1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

15

καὶ πικρός"; καὶ λέγει μοι "Οὗτός ἐστιν ὁ ἄγγελος τῆς τιμωρίας· ἐκ δὲ τῶν ἀγγέλων τῶν δικαίων ἐστὶ, τεταγμένος δὲ ἐπὶ τῆς τιμωρίας. παραλαμβάνει οὖν τοὺς ἀποπλανηθέντας ἀπὸ τοῦ θεοῦ καὶ πορευθέντας ταῖς ἐπιθυμίαις αὐτῶν, καὶ τιμωρεῖται αὐτοὺς καθὼς ἄξιοί εἰσι, δειναῖς καὶ ποικίλαις τιμωρίαις". λέγω αὐτῷ "Ἤθελον γνῶναι, κύριε, τὰς ποικίλας ταύτας τιμωρίας, ποταπαί εἰσιν". "Ἄκουε" φησίν· "αἱ ποκίλαι τιμωρίαι καὶ βάσανοι βιωτικαί εἰσι βάσανοι· ἐπὰν γὰρ ἀποστῶσιν τοῦ θεοῦ, νομίζοντες ἐν ἀναπαύσει εἶναι καὶ πλούτῳ, τότε τιμωροῦνται οἱ μὲν ζημιούμενοι, οἱ δὲ ὑστερούμενοι, οἱ δὲ ἀσθενείαις ποι κίλαις περιπίπτοντες, ἄλλοι ἐν ἀκαταστασίαις, ἕτεροι ὑβριζόμενοι ὑπὸ ἐλαττόνων, καὶ ἑτέραις ποκίλαις πράξεσι. πολλοὶ γὰρ ἀκαταστατοῦντες ἐν ταῖς βουλαῖς αὐτῶν ἐπι βάλλονται εἰς πολλὰ πράγματα, καὶ οὐδὲν αὐτοῖς ὅλως ὑποβαίνει, καὶ δυσχεραίνουσιν, καὶ οὐ γινώσκουσιν ὅτι διὰ τὰ πονηρὰ ἃ ἔπραξαν οὐκ εὐοδοῦνται, καὶ λοιπὸν αἰτιῶν ται τὸν κύριον, καὶ οὐκ ἀνέχονται τὰς λοιπὰς ἡμέρας αὐτῶν ἐπιστρέψαντες δουλεῦσαι τῷ θεῷ ἐν καθαρᾷ καρδία. ἂν δὲ μετανοήσωσι καὶ ἀνανήψωσι, τότε συ νιοῦσιν ὅτι διὰ τὰ ἔργα αὐτῶν τὰ πονηρὰ οὐκ εὐωδοῦν το, καὶ οὕτως δοξάζουσι τὸν κύριον ὅτι δίκαιος κρι τής ἐστι καὶ δικαίως ἔπαθον καὶ ἐπαιδεύθησαν κατὰ τὰς πράξεις αὐτῶν. ἄκουε οὖν ἀμφοτέρων τὴν δύνα μιν, τῆς τρυφῆς καὶ τῆς βασάνου. τῆς τρυφῆς καὶ τῆς ἀπάτης ὁ χρόνος ὥρα ἐστὶ μία, τῆς δὲ βασάνου ὧραι τριάκοντα, ἡμερῶν δύναμιν ἔχουσαι. ἐὰν οὖν μίαν ἡμέραν τις τρυφήσῃ καὶ ἀπατηθῇ, μίαν δὲ ἡμέραν βασανισθῇ, ἐνιαυτοῦ ὁλοκλήρου ἰσχὺν ἔχει ἡ ἡμέρα ἐκείνη τῆς βασάνου. ὅσας οὖν ἡμέρας τρυφήσῃ τις, τοσούτους ἐνιαυτοὺς βασανισθήσεται. βλέπεις οὖν ὅτι τῆς τρυφῆς καὶ ἀπάτης ὁ χρόνος οὐδέν ἐστιν, τῆς δὲ τιμωρίας καὶ βασάνου πολύς. ὁ τρυφῶν καὶ ἀπατώ μενος καὶ πράσσων ἃ βούλεται πολλὴν ἀφροσύνην ἐν δέδυται· ἀντὶ γὰρ τῆς τρυφῆς καὶ ἀπάτης ἑκάστης ἡμέρας ἀποτίσει βάσανον μεγάλην, ἐνιαυτὸν τῇ ἡμέρᾳ". καὶ λέγω τῷ ἀγγέλῳ "Ποῖαι τρυφαί εἰσι βλαβεραί"; λέγει μοι "Πᾶσα πρᾶξις σαρκικὴ τρυφή ἐστιν, ἐὰν ἡδέως ποιῇ αὐτήν. ὁ γὰρ ὀξύχολος τῷ ἑαυτοῦ πάθει τὸ ἱκανὸν ποιῶν τρυφᾷ, ὁμοίως καὶ ὁ μοιχὸς καὶ ὁ μέθυσος καὶ ὁ κατάλαλος καὶ ὁ ψεύστης καὶ ὁ πλεονέκτης καὶ ὁ ἀποστερητὴς, καὶ ὅσα τοιαῦτα· τρυφῶσι γὰρ ἐν τῇ αὐ τῶν πράξει. αὗται δὲ αἱ πράξεις βλαβεραί εἰσι τοῖς δούλοις τοῦ θεοῦ. εἰσὶ δὲ καὶ τρυφαὶ σώζουσαι τοὺς ἀνθρώπους· πολλοὶ γὰρ ἀγαθὰ ἐργαζόμενοι τρυφῶσιν. αὕτη οὖν ἡ τρυφὴ τοῖς δούλοις τοῦ θεοῦ περιποιεῖται ζωὴν, αἱ δὲ προειρημέναι τρυφαὶ βάσανον". ταῦτά μοι φανερώσας ὁ ἄγγελος ἀπέστρεψέ με εἰς τὸν τόπον μου. δοξάσωμεν οὖν, ἀδελφοὶ, τὴν τοῦ θεοῦ φιλανθρωπίαν, πῶς μακρόθυμος καὶ εὔσπλαγχνός ἐστιν ἐπὶ τῇ τοσαύτῃ κακίᾳ τῶν ἀνθρώπων. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

