1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

9

εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ἐπειδὴ γὰρ τοῖς παχυτέροις οὐχ οὕτως ἁμαρτη μάτων ἀπαλλαγὴ ποθεινὸν καὶ εὐσύνοπτον, ὡς τῶν ἐν τῷ παρόντι βίῳ δοκούντων εἶναι καλῶν ἡ ἀπόλαυσις, μετ' ἐκείνων καὶ ταῦτα ἐπαγγέλλεται· καὶ γὰρ καὶ τοῦτο ἐξ ἐκείνου.

1.7 Εἶτα δεικνὺς ὅτι εὔκολον ἡ ἀρετή, ἐν τῷ θέλειν αὐτὸ τίθησι μόνον. Ὥστε δὲ μὴ τοῖς χρηστοῖς ἐκλῦσαι, πάλιν εἰς τὰ φοβερὰ κατακλείσας τὸν λόγον ἀξιόπιστον ποιεῖ τῇ δυνάμει τοῦ ταῦτα ἀποφηναμένου. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; Καὶ τῆς ὀδύνης τοῦ λέγοντος καὶ τῆς πολλῆς τῶν Ἰουδαίων ἀναισθησίας ἡ διαπόρησις, καὶ τοῦ παρ' ἐλπίδα γενέσθαι τὸ γεγενημένον. Τοιαῦτα καὶ Παῦλος ἐπὶ Γαλατῶν διαπορεῖ λέγων· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε· ὅπερ ἐν ἐγκλημάτων τάξει καὶ προτροπῆς εἶδός ἐστι, πρὸς ἀρετὴν ἀνακαλούμενον τοὺς ἐκκαλουμένους. Εἰ γὰρ καὶ θαυμαστὸν τὸ λεγόμενον καὶ ἐγκώμιον ἀναμέμικται τῇ κατηγορίᾳ τὴν κατηγορίαν χαλεπωτέραν ποιοῦν. Οὐ γὰρ οὕτω κακίζομεν τοὺς οὐδὲν ὄντας καὶ φαῦλον μετιόντας βίον, ὡς τοὺς σπουδαίους μὲν εἶναι δόξαντας ἔμπροσθεν, τὰ δὲ τῶν πονηρῶν ὕστερον ἐπιδεικνυμένους. Πόρνην δὲ ἐνταῦθα καλεῖ, οὐ σωματικὴν ἀσέλγειαν αἰνιττόμενος, ἀλλὰ τὴν περὶ Θεὸν ἀγνωμοσύνην, ὃ τῆς πορνείας ἐκείνης ἐστὶ χαλεπώτερον. Ἐκεῖ μὲν γὰρ ἄνθρωπος ὁ ὑβριζόμενος, ἐνταῦθα δὲ Θεὸς ὁ ἀθετούμενος. Ποιεῖ δὲ καὶ αὐτὸ καὶ οὗτος καὶ οἱ ἄλλοι πάντες προφῆται· ἐπειδὴ καὶ ὁ Θεὸς κατηξίωσεν ἐν ἀνδρὸς τάξει τῇ πόλει γενέσθαι, τὴν ἄφατον ἀγάπην τὴν περὶ αὐτοὺς ἐνδεικνύμενος· καὶ ὡς περὶ ἀνδρὸς καὶ γυναικὸς πολλαχοῦ διαλέγονται, οὐχ ἵνα εἰς ἀνθρωπίνην παχύτητα κατενέγκωσι τὸν λόγον, ἀλλ' ἵνα διὰ τῶν συντρόφων αὐτοῖς πραγμάτων ἐπὶ τὴν γνῶσιν τῆς τοῦ Θεοῦ χειραγωγήσωσιν αὐτοὺς φιλοστοργίας· ὁμοῦ δὲ καὶ τῷ αἰσχρῷ τῆς προσηγορίας καθάψασθαι βούλονται. Πιστή· τουτέστιν, εὐσεβὴς καὶ πάσης ἀρετῆς γέμουσα· ὥστε κἀντεῦθεν