1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

10

μεγάλου, καὶ οὗτος ἰδιώτης καὶ εὐτελὴς, κἀγὼ εἰς τοὺς πόδας αὐτοῦ ἔχω πεσεῖν, μᾶλλον δὲ διὰ τοῦτο πρόσ πεσε αὐτῷ, μεμνημένος τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολῆς, ἥτις σοι παρακελεύεται «ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην», καὶ μὴ πρότερον αὐτοῦ ἀποστῇς τῶν ποδῶν ἕως οὗ συγχώρησιν μετ' εὐχῆς παρ' αὐτοῦ δέξῃ, ὅπως τέλειός σοι ἀποδοθῇ τῆς ταπεινοφροσύνης ὁ στέφανος εἰς τοὺς αἰῶνας. ἀμήν".

2.11 Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκο πος "Ἄκουε καὶ τῆς ἑνδεκάτης ἐντολῆς· ἆρον ἀπὸ σοῦ τὴν λύπην· καὶ γὰρ αὕτη ἀδελφή ἐστι τῆς διψυχίας καὶ τῆς ὀξυχολίας". λέγει ὁ Ἀντίοχος "Πῶς, κύριε, ἀδελφή ἐστι τούτων; ἄλλο γάρ μοι δοκεῖ ὀξυχολία καὶ ἄλλο διψυχία καὶ ἄλλο λύπη". λέγει αὐτῷ ὁ ἐπίσκοπος "∆ιὰ τί οὐ νοεῖς τὰ λεγόμενά σοι; καὶ γὰρ ἐκεῖνοι οὐ νοοῦσιν οἱ βάλλοντες ἑαυτοὺς εἰς τὰ σαρκικὰ καὶ κοσμικὰ πράγματα. οὐ νοεῖς ὅτι ἡ λύπη πάντων τῶν παθῶν πονηροτέρα ἐστὶν καὶ δεινοτάτη τοῖς δούλοις τοῦ θεοῦ, καὶ παρὰ πάντα τὰ πνεύματα καταφθείρει τὸν ἄνθρω πον. οἱ δὲ φόβον ἔχοντες θεοῦ καὶ ἐρευνῶντες περὶ θεοῖ ἔργων καὶ ἀληθείας, καὶ τὴν καρδίαν ἔχοντες πρὸς κύριον πάντα τὰ λεγόμενα αὐτοῖς τάχιον νοοῦσι, καὶ συνιοῦσιν ὅτι καθαροί εἰσιν καὶ ἀμέριμνοι ἀπὸ πάσης φροντίδος καὶ μερίμνης κοσμικῆς καὶ οὐδὲν ἄλλο εἰ μὴ τὸν φόβον τοῦ θεοῦ ἔχουσιν ἐν ἑαυτοῖς. ὅπου γὰρ ὁ κύριος κατοικεῖ, ἐκεῖ καὶ σύνεσις πολλή. κολλήθητι οὖν τῷ κυρίῳ καὶ πάντα νοήσεις. ἄκουε οὖν πῶς ἡ λύπη ἐκτρίβει τὸ πνεῦμα καὶ πάλιν σώζει. ὅταν ὁ δίψυχος ἐπιβάληται πρᾶξαί τι καὶ ἀποτύχῃ διὰ τὴν διψυχίαν αὐτοῦ, ἡ λύπη ἐκπορεύεται εἰς τὸν ἄνθρωπον καὶ λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον καὶ στενοχωρεῖ αὐτό. εἶτα πάλιν ἡ ὀξυχολία, ὅταν κολληθῇ τῷ ἀνθρώπῳ περὶ πράγματός τινος καὶ λίαν πικρανθῇ καὶ ποιήσῃ τι κακὸν, πάλιν ἡ λύπη εἰσπορεύεται εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου τοῦ ὀξυχολήσαντος, καὶ λυπεῖται ἐπὶ τῇ πράξει αὐτοῦ ᾗ ἔπραξεν καὶ μετανοεῖ, ὅτι πονηρὸν εἰργάσατο. αὕτη οὖν ἡ λύπη δοκεῖ σωτηρίαν ἔχειν, ὅτι τὸ πονηρὸν πράξας μετενόησεν. ἀμφότεραι δὲ τῶν πράξεων λυποῦσι τὸν ἄνθρωπον· ἡ μὲν διψυχία ὅτι οὐκ ἐπέτυχε τῆς πράξεως, ἡ δὲ ὀξυχολία ὅτι ἔπραξεν τὸ πονηρόν. ἀμφότερα οὖν λυπηρά ἐστι τῷ πνεύματι τῷ ἁγίῳ. ἆρον οὖν ἀπὸ σοῦ τὴν λύπην καὶ μὴ θλῖβε τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν σοὶ κατοικοῦν, μή ποτε ἐντεύ ξηται τῷ θεῷ καὶ ἀποστῇ ἀπὸ σοῦ. τὸ γὰρ πνεῦμα τοῦ θεοῦ τὸ δοθὲν εἰς τὴν σάρκα ταύτην λύπην σαρ κικὴν οὐχ ὑποφέρει οὐδὲ στενοχωρίαν. λύπη γὰρ ἡ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι μόνη ἔχει ὠφέλειαν, ἐὰν μὴ πάλιν ἁμαρτήσῃς. ἔνδυσαι οὖν τὴν ἱλαρότητα τὴν πάντοτε ἔχουσαν χάριν παρὰ τῷ θεῷ καὶ εὐπρόσδεκτον οὖσαν αὐτῷ, καὶ ἐντρύφησον ἐν αὐτῇ. πᾶς γὰρ ἱλαρὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται καὶ ἀγαθὰ φρονεῖ καὶ καταφρονεῖ τῆς ματαίας λύπης· ὁ δὲ λυπηρὸς ἀνὴρ πάντοτε ὀργίζεται καὶ ἀνομίαν ἐργάζεται μὴ ἐντυγχάνων μηδὲ ἐξομολογού μενος τῷ θεῷ. πάντοτε γὰρ λυπηροῦ ἀνδρὸς ἡ ἔντευ ξις οὐκ ἔχει δύναμιν τοῦ ἀναβῆναι ἐπὶ τὸ θυσιαστή ριον τοῦ θεοῦ, ὅτι ἡ λύπη ἐγκάθηται εἰς τὴν καρδίαν αὐτοῦ. μεμιγμένη οὖν ἡ λύπη ἡ κοσμικὴ μετὰ τῆς ἐν τεύξεως οὐκ ἀφίησι τὴν ἔντευξιν ἀναβῆναι καθαρὰν εἰς τὸ θυσιαστήριον. ὥσπερ γὰρ ὄξος οἴνῳ μεμιγμέ νον τὴν αὐτὴν ἡδονὴν οὐκ ἔχουσιν, οὕτως καὶ λύπη μεμιγμένη μετὰ τοῦ ἁγίου πνεύματος τὴν αὐτὴν ἔντευξιν οὐκ ἔχει. καθάρισον οὖν ἑαυτὸν ἀπὸ τῆς λύπης τῆς πονηρᾶς ταύτης, καὶ ζήσῃ τῷ θεῷ εἰς τοὺς αἰῶ νας. ἀμήν".

2.12 Καὶ εὐξαμένων αὐτῶν λέγει αὐτῷ ὁ ἐπίσκο πος "Βλέπε στερεῶς καὶ ἐξ ὅλης τῆς καρδίας σου ἐπί στρεφε πρὸς κύριον καὶ μὴ φοβηθῇς τὸν διάβολον· δύ ναμις γὰρ ἐν αὐτῷ οὐκ ἔστιν κατὰ τῶν δούλων τοῦ θεοῦ· ὁ θεὸς γάρ ἐστιν ὁ παρέχων τὴν νίκην. ὁ διά βολος μόνον φόβον ἔχει, ὁ δὲ φόβος αὐτοῦ τόνους οὐκ ἔχει. μὴ φοβηθῇς οὖν αὐτὸν, καὶ φεύξεται ἀπὸ σοῦ, μηδὲ τὴν ἀπειλὴν αὐτοῦ δειλιάσῃς· ἄτονος γὰρ ὡς νε κροῦ νεῦρα. οὐ δύναται γὰρ καταδυναστεύειν τῶν δού λων τοῦ