1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

64

καὶ ἀλλοτρίοις ἑαυτοὺς διδόναι βασιλεῦσι. Ἐπεὶ οὖν οὐ βούλονται, φησί, τὸν ἥμερον καὶ ἐπιεικῆ, ἀλλὰ τὸν Ῥασὴν καὶ τὸν υἱὸν τοῦ Ῥωμελίου, ἐπάγω, φησί, τὸν Βαβυλώνιον· καὶ τὸ ῥαγδαῖον αὐτοῦ τῆς στρατιᾶς ὕδωρ ποταμοῦ φησι πολὺ καὶ ἰσχυρόν.

8.3 Εἶτα ἑρμηνεύων τὴν μεταφοράν φησι· Τὸν βασιλέα τῶν Ἀσσυρίων. Ὁρᾷς πῶς ἀδιάπτωτος ὁ λόγος ὁ ἔμπροσθεν ἡμῖν λεχθεὶς φαίνεται· ὅτι πανταχοῦ ἐν ταῖς μεταφοραῖς ἑαυτὴν ἑρμηνεύειν εἴωθεν ἡ Γραφή; Ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Εἰποῦσα γὰρ ποταμόν, οὐκ ἐναπέμεινε τῇ μεταφορᾷ, ἀλλ' εἶπε τίνα φησὶ ποταμόν· Τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ πᾶσαν τὴν δόξαν αὐτοῦ. Καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν. Καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. ∆εικνὺς ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει, ἀλλ' ὀργῇ θεηλάτῳ συμβήσεται τὰ γινόμενα, οὐχ ὡς πολέμιον αὐτὸν παραταττόμενον ὑπογράφει, ἀλλ' ὡς ἐπὶ παρεσκευασμένην ἁρπαγὴν ἥκοντα. Οὐ γὰρ στήσεται, φησί, καὶ παρατάξεται, ἀλλὰ τῷ πλήθει τῶν σωμάτων καλύψει τῆς γῆς τὴν ὄψιν καὶ μετ' εὐκολίας περιέσται. Εἶτα καὶ ἐν τῇ ὀργῇ πολὺ τὸ τῆς φιλανθρωπίας. Οὐ γὰρ ἀνασπάσεσθαι αὐτῶν τὴν πόλιν ἀπειλεῖ, ἀλλ' αἰχμαλωσίαν τινὰ καὶ ἀπαγωγὴν προλέγει, τοὺς λειπομένους βουλόμενος τῇ τῶν ληφθέντων τιμωρίᾳ σωφρονεστέρους ποιῆσαι. Ἀφελεῖ γὰρ ἀπὸ τῆς Ἰουδαίας, φησίν, ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι. Τοὺς ἐν δυναστείᾳ, φησί, τοὺς πάντα ἄγοντας καὶ φέροντας, τοὺς τῷ πλήθει λυμαινομένους αἰχμαλώτους ποιήσει καὶ δούλους, ὥστε τότε τοὺς καταδεεστέρους ἀναπνεῦσαι μικρὸν καὶ τῷ φόβῳ τῶν ἀπαχθέντων καὶ τῆς οἰκείας ἐλευθερίας τῇ ἀδείᾳ γενέσθαι βελτίους. ∆ιὰ τοῦτό φησι· ∆υνατὸν συντελέσασθαί τι· τουτέστι, τὸν ἰσχυρόν, τὸν ἐνεργεῖν δυνάμενον, τὸν ὁτιοῦν πρᾶξαι ἰσχύοντα. Καὶ πρὸ τῆς ἀπαγωγῆς δέ, δι' αὐτῆς τῆς ὄψεως ἱκανῶς ὑμᾶς καταπλήξει, φησίν, ὁ βάρβαρος, πᾶσαν πληρῶν τὴν γῆν τῶν βαρβαρικῶν σωμάτων. ∆ιὰ τοῦτο ἐπήγαγε· Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς καὶ ἰσχύοντες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε καὶ πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κυρίος· καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἐμοὶ δοκεῖ τὴν τοῦ Ἐζεκίου νίκην ἐνταῦθα προλέγειν καὶ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον καὶ τῆς νίκης αὐτῆς τὴν αἰτίαν. Εἰ γὰρ καὶ ὅπλα παρ' ἐκείνοις, φησί, καὶ στρατόπεδα ἄπειρα καὶ ἐμπειρία πολεμική, ἀλλ' ἡ πάντων δυνατωτέρα συμμαχία μεθ' ἡμῶν, τουτέστιν ὁ Θεός. Ἦλθε μὲν γὰρ ὁ βάρβαρος, καθὼς ἠπείλησεν ἔμπροσθεν καὶ πολλὰς λαβὼν πόλεις ἀπῆλθε· μετὰ δὲ ταῦτα ἐπιστρατεύσας, τἀναντία ἔπαθε. Καὶ ταῦτα τοίνυν ὁ προφήτης προλέγει καὶ τὸν τῆς νίκης αἴτιον ἀνακηρύττει καὶ πρὸς αὐτοὺς τοὺς βαρβάρους ἀποτείνει τὸν λόγον. Μὴ γὰρ δὴ τῇ προτέρᾳ νίκῃ θαρρήσητε, φησίν· ἐν γὰρ τῇ νῦν ἐφόδῳ μεγίστη παρῆν ἡμῖν ἡ συμμαχία. Γνῶτε τοίνυν τοῦτο αὐτὸ καὶ ἀπόστητε, ὡς ἀδυνάτοις ἐπιχειροῦντες. Εἶτα τὸν αἴτιον τῆς νίκης ἐκείνης ἐμφαίνων, καὶ ὅτι πρὸς τὰς ἐσχατιὰς ἀφίξεται τῆς γῆς ἡ φήμη τὰ κατορθώματα φέρουσα, φησίν· Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Οὐδεὶς γὰρ ἀνήκοος τῶν τότε συμβάντων ἐν Ἱεροσολύμοις γέγονε· ∆ιὰ τοῦτό φησιν· Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς καὶ οἱ ἰσχύοντες ἡττᾶσθε. Μεγάλην γὰρ ἐπὶ ῥώμῃ δόξαν ὁ βάρβαρος τότε ἐκέκτητο. Ἰσχυροὺς δὲ ἐνταῦθα οὐ τοὺς ἐν τῇ τοῦ σώματος εὐεξίᾳ μεγάλους φησίν, ἀλλὰ καὶ τοὺς ἐν τῇ τῶν χρημάτων περιουσίᾳ καὶ τῇ τῆς δόξης περιφανείᾳ. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, φησί, πάλιν ἡττηθήσεσθε καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἐπειδὴ γὰρ πονηρὰ παρ' αὐτοῖς ἦν βουλεύματα καὶ προσεδόκων τὴν πόλιν αὐτὴν ἐκ βάθρων ἀνασπᾶσθαι καὶ