2.20 Καὶ μετ' ὀλίγον χρόνον οἱ δύο ἀδελφοὶ οἱ ἐξελθόντες τοῦ μοναστηρίου ἐνέπεσαν εἰς πειρασμὸν καὶ θλίψεις. τῷ γὰρ ἑνὶ ἕλκος ἀνεφάνη εἰς τὴν πλευ ρὰν καὶ εἰσελθὼν εἰς νοσοκομεῖον εἰς δύο μῆνας τρίτον ἐχειρουργήθη ὑπὸ τοῦ ἰατροῦ καὶ οὐδὲ οὕτως ἐθερα πεύθη. τῷ δὲ ἑτέρῳ ἐμπεσόντι μετὰ τῶν στασιαστῶν συνέβη νώτῳ καὶ κοιλίᾳ μαστιγωθέντι σιδηροδέσμιον ἐμβληθῆναι ἐν τῇ φυλακῇ καὶ ἐν σκότει διάγειν ἐπὶ πολλὰς ἡμέρας. ἀλλ' ἐπειδὴ ἡ εὐχὴ τοῦ ὁσίου πατρὸς Ἀντιόχου ἐδυσώπει τὸν ἐλεήμονα θεὸν, μεθ' ἡμέρας ἔδωκεν ὁ Χριστὸς καὶ ἐξεβλήθη ἐν τῇ φυλακῇ, καὶ πάλιν ἐκεῖνος ἀπελθὼν ἐν τῷ νοσοκομείῳ ἔτι ἐν τῇ ἀλγηδόνι ὄντα τὸν ἀδελφὸν διαβαστάζων ὀλίγον, τῇ χειρὶ ἀναπαυόμενον ἤγαγεν εἰς τὸ μοναστήριον, καὶ ὡς ἐσήμανεν ὁ θυρωρὸς, εὗρεν τοὺς ἀδελφοὺς πρὸ τοῦ πυλεῶνος, καὶ εὐχαριστήσας τῷ φιλανθρώπῳ θεῷ ἐδέ ξατο αὐτούς. καὶ εὐχὴν ἐπ' αὐτοὺς ποιήσας παρα χρῆμα ὑγιεῖς τῷ σώματι ἀπεκατέστησε. καὶ λοιπὸν μετανοοῦντες ἐφ' οἷς ἔπραξαν ἐν πολλῇ ἀσκήσει δα κρύοντές τε καὶ ἀγρυπνοῦντες διετέλουν ἐν πολλῇ τα πεινοφροσύνῃ. καὶ