1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

16

οὕτως μετὰ τρεῖς ἐνιαυτοὺς μετ' εἰρήνης καὶ ἀγαθῆς ἐξομολογήσεως ἐκοιμήθησαν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

2.21 Ἄλλοτε καθημένου καὶ ἀναγινώσκοντος αὐτοῦ τὴν βίβλον τῶν ἐντολῶν τοῦ ὁσίου πατρὸς καὶ ἐπισκό που Ἀθανασίου μετὰ φωνῆς καὶ ἡδονῆς πολλῆς εἷς τῶν ἀδελφῶν ἀκροασάμενος ἀκριβῶς ὅλας λέγει αὐτῷ "Κύριε, αἱ ἐντολαὶ αὗται μεγάλαι καὶ καλαὶ καὶ δυνα ταί εἰσι, δυνάμεναι εὐφρᾶναι τὴν καρδίαν τοῦ δυναμένου τηρῆσαι αὐτάς. οὐκ οἶδα, κύριε, εἰ δύνανται αἱ ἐντο λαὶ αὗται ὑπὸ πολλῶν φυλαχθῆναι, διότι σκληραί εἰ σιν". ἐμβλέψας δὲ αὐτὸν ὁ δοῦλος τοῦ θεοῦ μετὰ πολλῆς αὐστηρίας εἶπεν "Ἄνανδρε, ἀκηδιαστὰ, ῥάθυμε καὶ ὀλιγόψυχε, οὐκ οἶδας ὅτι, ἐὰν σὺ ἑαυτῷ προθῇ ὅτι δύνανται φυλαχθῆναι, εὐκόλως αὐτὰς φυλάξεις, καὶ οὐκ ἔσονται σκληραί; εἰ δὲ ἀναβῇ ἐπὶ τὴν καρδίαν σου μὴ δύνασθαι αὐτὰς ὑπὸ ἀνθρώπου φυλαχθῆναι, οὐ φυ λάξεις αὐτάς. οὐ νοεῖς τὴν δόξαν τοῦ θεοῦ πῶς μεγάλη ἐστὶ καὶ ἰσχυρὰ καὶ θαυμαστὴ, ὅτι ἔκτισεν τὸν κόσμον διὰ τὸν ἄνθρωπον καὶ τὴν ἐξουσίαν ἅπασαν ἔδωκεν αὐτῷ κυριεύειν πάντων τῶν ἐπὶ τῆς γῆς. εἰ οὖν πάν των τούτων ὁ ἄνθρωπος κύριός ἐστιν καὶ πάντων δύ ναται κατακυριεῦσαι, πῶς οὐ δυνήσεται καὶ τούτων τῶν ἐντολῶν κατακυριεῦσαι; πῶς ∆αυὶδ ἐτροπώσατο τὸν ἀλλόφυλον γίγαντα καὶ πολεμιστὴν ἄνθρωπον πάντο θεν καθωπλισμένον; οὐχὶ μόνον τῇ προαιρέσει καὶ τῇ ἀπὸ καρδίας πίστει; ἐκεῖνος μόνον ταῦτα προσήνεγκε τῷ θεῷ, ὁ δὲ θεὸς ἰδὼν αὐτοῦ τὴν προθυμίαν καὶ τὴν ἀπὸ καρδίας πίστιν καὶ ἐλπίδα λοιπὸν αὐτὸς εἰρ γάσατο τὴν νίκην καὶ δι' ἑνὸς ...... κατέβαλεν τὸν ὑπεναντίον. καὶ μάθῃς ὅτι οὐχὶ ∆αυὶδ, ἀλλ' ὁ θεὸς τὸ ἔργον εἰργάσατο. κατανόησον Στέφανον τὸν πρω τομάρτυρα πόσους λίθους ὑπὸ τοσούτων ἀνθρώπων ἐδέξατο, καὶ εἰ μὴ αὐτὸς παρεκάλεσε τὸν δεσπότην Χριστὸν, οὐκ ἂν παρέδωκε τὸ πνεῦμα. τί δὲ λέγωμεν περὶ ἀνδρῶν; κατανόει μοι τὴν Ἰουδὶθ πρὸς τὸν Ὁλοφέρνην πορευομένην καὶ μὴ κατανοήσασαν τὴν ἑαυτῆς