45
εἶδε τὴν θεότητα, οὔτε αὐτός, οὔτε ἄλλος οὐδείς, ἀπ' αὐτῶν ὧν ἀπαγγέλλουσιν εὔδηλον. Εἶδον γάρ, φησί, τὸν Κύριον καθήμενον. Θεὸς δὲ οὐ κάθηται· σωμάτων γὰρ ὁ σχηματισμός. Καὶ οὐχ ἁπλῶς· Καθήμενον, ἀλλ' Ἐπὶ θρόνου. Θεὸς δὲ οὐ περιέχεται, <οὐδὲ ἐμπεριείληπται>· πῶς γάρ, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς; Ὅθεν δῆλον ὅτι συγκατάβασις ἦν τὸ ὁρώμενον. Οὕτω γοῦν ἕτερος προφήτης αἰνιττόμενος ἔλεγεν ἐκ προσώπου τοῦ Θεοῦ· Ἐγὼ ὁράσεις ἐπλήθυνα, τουτέστι, διαφόρως ὤφθην. Εἰ δὲ αὐτὴ ἡ οὐσία γυμνὴ ἐφαίνετο, οὐκ ἂν διαφόρως ἐφάνη· ἀλλ' ἐπειδὴ συγκαταβαίνων, νῦν μὲν τούτῳ τῷ τρόπῳ, νῦν δὲ ἐκείνῳ τοῖς προφήταις ἑαυτὸν ἐδείκνυ, καταλλήλως τοῖς ὑποκειμένοις καιροῖς σχηματίζων τὰς ὄψεις, διὰ τοῦτό φησιν· Ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. Οὐχ ὥσπερ ἤμην, ἐφάνην, φησίν, ἀλλ' ὡμοιώθην πρὸς ὅπερ ἰδεῖν ἠδύναντο οἱ θεωροῦντες. Ὁρᾷς γοῦν αὐτὸν νῦν μὲν καθήμενον, νῦν δὲ ὡπλισμένον, νῦν δὲ τρίχα πολιὰν ἔχοντα, νῦν δὲ ἐν αὔρᾳ, νῦν δὲ ἐν πυρί, νῦν δὲ ἐκ τῶν ὀπισθίων φαινόμενον, νῦν δὲ ἐπὶ τῶν Χερουβίμ, καὶ πρὸς μεταλλικῶν ὑλῶν λαμπρότητα τῶν διαφανεστάτων τὴν ὄψιν ἐξεικονιζόμενον. Τίνος μὲν οὖν ἕνεκεν νῦν μὲν ὡπλισμένος φαίνεται καὶ ᾑμαγμένος, νῦν δὲ ἐν πυρί, νῦν δὲ τὰ ὀπίσθια δεικνύς, νῦν δὲ ἐν οὐρανῷ, νῦν δὲ ἐν θρόνῳ, νῦν δὲ ἐπὶ τῶν Χερουβὶμ οὐ τοῦ παρόντος ἂν εἴη λέγειν καιροῦ, ὥστε μὴ τὸ πάρεργον τοῦ ἔργου γενέσθαι μεῖζον. Τέως δὲ ἀναγκαῖον ὑπὲρ τῆς παρούσης ὄψεως διαλεχθῆναι. Τίνος οὖν ἕνεκεν οὕτω φαίνεται νῦν ἐπὶ θρόνου καθήμενος καὶ μετὰ τῶν Σεραφίμ; Ἀνθρώπινον ἔθος μιμεῖται, ἐπειδὴ καὶ πρὸς ἀνθρώπους ἦν ὁ λόγος αὐτῷ. Ἐπειδὴ γὰρ ἀπόφασιν ἐκφέρειν μέλλει ὑπὲρ μεγίστων πραγμάτων καὶ τῆς οἰκουμένης ἁπάσης, ἔτι μὴν καὶ περὶ τῶν Ἱεροσολύμων καὶ διπλῆν τίθησι ψῆφον, τὴν μὲν κόλασιν τῇ πόλει φέρουσαν καὶ τῷ ἔθνει παντί, τὴν δὲ εὐεργεσίαν τῇ οἰκουμένῃ καὶ μεγάλας ἐπαγγελλομένην ἐλπίδας καὶ τιμὰς ἀθανάτους. Ἔθος δὲ τοῖς δικάζουσι ταῦτα ποιεῖν μὴ λάθρα, ἀλλ' ἐφ' ὑψηλοῦ τοῦ βήματος καθημένοις, παρεστώτων ἁπάντων καὶ τῶν παραπετασμάτων συνελκομένων [τοῦτο ποιεῖν].
