1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

14

Ἀντίοχος ἐν πολλῇ σπουδῇ καὶ ἐγκρατείᾳ καὶ ἀγρυπνίᾳ καὶ εὐχαῖς διετέλει, πολλά τε ἔνδοξα καὶ κατορθώματα διεπετέλει ὁ Χριστός.

2.18 Καὶ μετὰ δύο ἔτη τοῦ ἡγήσασθαι αὐτὸν τῆς μονῆς δύο ἀδελφοὶ ὀλιγόψυχοι κοινῇ γνώμῃ ἐξῆλθον τοῦ μοναστηρίου καὶ ἐπέστρεψαν ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον, σπαταλῶντες καὶ ἐντρυφῶντες ἐπὶ ταῖς βιωτικαῖς ἀσελγείαις. καὶ ταῦτα μαθὼν ὁ δοῦλος τοῦ θεοῦ Ἀντίοχος πάνυ ἔθλιψεν ἑαυτὸν, θρηνῶν τοὺς δύο ἀδελφοὺς, καὶ ἐδέετο περὶ αὐτῶν τοῦ κυρίου. ψαλλόν των δὲ αὐτῶν τὴν ἐνάτην, ὡς ἔκλινε τὰ γόνατα σὺν τοῖς ἀδελφοῖς, γέγονεν ἐν ἐκστάσει, καὶ παραλαμβάνε ται ἡ ψυχὴ αὐτοῦ ὑπὸ ἀγγέλου. καὶ πολλῆς ὥρας παρελθούσης καὶ μὴ ἐγειρομένου αὐτοῦ ἐγείρεται ὁ δευτεράριος αὐτοῦ καὶ μετ' ἐπιεικείας παρεκάλει ἀνα στῆναι καὶ τελέσαι τὴν λειτουργίαν τῆς εὐχῆς. ὡς δὲ εἶδον ὅτι οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις, ἐγνώρι σαν ὀπτασίαν αὐτὸν βλέπειν, καὶ ὑπεχώρησαν ἀπ' αὐ τοῦ πληρώσαντες τὸν κανόνα. μέλλοντος δὲ δύνειν τοῦ ἡλίου κράξας εἶπεν "∆όξα σοι ὁ θεὸς, δόξα σοι". τότε προσῆλθον αὐτῷ πᾶσα ἡ συνοδία ἱκετεύουσα μηδὲν ἀπ' αὐτῶν κρύψαι ὧν ὁ θεὸς αὐτῷ ἀπεκάλυψεν. καὶ μὴ δυνηθεὶς κρύψαι διὰ τὴν πολλὴν ὄχλησιν τῶν ἀδελφῶν ποιήσας εὐχὴν ἤρξατο λέγειν "Παραληφθεὶς χάριτι Χριστοῦ ὑπὸ ἀγγέλου ἦλθον εἰς πεδίον, καὶ δείκνυσί μοι ποιμένα νεανίσκον ἐνδεδυμένον σύνθεσιν ἱματίων κροκαίων, βόσκοντα πρόβατα πολλὰ λίαν, καὶ τὰ πρό βατα ταῦτα ἦν ὡσεὶ τρυφῶντα καὶ λίαν σπαταλῶντα καὶ ἱλαρὰ, σκιρτῶντα ὧδε κἀκεῖ· καὶ αὐτὸς ὁ ποιμὴν πάνυ ἱλαρὸς ἐπὶ τῷ ποιμνίῳ αὐτῷ ἦν, καὶ περιέτρεχε τὰ πρόβατα. καὶ ἄλλα πρόβατα εἶδον σπαταλῶντα καὶ τρυφῶντα ἐν τόπῳ ἑνὶ, οὐ μέντοι σκιρτῶντα· καὶ λέγει μοι "Βλέπεις τὸν ποιμένα τοῦτον"; "Βλέπω" φημὶ "κύριε". "Οὗτος" φησὶν "ἄγγελος τρυφῆς καὶ ἀπάτης ἐστίν· οὗτος ἐκτρίβει τὰς ψυχὰς τῶν δούλων τοῦ θεοῦ καὶ καταστρέφει ἀπὸ τῆς ἀληθείας ἀπατῶν αὐτὰς ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς, ἐν αἷς ἀπόλλυνται ἐπιλαν θανόμενοι τῶν ἐντολῶν τοῦ θεοῦ τοῦ ζῶντος, καὶ πο ρευόμενοι ταῖς ματαίαις τρυφαῖς καὶ ἀπάταις τοῦ βίου τούτου. διὸ καὶ ἀπόλλυνται ὑπὸ τοῦ ἀγγέλου τούτου εἰς θάνατον καὶ καταφθοράν". λέγω αὐτῷ "Οὐ γι νώσκω, κύριε, τί ἐστιν εἰς θάνατον καὶ καταφθοράν". καὶ λέγει μοι "Ἄκουε"· φησὶν "ἃ εἶδες πρόβατα ἱλαρὰ καὶ σκιρτῶντα, οὗτοί εἰσιν οἱ ἀπεσπασμένοι ἀπὸ τοῦ θεοῦ εἰς τέλος καὶ παραδεδωκότες ἑαυτοὺς ταῖς ἐπι θυμίαις τοῦ αἰῶνος τούτου. ἐν τούτοις οὖν μετάνοια ζωῆς οὐκ ἔστιν, ὅτι καὶ τὸ ὄνομα τοῦ θεοῦ δι' αὐτοὺς βλασφημεῖται. τῶν τοιούτων ἡ ζωὴ θάνατός ἐστιν. ἃ δὲ εἶδες μὴ σκιρτῶντα, ἀλλὰ καὶ ἐν τόπῳ βοσκόμενα, οὗτοί εἰσιν οἱ παραδεδωκότες μὲν τῇ τρυφῇ καὶ ἀπάτῃ ἑαυτοὺς, εἰς δὲ τὸν κύριον μὴ βλασφημήσαντες. οὗτοι οὖν κατεφθαρμένοι εἰσὶν ἀπὸ τῆς ἀληθείας· ἐν τούτοις ἐλπίς ἐστιν μετανοίας, ἐν ᾗ δύνανται ζῆσαι. ἡ καταφθορὰ οὖν ἐλπίδα ἔχει ἀναστάσεως ἕως τινὸς, ὁ δὲ θάνατος ἀπώλειαν ἔχει αἰώνιον.