ἀσθένειαν, τὸ εὐπρεπὲς, τὸ εὐάλωτον, πῶς οὐκ εἶπεν ἐν ἑαυτῇ "Τοσοῦτοι ἄνθρωποι ἐν τῇ πόλει ἰσχυροὶ καὶ δυνατοὶ καὶ φρόνιμοι καὶ εὐμήχανοι, καὶ οὐδεὶς ἐπιχειρεῖ τοῦτο ποιῆσαι, κἀγὼ τὸ ἀσθενέστερον μέρος τοῦτο ποιῆσαι τολμήσω"; οὐδὲν τοιοῦτον ἐλογίσατο, ἀλλὰ πάσῃ προθυμίᾳ καὶ πίστει προσῆλθεν τῷ παντο κράτορι θεῷ θαρροῦσα, καὶ ὁ θεὸς ὁ παντοδύναμος, δεξάμενος παρ' αὐτῆς ταύτην τὴν πεποίθησιν, τὸ πᾶν λοιπὸν αὐτὸς ἐπετέλεσεν. ὁ γὰρ ἐλεήμων θεὸς οὐ ζητεῖ σώματος δύναμιν, ἀλλὰ προαίρεσιν καὶ σπουδὴν καὶ ὑπομονήν. πᾶσα οὖν ἀφορμὴ ἀνθρώπου ἐκ ποδῶν γε νέσθω. οὐ γὰρ ἔστιν λέγειν θεῷ "Ἐγὼ ἀσθενής εἰμι". ὁ θεὸς γὰρ ἀπὸ σοῦ ἰσχὺν οὐ ζητεῖ, ἀλλὰ προαίρεσιν ἀπὸ καρδίας. εἰπέ μοι, ποίαν δύναμιν εἶχεν ὁ λῃ στὴς ἐμπαγεὶς ἐν τῷ ξύλῳ ....ιων; οὐχὶ ὅλος ἐν τῷ ᾅδῃ ἦν π.........χεν ἡ ἀλείψασα τὸν κύριον μύρῳ ................... τοὺς πόδας, οὐχὶ τῇ προαιρέσει καὶ τῇ πίστει μόνον ἐσώθη; οὐ θέλω λέ γειν τὰ περὶ Θέκλης καὶ τὰς λοιπὰς γυναῖκας, αἵτινες ἐν τῷ μέλλοντι αἰῶνι μετὰ δόξης στεφανοφοροῦσαι παρασταθήσονται τῷ Χριστῷ. οἱ δὲ ὀλιγόψυχοι καὶ ῥάθυμοι κατῃσχυμμένοι πορεύσονται εἰς τὴν αἰώ νιον κόλασιν. δύναται πασῶν τῶν ἐντολῶν τούτων κατακυριεῦσαι ὁ ἄνθρωπος ὁ ἔχων τὸν κύριον ἐν τῇ καρδίᾳ αὐτοῦ. οἱ δὲ ἐπὶ τὰ χείλη ἔχοντες τὸν κύ ριον, τὴν δὲ καρδίαν πεπωρωμένην, καὶ μακρὰν ὄν τες ἀπὸ τοῦ κυρίου διὰ τὴν ἑαυτῶν ῥαθυμίαν, ἐκεί νοις αἱ ἐντολαὶ αὗται σκληραί εἰσιν καὶ δυσκατόρθωτοι. θέσθε οὖν ὑμεῖς οἱ ὀλιγόψυχοι καὶ ἐλαφροὶ τῇ πίστει τὸν κύριον ἀδιαλείπτως εἰς τὰς καρδίας ὑμῶν, καὶ γνώ σεσθε ὅτι οὐδέν ἐστιν εὐκολώτερον τῶν ἐντολῶν τού των, οὔτε γλυκύτερον, οὔτε ἡμερώτερον. βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ· τῷ γὰρ αἰτοῦντι δίδοται, καὶ ὁ ἐμπόνως ζητῶν εὑρήσει, καὶ τῷ ἀπὸ καρδίας καὶ ὑπομονῆς κρούοντι ἀνοιγήσεται, καὶ πλείονα χαρίζεται ὧν αἰτοῦμεν· μάταιος γάρ ἐστιν ἄνθρωπος ὅστις καὶ ὧδε θέλει ἀπολαῦσαι καὶ ἀναπαύεσθαι κἀκεῖ σὺν Χριστῷ σι...............σαι οὖν