6.2 Τούτους καὶ αὐτὸς μιμούμενος παρέστησεν αὑτῷ τὰ Σεραφὶμ καὶ ἐφ' ὑψηλοῦ κάθηται θρόνου καὶ οὕτω τὴν ἀπόφασιν ταύτην ἐκφέρει. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ὑποψία τὸ πρᾶγμα, ἀλλὰ τοῦτο ἔθος αὐτῷ, καὶ ἐξ ἑτέρου προφήτου τοῦτο πειράσομαι ποιῆσαι φανερόν. Καὶ γὰρ ἐπὶ τοῦ ∆ανιήλ, ἐπειδὴ καὶ ἐκεῖ ψῆφόν τινα μεγάλην ἐκφέρειν ἔμελλε περὶ κολάσεων καὶ τιμωριῶν Ἰουδαϊκῶν καὶ τῶν ἀγαθῶν τῶν μελλόντων τῇ οἰκουμένῃ δίδοσθαι, κἀκεῖ θρόνος φαίνεται λαμπρὸς καὶ περιφανὴς καὶ δῆμος ἀγγέλων παρεστηκώς, καὶ ἔθνη ἀρχαγγέλων καὶ ὁ Μονογενὴς συγκαθήμενος καὶ βίβλοι ἀνοίγονται καὶ ποταμοὶ πυρὸς ἕλκονται καὶ πάντοθεν σχῆμα δικαστηρίου συνίσταται. Καὶ ἔστι κἀκεῖνα συγγενῆ τοῖς ἐνταῦθα λεγομένοις ἅπαντα ἢ καὶ σαφέστερον ἐκεῖνος αὐτὰ ἀπαγγέλλει, ἅτε τῶν χρόνων ἐγγύτερον γινομένων καὶ πρὸς αὐτὰς λοιπὸν τὰς θύρας τῆς προφητείας ἀφικνουμένης. Ἀλλὰ ταῦτα τοῖς φιλοπόνοις ἀφέντες συναγαγεῖν καὶ παρατιθέναι καὶ τὴν ἑκατέρας τῆς προφητείας κοινωνίαν καταμανθάνειν, ὅπερ ἔφην, τῆς προκειμένης ἡμεῖς ἁψώμεθα μετὰ ἀκριβείας, ὡς ἂν οἷόν τε ᾖ ῥῆσιν ἑκάστην ἐξηγούμενοι. Οὕτω γὰρ καὶ ἡμῖν καὶ ὑμῖν σαφέστερα ἔσται τὰ εἰρημένα. Τί οὖν φησιν; Εἶδον τὸν Κύριον καθήμενον. Τὸ καθῆσθαι ἐπὶ θρόνου σύμβολον ἀεὶ κρίσεώς ἐστιν, ὥσπερ ὁ ∆αυΐδ φησιν· Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην· καὶ ὁ ∆ανιήλ· Θρόνοι ἐτέθησαν καὶ κριτήριον ἐκάθισε. Τὸ δὲ ἁπλῶς καθῆσθαι ἑτέρου σύμβολον εἶναί φησιν ὁ προφήτης. Τίνος δὴ τούτου; Τοῦ παγίου, τοῦ μονίμου, τοῦ βεβηκότος, τοῦ ἀτρέπτου, τοῦ ἀτελευτήτου, τῆς ζωῆς τῆς ἀπεράντου. ∆ιὰ τοῦτό φησι· Σὺ καθήμενος εἰς τὸν αἰῶνα καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα. Σύ, φησί, μένων, ὤν, ζῶν, ἀεὶ ὡσαύτως ὤν. Ὅτι γὰρ οὐ περὶ καθέδρας ἔλεγεν, ἡ ἀντιδιαστολὴ δῆλον ἐποίησεν. Οὐ γὰρ εἶπεν, ἡμεῖς ἑστῶτες