δῆλον, ὅτι πορνείαν οὐ τὴν τῶν σωμάτων λέγει· ἐπεὶ εἶπεν ἄν· Πόλις ἡ σώφρων· οὕτω γὰρ ἦν τὸ ἀντιδιαστελλόμενον τῇ πόρνῃ· νῦν δὲ δεικνὺς ὅτι τὴν ἀσέβειαν αἰνίττεται διὰ τῆς πορνείας, τὸ ἀντικείμενον αὐτῇ τέθεικε, τὴν πίστιν. Πλήρης κρίσεως· τουτέστι, πλήρης δικαιοσύνης. Πάλιν μέγιστον ἔγκλημα, οὐχ ὅτι πρὸς ὁλόκληρον τὴν κακίαν ηὐτομόλησαν, ἀλλ' ὅτι καὶ ὁλόκληρον προέδωκαν τὴν ἀρετὴν καὶ τὸν πλοῦτον ἅπαντα τῶν ἀγαθῶν ἀθρόον ἀπὸ τῶν χειρῶν ῥίψαντες καὶ πρὸς ἐσχάτην τῶν κακῶν κατενεχθέντες πενίαν. Ἐν ᾖ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ. Ηὐλίσθη, κατεσκήνωσε, τουτέστι, πεφύτευτο, ἐρρίζωτο, μετὰ προθυμίας ὑπὸ πάντων κατωρθοῦτο τῶν πολιτῶν. Ἐνδιατρίβει τοῖς ἐγκωμίοις τοῖς προτέροις, ὁμοῦ μὲν αὔξων τὴν κατηγορίαν τὴν ἐκ τῆς μεταβολῆς, ὁμοῦ δὲ χρηστὰς ὑποτείνων τὰς ἐλπίδας καὶ δεικνὺς ὅτι ῥᾴδιον αὐτοὺς ἀνακτήσασθαι πάλιν. Νῦν δὲ φονευταί. Ἀνδροφόνοι, φησί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Τουτέστι, παράσημον, νόθον, κίβδηλον. Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Ἐπειδὴ προοιμιαζόμενος οὐ κατ' εἶδος αὐτῶν εἶπεν τὴν κακίαν, ἀλλ' ὅτι ἠθέτησαν καὶ ὅτι σπέρμα πονηρὸν ἦσαν καὶ υἱοὶ ἄνομοι, ὃ λοιδορίας ἐδόκει μᾶλλον, ἢ κατηγορίας εἶναι· ἐνταῦθα καὶ αὐτὰ τίθησι κατ' εἶδος τὰ ἐγκλήματα καὶ πρῶτον, ὃ πρῶτόν ἐστι καὶ μέσον καὶ τελευταῖον τῶν κακῶν, τὴν φιλαργυρίαν καὶ τὴν περὶ τὰ συμβόλαια καπηλείαν. Ἀλλά τινες οὐ συνιέντες τὴν ἄφατον τοῦ Θεοῦ σοφίαν, κατ' ἀναγωγὴν τὸ εἰρημένον ἐξέλαβον. Οὐ γὰρ ἄν, φησίν, ὁ μέγας καὶ ὑψηλὸς Ἡσαΐας ὑπὲρ τραπεζιτῶν κακουργίας καὶ καπήλων διαφθορᾶς διελέχθη· ἀλλὰ ἀργύριον ἐνταῦθα τὰ λόγιά φησι τοῦ Θεοῦ καὶ οἶνον τὴν διδασκαλίαν, ἣν ἐθόλουν ἐπεισάγοντες αὐτῶν τὰ διδάγματα. Ἐγὼ δὲ οὔτε ταύτην ἀτιμάζω τὴν ἐξήγησιν, καὶ τὴν ἑτέραν ἀληθεστέραν εἶναί φημι. Οὐ γὰρ μόνον οὐκ ἀνάξιον τοῦ προφήτου τὸ περὶ τούτων διαλέγεσθαι, ἀλλὰ καὶ σφόδρα ἄξιον καὶ αὐτοῦ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Ὅτε