1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

13

ἀνακε κρᾶσθαι λέγων, δοχεῖον τῆς νοερᾶς φύσεως τὴν καρ δίαν εἶναί φησιν, ἐν ᾗ τὸ θερμὸν περιείληπται. Ὁ δὲ ἕτερος πᾶσι τοῖς αἰσθητηρίοις οἷον ὑποβάθραν τινὰ καὶ ῥίζαν εἶναι λέγει τὴν μήνιγγα (οὕτω γὰρ ὀνο μάζουσι τὸν περιεκτικὸν τοῦ ἐγκεφάλου ὑμένα)· καὶ τούτῳ πιστοῦνται τὸν ἴδιον λόγον, ὡς οὐχ ἑτέρωθι τῆς νοητικῆς ἐνεργείας καθιδρυμένης, εἰ μὴ κατ' ἐκεῖνο τὸ μέρος, ᾧ καὶ τὸ οὖς ἐφηρμοσμένον τὰς ἐμπιπτού σας αὐτῷ φωνὰς προσαράσσει. Καὶ ἡ ὄψις κατὰ τὸν πυθμένα τῆς τῶν ὀφθαλμῶν ἕδρας συμπεφυκυῖα, διὰ τῶν ἐμπιπτόντων ταῖς κόραις εἰδώλων πρὸς τὸ ἔσω ποιεῖται τὴν τύπωσιν. Καὶ τῶν ἀτμῶν αἱ ποιότητες διὰ τῆς τῶν ὀσφρήσεων ὁλκῆς ἐν αὐτῷ διακρίνονται. Καὶ ἡ κατὰ τὴν γεῦσιν αἴσθησις τῇ ἐπικρίσει τῆς μήνιγγος δοκιμάζεται, ἐκ τοῦ σύνεγγυς ἐκφύσεις τι νὰς νευρώδεις ἀφ' ἑαυτῆς αἰσθητικὰς διὰ τῶν αὐχε νίων σπονδύλων ἐπὶ τὸν ἠθμοειδῆ πόρον κατὰ τοὺς αὐτόθι μύας ἐγκαταμιξάσης. Ἐγὼ δὲ τὸ μὲν ἐπιτα ράσσεσθαι πολλάκις πρὸς τὰς τῶν παθημάτων ἐπι κρατήσεις τὸ διανοητικὸν τῆς ψυχῆς, καὶ ἀμβλύνε σθαι τῆς κατὰ φύσιν ἐνεργείας τὸν λογισμὸν ἔκ τινος σωματικῆς περιστάσεως, ἀληθὲς εἶναί φημι· καὶ πηγήν τινα τοῦ κατὰ τὸ σῶμα πυρώδους τὴν καρδίαν εἶναι, πρὸς τὰς θυμώδεις ὁρμὰς συγκινουμένην. Καὶ ἔτι πρὸς τούτοις, τὸ ὑποβεβλῆσθαι τοῖς αἰσθητη ρίοις τὴν μήνιγγα, κατὰ τὸν λόγον τῶν τὰ τοιαῦτα φυσιολογούντων, περιπτυσσομένην ἐν ἑαυτῇ τὸν ἐγκέφαλον, καὶ τοῖς ἐκεῖθεν ἀτμοῖς ὑπαλειφομέ νην, τῶν ταῖς ἀνατομικαῖς θεωρίαις ἐσχολακό των τὸ τοιοῦτον ἀκούων, οὐκ ἀθετῶ τὸ λεγόμενον. Οὐ μὴν ἀπόδειξιν ποιοῦμαι ταύτην τοῦ τοπικαῖς τισι περιγραφαῖς ἐμπεριειλῆφθαι τὴν ἀσώματον φύσιν. Τάς τε γὰρ παραφορὰς οὐκ ἐκ μόνης καρηβαρείας γίνεσθαι μεμαθήκαμεν, ἀλλὰ καὶ τῶν τὰς πλευρὰς ὑπεζωκότων ὑμένων ἐμπαθῶς διατεθέν των, ὁμοίως ἀῤῥωστεῖν τὸ διανοητικὸν διορίζονται οἱ τῆς ἰατρικῆς ἐπιστήμονες, φρενῖτιν τὸ πάθος καλοῦν τες, ἐπειδὴ φρένες τοῖς ὑμέσι τούτοις ἐστὶ τὸ ὄνομα. Καὶ ἡ ἀπὸ τῆς λύπης ἐπὶ τὴν καρδίαν γινομένη συναίσθησις ἐσφαλμένως ὑπονοεῖται. Οὐ γὰρ τῆς καρ δίας, ἀλλὰ τοῦ στόματος τῆς κοιλίας δριμυσσομένου, εἰς τὴν καρδίαν τὸ πάθος ὑπ' ἀπειρίας ἀνάγουσι. Τοιοῦτον δέ τί φασιν οἱ ἐπεσκεμμένοι δι' ἀκριβείας τὰ πάθη, ὅτι συμπτώσεως τῶν πόρων καὶ μύσεως ἐν ταῖς λυπηραῖς διαθέσεσι φυσικῶς περὶ ἅπαν γινομέ 160 νης τὸ σῶμα, πρὸς τὰς ἐν τῷ βάθει κοιλότητας συν ωθεῖται πᾶν τὸ πρὸς τὴν διαπνοὴν κωλυόμενον· ὅθεν καὶ τῶν ἀναπνευστικῶν σπλάγχνων στενοχωρουμέ νων τῷ περιέχοντι, βιαιοτέρα πολλάκις ἡ ὁλκὴ τοῦ πνεύματος ὑπὸ τῆς φύσεως γίνεται, πρὸς τὴν τῶν συμπεπτωκότων διαστολὴν τὸ στενωθὲν εὐρυνούσης. Τὸ δὲ τοιοῦτον ἆσθμα σύμπτωμα λύπης ποιούμεθα, στεναγμὸν αὐτὸ καὶ ἀναποτνιασμὸν ὀνομάζοντες. Ἀλλὰ καὶ τὸ δοκοῦν ὑποθλίβειν τὸ περικάρδιον μέρος, οὐ τῆς καρδίας, ἀλλὰ τοῦ στόματός ἐστι τῆς γαστρὸς ἀηδία, διὰ τῆς αὐτῆς αἰτίας, λέγω δὴ τῆς κατὰ τὴν σύμπτωσιν τῶν πόρων, τοῦ χοληδόχου ἀγγείου τὸν δριμὺν ἐκεῖνον καὶ δακνώδη χυμὸν ὑπὸ στενοχωρίας ἐπὶ τὸ στόμα τῆς γαστρὸς παρεγχέοντος. Ἀπόδειξις δὲ τούτου τὸ ὕπωχρον γίνεσθαι καὶ ἰκτερώδη τοῖς λυπουμένοις τὴν ἐπιφάνειαν, ἀπὸ τῆς ἄγαν συνοχῆς ἐπὶ τὰς φλέβας τὸν ἴδιον χυμὸν τῆς χολῆς ἐπισπει ρούσης· ἀλλὰ καὶ τὸ ἐξ ἐναντίου γινόμενον πάθος, τὸ κατὰ τὴν εὐφροσύνην φημὶ καὶ τὸν γέλωτα, μᾶλλον τὸν λόγον συνίστησι. ∆ιαχέονται γάρ πως καὶ δια λύονται δι' ἡδονῆς οἱ τοῦ σώματος πόροι τῶν ἔκ τινος ἀκοῆς ἡδείας διαχεθέντων. Ὡς γὰρ ἐκεῖ διὰ τῆς λύπης μύουσιν αἱ λεπταί τε καὶ ἄδηλοι τῶν πόρων διαπνοαὶ, καὶ διασφίγ ξασαι τὴν ἔνδοθεν τῶν σπλάγχνων διάθεσιν, ἐπὶ τὴν κεφαλὴν καὶ τὰς μήνιγγας τὸν νοτερὸν ἀτμὸν ἀναθλίβουσιν, ὃς πολὺς ἐναποληφθεὶς ταῖς τοῦ ἐγ κεφάλου κοιλότησι, διὰ τῶν κατὰ τὴν βάσιν πόρων ἐπὶ τοὺς ὀφθαλμοὺς ἐξωθεῖται, τῆς τῶν ὀφρύων συμπτώσεως ἐξελκομένης διὰ σταγόνων τὴν ὑγρα σίαν (ἡ δὲ σταγὼν δάκρυον λέγεται)· οὕτω μοι νόη σον, ἐκ τῆς ἐναντίας διαθέσεως πλέον τοῦ συνήθους εὐρυνομένων τῶν πόρων, εἰσέλκεσθαί τι πνεῦμα δι' αὐτῶν ἐπὶ τὸ