν ἑνὸς ἑκάστου τὴν πολιτείαν ζήλῳ κρατού μενος κἀγὼ τῇ τοῦ θεοῦ χάριτι τὴν αὐτὴν πληρώσω ἀρετήν". ὅπερ καὶ γέγονεν. εἰσελθὼν γὰρ εἰς κοινό βιον οὕτως ἐπολιτεύσατο μετὰ τῆς ἀδελφότητος ὡς νο μίζειν αὐτὸν μὴ μετὰ ἀνθρώπων οἰκεῖν, ἀλλὰ μετὰ ἀγγέλων θεοῦ, καὶ τὰ κελευόμενα μετὰ πάσης σπουδῆς καὶ προθυμίας καὶ χαρᾶς ἐποίει. πάντα τῦφον καὶ ὑπερηφανίαν καὶ μνήμην κοσμικὴν ἐκ ποδῶν ποιήσας πᾶσαν ἤσκει σωφροσύνην, ὑπακοὴν, ταπεινοφροσύνην, φιλαδελφίαν, σιωπὴν, ἀγάπην, οὐδὲν ἄλλο ἐννοῶν εἰ μὴ τὰς ἐντολὰς καὶ νουθεσίας τοῦ ἁγίου πατρὸς καὶ ἐπισκόπου Ἀθανασίου καὶ τὴν ἐλπίδα τὴν ἐν Χριστῷ Ἰησοῦ. καὶ πάντες ὠφελοῦντο οἱ ἀδελφοὶ βλέποντες τὸν ἄνδρα ποτὲ μὲν ἐν τῷ κόσμῳ πλούσιον καὶ ἔνδοξον καὶ μετὰ πάσης πολιτείας ἀνατραφέντα, νῦν δὲ μὴ λογιζόμενον ἑαυτὸν ἄνθρωπον εὐγενῆ καὶ ἐλεύθερον, ἀλλὰ πᾶσαν εὐτέλειαν ἀσκοῦντα. καὶ ἐδόξαζον τὸν θεὸν τὸν πλείονα χαριζόμενον τοῖς ἀνθρώποις ὧν αἰτοῦσιν ἢ ζητοῦσιν αὐτόν. ὅνπερ ἰδὼν ὁ ἡγούμενος τοῦ μοναστη ρίου τοσούτων τῇ τοῦ θεοῦ χάριτι γέμοντα κατορθωμάτων καὶ πᾶσαν ἀρετὴν ἠμφιεσμένον τῷ δευτέρῳ ἐνιαυτῷ τῆς εἰσόδου αὐτοῦ κατέστησεν αὐτὸν ἀποκρι σιάριον τῆς μονῆς, ὅπως ἐξερχόμενος ἐπὶ τὴν πόλιν πᾶσαν χρείαν μετὰ πάσης εὐλαβείας διακονήσῃ, ᾧτινι καὶ πᾶσα ἡ ἀδελφότης συνῄνεσεν. Ὁ δὲ δοῦλος τοῦ θεοῦ Ἀντίοχος, ἀντιλέγειν μὴ εἰδὼς, μετὰ πάσης εὐλαβείας ὡς ἀπ' ἀρχῆς καὶ ταύτην ἐποίησε τὴν ὑπακοὴν, καὶ αἰτήσας εὐχὴν παρὰ πάσης τῆς ἀδελφότητος ἐξήρχετο λοιπὸν ἐπὶ τὴν πόλιν εἰς πᾶσαν ἀπόκρισιν τοῦ μοναστηρίου. εὑρὼν δὲ εἰς τὴν πόλιν φίλον ἀρχαῖον, διάκονον τῆς ἐκκλησίας, ὀνόματι Πιστὸν, παρ' αὐτῷ ἔμενεν, ὅτε ἤρχετο εἰς τὴν πόλιν προφά σει διακονίας. ἰδὼν οὖν ὁ φθονερὸς δαίμων τὴν τοσ αύτην ἐπιστήμην καὶ ἀρετὴν τοῦ ἀνδρὸς καὶ μὴ φέρων ὅρα τί μηχανᾶται.