2.19 Πάλιν προέβημεν μικρὸν, καὶ δείκνυσί μοι ἕτερον ποιμένα μέγαν, ὡς ἄγριον τῇ ἰδέᾳ, περικείμε νον δέρμα αἴγειον λευκὸν, καὶ πήραν τινὰ εἶχεν ἐπὶ τὸν ὦμον, καὶ ῥάβδον σκληρὰν λίαν καὶ ὄζους ἔχουσαν, καὶ τὸ βλέμμα εἶχεν πικρὸν, ὥστε φοβηθῆναί με αὐτόν. οὗτος οὖν ὁ ποιμὴν παρελάμβανε τὰ πρόβατα ἀπὸ τοῦ ποιμένος τοῦ πρώτου τοῦ νεανίσκου, ἐκεῖνα τὰ σπατα λῶντα καὶ τρυφῶντα, μὴ σκιρτῶντα δὲ, καὶ ἔβαλλεν αὐτὰ εἴς τινα τόπον κρημνώδη καὶ ἀκανθώδη καὶ τρι βολώδη, ὥστε ἀπὸ τῶν ἀκανθῶν καὶ τριβόλων μὴ δύ νασθαι ἐκπλέξαι τὰ πρόβατα, ἀλλ' ἐμπλέκεσθαι ταῖς ἀκάνθαις καὶ τριβόλοις, καὶ λίαν ἐταλαιπώρουν δαιρό μενα ὑπ' αὐτοῦ· καὶ ὧδε κἀκεῖ περιήλαυνεν αὐτὰ, καὶ ὅλως ἀνάπαυσιν αὐτοῖς οὐκ ἐδίδου, οὐδὲ ἵσταντο. Βλέπων οὖν αὐτὰ ἐγὼ οὕτως μαστιζόμενα καὶ ταλαιπωροῦντα ἐλυπούμην ἐπ' αὐτοῖς, ὅτι οὕτως ἐβασανίζοντο καὶ ἀνοχὴν ὅλως οὐκ εἶχον. καὶ λέγω τῷ ἀγ γέλῳ τῷ μετ' ἐμοῦ λαλοῦντι "Κύριε, τίς ἐστιν οὗτος ὁ ποιμὴν ὁ ἄσπλαγχνος