2.15 Θυγάτηρ ἦν μονογενὴς τῷ διακόνῳ. ταύτην πολλάκις προσεδρεύσας τις ἀναγνώστης, ὀνόματι Ἀλέ ξανδρος, ἔφθειρεν, καὶ τῆς κόρης ἐγκύου γεναμένης φο βηθεὶς ὁ ἀναγνώστης τὸν ἐπίσκοπον καὶ τὴν αἰσχύνην μὴ φέρων ὑπέθετο τῇ κόρῃ τὴν αἰτίαν τῷ δούλῳ τοῦ θεοῦ Ἀντιόχῳ ἐπιγράψαι, ᾧ καὶ συνέθετο ἡ κόρη τοὺς πάντας οὕτως πληροφορῆσαι. καὶ μεθ' ἡμέρας τεσσα ράκοντα τῆς τοῦ παιδίου γεννήσεως φανερὰ γέγονε τῷ ἐπισκόπῳ τὰ κατὰ τὴν κόρην, καὶ προσκαλεσάμενος αὐτὴν ὁ ἐπίσκοπος ἐπυνθάνετο μετὰ πολλῆς ἀπειλῆς τίς ἂν εἴη ὁ τοῦτο πεποιηκώς. ἡ δὲ ἀπεκρίθη "Ἀπὸ τοῦ μονάζοντος Ἀντιόχου, καθά φησιν, ἐν συνηθείᾳ ἐστὶ τοῦ ἔρχεσθαι πρὸς ἡμᾶς". καὶ ἐπίστευσεν ὁ ἐπίσκο πος καὶ πάντες οἱ παρεστῶτες. καὶ πέμψας μετὰ πολ λοῦ θυμοῦ εἰς τὸ μοναστήριον .... τὸν δοῦλον τοῦ θεοῦ. μεθ' ὕβρεως δὲ εἰσελθόντες μετ' αὐτοῦ εἰς τὴν πόλιν ἄλλος μὲν ὕβριζεν αὐτὸν, ἄλλος ἐνέπτυεν, ἕτερος ὠνείδιζεν, αὐτὸς δὲ παρέστη τῷ ἐπισκόπῳ. καὶ ἐρω τηθεὶς περὶ τῆς κόρης καὶ περὶ τοῦ γεγονότος εἶπεν ὁ Ἀντίοχος "Ἐὰν εἴπω τὴν ἀλήθειαν, ἡ ἀλήθειά μου ἐν τῷ ὑμετέρῳ ψεύδει οὐ μὴ πιστευθῇ". καὶ παρεστῶ τος ὅλου τοῦ ὄχλου εἶπεν ἡ κόρη κράζουσα "Τί ἔχεις εἰπεῖν; οὐ δύνασαι ἀρνήσασθαι· ἀπὸ σοῦ γὰρ γεγένη ται τὸ παιδίον. καὶ τί αἰσχύνῃ; ὁμολόγησον ὃ ἐποίη σας". τότε στενάξας ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος λέ γει "∆ότε μοι τὸ παιδίον, καὶ ἴδω εἰ ἐξ ἐμοῦ γεγένη ται". καὶ λαβὼν τὸ παιδίον τεσσαράκοντα ἡμερῶν ὂν καὶ κρατήσας ἐν ταῖς χερσὶν αὐτοῦ, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶπεν τῷ παιδίῳ "Ἐν ὀνόματι τοῦ· κυρίου, εἰπὲ, παιδίον, ἐξ ἐμοῦ γεγένησαι σύ"; τότε βοᾷ τὸ παιδίον χάριτι τοῦ θεοῦ μεγάλῃ τῇ φωνῇ "Οὐχὶ, δοῦλε τοῦ θεοῦ· καθαρὸς σὺ ἐνώπιον τοῦ θεοῦ. ὁ δὲ τοῦτο τὸ σκάνδαλον ποιήσας Ἀλέξανδρός ἐστιν ὁ ἀναγνώστης". τότε ἡ μὲν κόρη κατανοήσασα τὴν τοῦ θεοῦ ἔλεγξιν παραχρῆμα πεσοῦσα παρὰ τοὺς πόδας αὐτοῦ ἐξέψυξεν· ὁ δὲ ἐπίσκοπος ἀμνησικακίας χάριν ᾐτήσατο παρ' αὐτοῦ· ὁ δὲ ἀναγνώστης, πολλὰ ἐπιθεὶς ἑαυτῷ